Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐλευθερώσας [29]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐλευθερώσας


000-00-00 Serial Number=0760122001
Commentaria in Isaiam Ante [Go Back]  
 [04627]  Καταλύσας γὰρ τὴν ἐκείνων ἀρχὴν ὁ τῶν ὅλων θεὸς καὶ τούτους τῆς πικρᾶς δουλείας ἐλευθερώσας εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν·
 [04775]  Τούτους τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας καὶ τῆς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας προσήγαγε τῷ τῆς ἀληθείας φωτί.
000-00-00 Serial Number=0621165395
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00335]  Σημαίνει γὰρ, ὅτι τῶν πολεμίων τὴν πανοπλίαν συντρίψας, καὶ τοὺς ὑπ' ἐκείνους πάλαι τελοῦντας αἰχμαλώτους ἐλευθερώσας, [81.52] ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ τὴν τῶν πάντων ἑκόντων ἀνεδήσατο βασιλείαν.
 [02497]  τούς τε γὰρ ἐξ Ἰουδαίων, τούς τε ἐξ ἐθνῶν ἐλευθερώσας, καὶ τῆς πλάνης ἀπαλλάξας, καὶ τὸν τύραννον κατα λύσας, ὑφ' ἑαυτὸν ποιήσεται.
000-00-00 Serial Number=0061899960
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02611]  Τούτου γὰρ ἕνεκα, φησὶν, ἐπεφάνη, ἵνα ἀσεβείας ἡμᾶς καὶ παρανομίας ἐλευθερώσας, καὶ πᾶσαν ἀρετὴν ἐκπαι δεύσας, μετὰ θυμηδίας τὴν δευτέραν ἐπιφάνειαν προσμένειν παρασκευάσῃ.
000-00-00 Serial Number=0105602026
Historia ecclesiastica Ante [Go Back]  
 [01855]  πρῶτον μὲν γὰρ αὐτοὺς ὁ πανεύφημος Κωνσταντῖνος, τῆς προτέρας ἐξαπάτης ἐλευθερώσας, ἐξεπαίδευσε τὰ τῆς ἀληθείας μαθήματα·
000-00-00 Serial Number=0564278543
Historia religiosa Ante [Go Back]  
 [00710]  [5.2] ∆ιανείμας δὲ ταῦτα κατὰ τὸν θεῖον νόμον οἷς ἔδει καὶ πάσης ἑαυτὸν φροντίδος γηΐνης ἐλευθερώσας, μίαν ἀντὶ πάντων ἐκείνων ἐδέξατο φροντίδα, τὴν τοῦ καλέσαντος θεραπείαν καὶ ταύτην ἀνελίττων ἐν τῇ ψυχῇ διετέλει νύκτωρ τε καὶ μεθ' ἡμέραν σκοπούμενος καὶ διερευνώμενος ὅπως ταύτην αὐξήσειε.
 [01328]  [13.12] Οὕτω δὲ ταύτην ὁ θεῖος ἄνθρωπος τῆς μανίας ἐκείνης ἐλευθερώσας καὶ τὸν δείλαιον ἐκεῖνον ἐξήρπασε τῆς γραφῆς καὶ τοῦ δικαστοῦ τὴν θανατηφόρον ἐκώλυσε ψῆφον, οὐχ ὅσιον εἶναι φήσας τοῖς δι' αὐτοῦ γενομένοις ἐλέγχοις ἐπιτεθῆναι σφαγὴν ἀλλὰ μᾶλλον τὴν διὰ μετανοίας αὐτῷ σωτηρίαν χορηγηθῆναι.
 [01645]  Ἐν οἰκίσκῳ γάρ τινι βραχεῖ πρότερον ἑαυτὸν καθείρξας καὶ τῶν ἔξωθεν θορύβων τὴν ψυχὴν ἐλευθερώσας καὶ τῇ τοῦ θεοῦ μνήμῃ προσηλώσας τὸν νοῦν, οὕτω τὴν τῆς ἐντελοῦς ἀρετῆς ἐποιεῖτο μελέτην.
000-00-00 Serial Number=0356400847
Interpretatio in Danielem Ante [Go Back]  
 [01159]  Ἀλλὰ πάλιν ὁ ἀγαθὸς ∆εσπότης, μακροθυμίᾳ χρησάμενος, δίκας μὲν αὐτὸν τῆς τε ἀλαζονείας καὶ τῆς θηριωδίας οὐκ εἰσεπράξατο, τὴν δὲ θείαν αὐτῷ δύναμιν ὑποδείκνυσι, τοὺς εὔνους θεράποντας τῆς φλογὸς ἐκείνης ἐλευθερώσας.
000-00-00 Serial Number=0663078368
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02654]  Τούτων δέ μοι, φησὶ, μεταδέδωκε, πρότερόν με τῆς πλάνης ἐλευθερώσας, καὶ τὴν εὐθεῖαν ὁδὸν παρασκευάσας ὁδεύειν.
 [03200]  Τούτων γὰρ ἡμᾶς ἐλευθερώσας, παρασκευάσει καὶ τὰ τῶν περιβόλων ἔξω, τὰ ὑπὸ τῶν πολεμίων διαφθαρέντα, καὶ οἱονεὶ κατακλυ [80.1064] σθέντα αὖθις ἀνοικοδομῆσαι καὶ κατοικῆσαι.
 [04601]  Τῆς γὰρ πλάνης ἐλευθερώσας, τὴν εὐθεῖαν ὑπ έδειξε τῆς ἀληθείας ὁδόν.
000-00-00 Serial Number=0131412506
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02205]  Τῆς γὰρ προτέρας αὐτὴν πλάνης ἐλευθερώσας [καὶ ἐν τοῖς εὐσεβέσι δόγμασι βεβαιώσας], τοὺς τῆς ἀρε τῆς παρασκευάσεις τελεσφορῆσαι καρπούς·
 [03724]  οὕτω με εἰς τὴν πατρῴαν ἐπαν ήγαγες γῆν, τῆς μὲν δουλείας ἐλευθερώσας, ῥᾳδίαν δέ μοι τὴν διὰ τῶν ἐθνῶν διάβασιν χαρισάμενος, εὐ κλεᾶ τε καὶ ἔνδοξον ἀπέφηνας.
 [04182]  Ἅπασιν ἀνθρώποις τὸ σὸνδεδήλωκας κράτος, τῆς Αἰγυπτίων ἐλευθερώσας δου λείας τὸν χρηματίσαντά σου λαόν·
 [04466]  Ἐκεῖ θεν τοίνυν ἐλευθερώσας, ἔδωκεν αὐτοῖς ἣν ἐπηγ γείλατο γῆν·
 [04469]  Τῶν γὰρ παλαιῶν οἰκητόρων τὴν γῆν ἐκείνην ἐλευθερώσας, τούτοις κατὰ τὰς ὑπο σχέσεις τὴν ταύτης δέδωκε δεσποτείαν.
 [04866]  Λέγει δὲ ὅτι ταύτην ἔδωκε τῷ λαῷ τὴν νομοθεσίαν, τῆς Αἰγύ πτου τοῦτον ἐλευθερώσας.
000-00-00 Serial Number=0248809993
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01394]  Τῆς γὰρ τῶν εἰδώλων αὐτοὺς πλάνης ἐλευθερώσας, καὶ τῆς αὐτοῦ βασιλείας τὸ ὑψηλὸν ὑποδείξας, τῆς σωτηρίας μετέδωκε.
 [02313]  καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωσοῦ τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδούς·
 [02763]  καὶ ἅπασαν ἀνθρώπων τὴν φύ σιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα καὶ διέῤῥηξε τὰ ἰσχυρὰ τῆς ἁμαρτίας δεσμά.
 [03607]  Τῆς Αἰγύ πτου, φησὶ, τὸν Ἰσραὴλ ὁ ∆εσπότης ἐλευθερώσας, καὶ τῆς τῶν ἀλλοφώνων ἐκείνων καὶ βαρβάρων ἀπαλλάξας δουλείας, λαὸν μὲν τοῦτον οἰκεῖον ἀπ έφηνεν, ἐν δὲ τῇ Ἰουδαίᾳ τὸν νεὼν τὸν οἰκεῖον ἐδείμα το.
 [06091]  Μακαρίζεται τοίνυν ὁ Κῦρος, ὁ κἀκείνους κολάσας, καὶ τούτους ἐλευθερώσας οὐκ ἐπειδὴ τῆς εἰλικρινοῦς εὐσεβείας τρόφιμος ἦν, ἀλλ' ὅτι τὸν εὐσεβῆ λαὸν τῆς ἐλευθε ρίας ἠξίωσε, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι προσ έταξε.
000-00-00 Serial Number=0266917825
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00060]  ἀλλ' ἵνα τῷ φόβῳ κατα πλήξας εἰς μεταμέλειαν ἀγάγῃ, καὶ τῆς τολμωμένης πονηρίας ἐλευθερώσας, ὀρέξῃ τὴν σωτηρίαν.
 [02696]  Ἐπειδὴ, φησὶ, παρ' αὐτὰς ὢν τοῦ θανάτου τὰς πύλας τὴν περὶ σοῦ λήθην ἐν ἐμοὶ γενέσθαι οὐκ ἠνεσχόμην, ταύτης με, ∆έσποτα, τῆς φθορᾶς ἐλευθερώσας εἰς τὴν ζωὴν ἐπανάγαγε, ἵνα πάλιν ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὰς συνήθεις προσευχὰς προσενέγκω.
 [06368]  καὶ τῆς ἁμαρ τίας ἐλευθερώσας δικαιοσύνης μετέδωκε, καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἷόν τισι πτεροῖς συγκα λύψας, ἴασιν ταῖς ἡμετέραις παρέσχε ψυχαῖς.
000-00-00 Serial Number=0289193451
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01160]  Νενι κηκὼς δὲ, καὶ τῶν ἀλλογενῶν ἐλευθερώσας τὴν πό λιν, ∆αβὶδ αὐτὴν προσηγόρευσε πόλιν.
 [02334]  Πυνθανόμενοι γὰρ, φησὶ, τί δήποτε ταῦτα πέπονθεν Ἰσραὴλ, μαθήσονται ὡς διὰ τὸ καταλιπεῖν αὐτοὺς τὸν Κύριον τὸν Θεὸν, ὃς τῶν Αἰγυπτίων αὐτοὺς ἐλευθερώσας δουλείας, ταύτην αὐτοῖς τὴν γῆν ἐδωρήσατο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»