Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἀρείου [125]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ἀρείου


000-00-00 Serial Number=0796903610
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00012]  Μετ έχει δὲ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου δυσσεβείας·
 [00025]  Τοῦτο δὲ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου μανίας ἐπέκεινα·
 [00110]  Ἀρείου δὲ καὶ Εὐνομίου καὶ Ἀπολιναρίου τὸ περὶ τὴν οἰκονομίαν ἀτελὲς δῆλον ποιοῦντες τοῖς ἀγνοοῦσι, τελείαν εἶναι τὴν ληφθεῖσαν ἀποφαινόμεθα φύσιν ἐκ τῶν θείων λογίων τοῦ Πνεύματος·
000-00-00 Serial Number=0246477306
Commentaria in Isaiam Ante [Go Back]  
 [01251]  Τοῦτο καὶ τὴν Ἀρείου βδελυρίαν ἐλέγχει·
 [01549]  Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος τοῖς Ἐπικουρείοις καὶ Στωικοῖς διαλεγόμενος φιλοσόφοις καὶ ἐπὶ τοῦ Ἀρείου πάγου δημηγορῶν καὶ κατατολμῶν τῶν ἀσπίδων καὶ οἷόν τινα χεῖρα τὸν ἁπλοῦν αὐτοῦ λόγον ὡς εἰς κατάδυσιν θηρίων τὴν τούτων ἀκοὴν ἐμβάλλειν ἐπιχειρῶν·
 [02858]  Ταῦτα καὶ τὴν τοῦ Ἀρείου καὶ Εὐνομίου διελέγχει παραπληξίαν.
 [04950]  Ὅτι γὰρ καὶ ὁ δεσπότης Χριστὸς σωτὴρ ὑπὸ τῆς θείας γραφῆς ὀνομάζεται, οἶμαι καὶ τοὺς Ἀρείου καὶ Εὐνομίου συνομολογεῖν φοιτητάς·
 [05049]  Εἰ πλὴν αὐτοῦ οὐκ ἔστιν, οὐχ ὁμοούσιος δὲ ὁ υἱὸς κατὰ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφη μίαν, πῶς ἀπ' αὐτῶν καλεῖται θεός;
 [05151]  Ἱκανὰ καὶ ταῦτα διελέγξαι τὴν Ἀρείου καὶ Εὐνομίου παρα-πληξίαν·
 [05319]  Ἐλέγχει δὲ ταῦτα καὶ τὴν Ἀρείου καὶ Εὐνομίου μανί αν ·
 [05389]  τῶν ἐθνῶν ἁπάντων ὁ λόγος τὴν θεογνωσίαν ἐκήρυξε καὶ τῆς Ἀρείου καὶ Εὐνομίου μανίας καὶ ἀσε βείας κατηγορεῖ·
000-00-00 Serial Number=0291494012
De incarnatione domini Ante [Go Back]  
 [00113]  Οὕτως ὁ θεσπέσιος Παῦλος ἐν ὀλίγοις ῥήμασιν ἅπαν τῶν αἱρετικῶν τὸ στίφος διέλυσεν, Ἀρείου μὲν καὶ Εὐνομίου τὴν μανίαν ἐλέγξας, ἐν τῇ τῶν προειρημένων ῥημάτων ἀρχῇ·
 [00376]  εἰ δὲ καὶ ταῦτα φήσουσιν οἱ τῆς Ἀπολιναρίου ματαιολογίας κληρονόμοι, μετὰ Ἀρείου καὶ Εὐνομίου τῶν χριστομάχων ταχθήτωσαν·
 [00620]  Οὕτω τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξομεν, τὰ μὲν ταπεινῶς εἰρημένα καὶ πεπραγμένα τῷ Σωτῆρι Χριστῷ, προσάπτοντες τῇ τοῦ δούλου μορφῇ·
000-00-00 Serial Number=0162730515
De sancta trinitate Ante [Go Back]  
 [00304]  εἰ ἐμὲ οἴδατε, καὶ τὸν Πατέρα ᾔδειτε ἄν·» βαβαὶ πόση τῶν αἱρετικῶν ἡ παραπληξία! πόσην νοσοῦσιν ἐμ βροντησίαν οἱ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κληρονόμοι! πρὸς τῇ παραπληξίᾳ, πολλὴν ἔστιν ἰδεῖν ἐν αὐτοῖς ἐπανθοῦσαν ἀναισχυντίαν·
 [00531]  Ἐπειδὴ δὲ οἱ νοσοῦντες πᾶσαν ἀναισχυντίαν, οἱ τῆς τοῦ Ἀρείου, φημὶ, καὶ Εὐνομίου μαθηταὶ βλα σφημίας, αὐτόν φασιν εἶναι τὸν Θεὸν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀναγκαίως ὁ μακάριος Παῦλος δείκνυσι τὸ τοῦ Πνεύματος πρόσωπον·
 [00629]  κατὰ τὴν Ἀρείου διαίρεσίν τε καὶ ἀλλοτρίωσιν καὶ δυσσεβῆ πολυπραγμοσύνην·
000-00-00 Serial Number=0967661142
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00370]  Εἰ δὲ ἀναιρε θείη σαρκὸς καὶ θεότητος τὸ διάφορον, τίσιν ὅπλοις χρησό μεθα κατὰ Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι;
 [01101]  μᾶλλον δὲ τοῖς μὲν ἄλλοις ἅπασι πᾶσα πόλις ἀνέῳ κται, οὐ μόνον τοῖς τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦσιν, ἀλλὰ καὶ Μανιχαίοις, καὶ Μαρκιωνισταῖς, καὶ τοῖς τὰ Βαλεντίνου καὶ Μοντανοῦ νοσοῦσι, καὶ μέντοι καὶ Ἕλλησι καὶ Ἰουδαίοις·
 [01154]  Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μυσαροῦ τού του φρονήματος, ὅτι καί τινας τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων εὑρηκὼς πρὸς τὴν Ἀρείου μανίαν ἐν συντάγμασιν ἀποτεινομένους, καὶ ἀναγκαζομένους διὰ τὸν πρὸς ἐκείνους ἀγῶνα πλείονι διαιρέσει κεχρῆσθαι, δυσχεραίνω καὶ οὐ προσίεμαι τὴν τοιαύτην διαίρεσιν·
 [01158]  καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ πρὸς τοὺς τὰ Μακεδονίου νοσοῦντας, καὶ πρὸς τὴν Ἀπολιναρίου τερθρείαν, καὶ πρὸς τὴν Μαρκίωνος λύτταν συνεγράψαμεν πάλαι·
 [01230]  Ὅτι γὰρ ἃ φρονοῦμεν γεγράφαμεν, μαρτυρεῖ καὶ τὰ παρ' ἡμῶν συγγραφέντα εἴς τε τὰς θείας Γραφὰς καὶ κατὰ τῶν τὰ Ἀρείου καὶ Εὐνομίου φρονούντων.
 [01437]  Τοῦτο δέ, ὡς οἶμαι, καὶ οἱ τὰ Ἀρείου φρονοῦντες ὁμολογοῦσι, καὶ οὐ καλοῦσι τὴν σάρκα θεότητα, οὔτε μὴν τὴν θεότητα σάρκα προσαγορεύουσι.
 [01507]  Οὕτω κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι λύττης, ῥᾷστα τὴν κατὰ τοῦ Μονογενοῦς παρ' αὐτῶν τολμωμένην διελέγχομεν βλασφημίαν, τὰ ταπεινῶς εἰρημένα παρὰ τοῦ ∆εσπότου καὶ τῇ ληφθείσῃ φύσει προσφόρως, ὡς ἀνθρώπῳ προσάπτοντες, καὶ αὖ πάλιν ὡς Θεῷ τὰ θεοπρεπῆ καὶ τῆς φύσεως ἐκείνης δηλωτικά·
 [01520]  Οἱ δὲ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες σῶμα μόνον ἀνειληφέναι τὸν Θεὸν Λόγον φασίν, αὐτὸν δὲ τῆς ψυχῆς ἐν τῷ σώματι πληρῶσαι τὴν χρείαν.
 [01658]  Καὶ γὰρ ἐν τῇ μεγάλῃ συνόδῳ, τῇ ἐν Νικαίᾳ συναθροισθείσῃ φημί, συνε ψηφίσαντο μὲν τοῖς ὀρθοδόξοις οἱ τῆς Ἀρείου συμμορίας καὶ τῇ ἀποστολικῇ διὰ τῶν χειρῶν ἐκθέσει συνέθεντο.
 [01660]  Καὶ τριάκοντα μὲν ἔτη διετέλεσαν κοινωνοῦντες ἀλλήλοις, οἵ τε τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων καὶ οἱ τὴν Ἀρείου βλασφημίαν νοσοῦντες.
 [01661]  Ἐν Ἀντιοχείᾳ δὲ τῆςἐσχάτης συνόδου γεγενημένης, ὅτε τὸν τοῦ Θεοῦ ἄνθρωπον τὸν μέγαν Μελέτιον τοῖς ἀποστολικοῖς ἐκείνοις ἐνίδρυσαν θώκοις, εἶτα μετ' ὀλίγας αὐτὸν ἡμέρας διὰ τῆς βασιλικῆς ἐξέβαλον δυναστείας, προεβλήθη μὲν Εὐζώιος προφανῆ τὴν Ἀρείου περικείμενος λύμην, ἀπέστησαν δὲ παραυτίκα οἱ τῶν εὐαγγελικῶν δογμάτων ὑπερασπίζοντες, καὶ ἐξ ἐκείνου μεμέ νηκεν ἡ διαίρεσις.
 [01731]  Ἓξ γὰρ καὶ εἴκοσι ἔτη τὴν ἐγχειρισθεῖ σάν μοι παρὰ τοῦ Θεοῦ τῶν ὅλων Ἐκκλησίαν ἰθύνας διὰ τὰς ὑμετέρας εὐχάς, οὐκ ἐπὶ τοῦ μακαριωτάτου Θεοδότου τοῦ τῆς Ἀνατολῆς προέδρου, οὐκ ἐπὶ τῶν μετ' ἐκεῖνον, τῶν τὸν Ἀντιοχέων διαδεξαμένων θρόνον, τὴν τυχοῦσαν μέμψιν ὑπέμεινα, ἀλλὰ τῆς θείας μοι χάριτος συνεργησάσης, πλείους μὲν ἢ χιλίας ψυχὰς ἠλευθέρωσα τῆς Μαρκίωνος νόσου, πολλοὺς δὲ ἄλλους ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου συμμορίας προσήγαγον τῷ ∆εσπότῃ Χριστῷ·
 [01777]  Πλείους γὰρ ἢ τριάκοντα συνέγραψα βίβλους, κατὰ Ἀρείου καὶ Εὐνομίου, κατὰ Μαρκίωνος, κατὰ Μακεδονίου, κατὰ Ἑλλήνων, κατὰ Ἰουδαίων·
 [02339]  ἀλλὰ ταύτην ἀεὶ τὴν συκοφαντίαν κατὰ τῆς Ἐκκλησίας οἱ τῆς Ἀρείου καὶ Εὐνομίου, καὶ μέντοι καὶ Ἀπολιναρίου συμμορίας ἀναίδην ἐξύφηναν.
 [02466]  Οὐ γὰρ ὑπὲρ δυάδος υἱῶν, ἀλλ' ὑπὲρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς τοὺς τὴν Ἀρείου καὶ Εὐνομίου νόσον εἰσδεξαμένους, καὶ πρὸς τοὺς τὴν Ἀπολιναρίου φρε νοβλάβειαν ἀσπαζομένους, καὶ μέντοι καὶ πρὸς τοὺς τῇ Μαρκίωνος σηπεδόνι κατεχομένους ἀγωνιζόμενοι διατετελέ καμεν, Ἕλληνας μὲν πείθοντες, ὅτι αὐτός ἐστιν ὁ τῶν ἁπάν των ∆ημιουργός, ὁ τοῦ ἀεὶ ὄντος Θεοῦ συναΐδιος Υἱός·
 [02468]  τοὺς δὲ Ἀρείου καὶ Εὐνομίου κληρονόμους, ὅτι τοῦ Πατρὸς ὁμοούσιος, ὁμότιμός τε καὶ ἰσοδύναμος·
000-00-00 Serial Number=0984448850
Eranistes Ante [Go Back]  
 [00014]  Πάλιν δ' αὖ τὸ τῇ θεότητι τοῦ δεσπότου Χριστοῦ προσάπτειν τὸ πάθος ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κεκλόφασιν, ὡς ἐοικέναι τήνδε τὴν αἵρεσιν ἀτεχνῶς τοῖς ὑπὸ τῶν προσαιτῶν ἐκ διαφόρων ῥακίων συρραπτομένοις ἐσθήμασιν.
 [00048]  Τοῦ θεοῦ, καὶ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ παναγίου πνεύματος, μίαν οὐσίαν φαμέν, ὡς παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν παλαιᾶς τε καὶ νέας καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων, ἢ ταῖς Ἀρείου βλασφημίαις ἀκολουθοῦμεν;
 [01155]  {ΟΡΘ.} Τὸ Ἀρείου τῷ Σαβελλίου.
 [01740]  εἴ τίς σοι τῶν Ἀρείου ἢ τῶν Εὐνομίου στασιωτῶν προσδιαλεγόμενος σμικρύνειν τὸν υἱὸν πειρῷτο, καὶ τοῦ πατρὸς δεικνύναι μείονά τε καὶ ὑποδεέστερον, ἐκεῖνα λέγων, ἅπερ λέγειν εἰώθασι, καὶ προφέρων ἀπὸ τῆς θείας γραφῆς τό·
 [03986]  {ΕΡΑΝ.} Ἐνέτυχον ἐνίοις τούτου συγγράμμασι, καὶ εὗρόν γε τοῖς Ἀρείου συμφερόμενον δόγμασιν.
 [04148]  Εἰ δὲ τοῦτο δοίημεν, τῇ Ἀρείου καὶ Εὐνομίου πάντως περιπεσούμεθα βλασφημίᾳ.
 [04414]  Τοῦτο δὲ τὸ πνεῦμα οἱ μὲν Ἀρείου καὶ Εὐνομίου τὴν θεότητα τοῦ μονογενοῦς εἶναί φασιν·
000-00-00 Serial Number=0576846957
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00673]  ὁποῖοί εἰσιν οἱ τὰ τοῦ Ἀρείου, καὶ Εὐνομίου, καὶ Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μάνητος, καὶ Μοντανοῦ φρονοῦντες·
000-00-00 Serial Number=0058868945
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00021]  Ἐν δὲ τῷ τετάρτῳ τὰς νεωτέρας ἐπιδείξομεν αἱρέσεις, τὴν Ἀρείου φημὶ, καὶ Εὐνο μίου, καὶ ὅσαι μετ' ἐκείνας ἐφύησαν, μέχρι ταύτης τῆς ἐσχάτης, ἣν ἀθρόον ὁ ∆εσπότης ἀνέσπασε πρόῤ ῥιζον.
 [00578]  Συνέγραψε δὲ καὶ ὁ Λαοδικεὺς Γεώργιος, ἀνὴρ τῆς μὲν Ἀρείου προστατεύων αἱρέσεως, τοῖς δὲ φιλοσόφοις ἐντεθραμμένος μαθήμασι.
 [00939]  Περὶ Ἀρείου.
 [00945]  Περὶ Ψαθυριανῶν, καὶ τῶν ἄλλων ἐκ τῆς Ἀρείου καταγομένων αἱρέσεως.
 [00972]  Περὶ Ἀρείου.
 [00994]  [83.416] ξανδρος (οὗτος γὰρ τῆς Ἐκκλησίας ἐκείνης κατεῖχε τὰ πηδάλια), πρῶτον μὲν ἐπειράθη πεῖσαι τὸν βασι λέα, τοῖς πεπλασμένοις Ἀρείου λόγοις μηδαμῶς ὑπαχθῆναι.
 [01023]  Οὗτος τὰς Ἀρείου προφανῶς ηὔξησε βλασφημίας.
 [01078]  Περὶ Ψαθυριανῶν, καὶ τῶν ἄλλων ἐκ τῆς Ἀρείου καταγομένων αἱρέσεως.
 [01079]  Ἐκ δὲ τῆς Ἀρείου βλασφημίας πάλιν ἕτερον ἀπεῤῥάγη τμῆμα.
 [01092]  Τοσαύτας ἔλαβον ἐκ τῆς Ἀρείου μανίας βλασφημιῶν ἀφορμάς·
 [01093]  εἰς τοσαῦτα τμήματα καὶ ἡ Ἀρείου διῃρέθη συμμορία.
 [01097]  Παύλου γὰρ τοῦ πανευφήμου, τοῦ τὴν βασιλίδα πόλιν ποιμάναντος, παρὰ τῶν τὴν Ἀρείου νόσον εἰσδεξαμένων ἐξελασθέντος, Μακεδόνιος ἀντ' ἐκείνου τὰ τῆς Ἐκκλησίας ἐκείνης ἐνεχειρίσθη πηδάλια.
 [01106]  Οὗτοι δὲ, κατὰ μὲν τὴν αἵρεσιν τοῖς Ἀρείου συμφέρονται.
 [01128]  οὗτοι δὲ, τὴν αἵρεσιν τὴν Ἀρείου παρὰ τῶν τηνικαῦτα βασι λευόντων κρατυνομένην ἰδόντες, εἰς ἐκείνην ἀπ έκλιναν.
 [01462]  οὔτε κατὰ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν κτίσμα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὀνομάζομεν.
 [01615]  Οὐ γὰρ οἶδεν αὐτὸ τῆς κτίσεως μόριον, οὐδὲ πρῶτον ποίημα ὀνομάζει, κατὰ τὴν Ἀρείου, καὶ Εὐνομίου, καὶ Μακεδονίου βλασφημίαν·
 [01723]  Καὶ ἐπὶ τοῦ Ἀρείου δὲ πάγου δημηγορῶν, οὕτως ἔφη·
 [02125]  Οὐ γὰρ προκαλύμματι τῆς θεότητος χρώμενος ἀν έλαβε τὴν τοῦ σώματος φύσιν, κατὰ τὴν Ἀρείου καὶ [83.492] Εὐνομίου φρενοβλάβειαν·
000-00-00 Serial Number=0272654057
Historia ecclesiastica Ante [Go Back]  
 [00011]  Ἀρείου ἐπιστολὴ πρὸς Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον.
 [00029]  Περὶ τῆς Ἀρείου τελευτῆς ἐκ τῆς Ἀθανασίου ἐπιστολῆς.
 [00117]  καὶ μετὰ τήνδε, τὴν αὐτοῦ γε Ἀρείου, καὶ μετ' ἐκείνην τὰς ἄλλας ὧν ἡ τῆς ἱστορίας δεῖται διήγησις, ἵνα μαρτυρῶσι τῇ ἀληθείᾳ τῆς συγγραφῆς καὶ σαφέστερον τὰ γεγενημένα διδάσκωσιν.
 [00364]  ἀλλ' ἦσάν τινες, εὐαρίθμητοι μέν, ὕπουλοι δὲ καὶ τὰ βράχη μιμούμενοι, καὶ τὴν πονηρίαν καλύπτοντες καὶ ταῖς Ἀρείου βλασφημίαις οὐ προφανῶς συνηγοροῦντες.
 [00428]  Θεωνᾶς δὲ καὶ Σεκοῦνδος, τοῦτο δρᾶσαι μὴ βουληθέντες, παρὰ πάντων συμφώνως ἀπεκηρύχθησαν, ὡς τὴν [38] Ἀρείου βλασφημίαν τῆς εὐαγγελικῆς προτετιμηκότες διδασκαλίας.
 [00430]  Ἐπειδὴ δὲ καὶ Μελίτιος τῆς ἐπισκοπικῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς Ἀρείου μανίας, εἶτα ἐπί τισι παρανομίαις διε λεγχθεὶς ὑπὸ τοῦ θειοτάτου Πέτρου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, καθῃρέθη μέν, οὐκ ἔστερξε δὲ τὴν τῆς καθαιρέσεως ψῆφον τήν τε Θηβαΐδα καὶ τὴν πελάζουσαν Αἴγυπτον θορύβου καὶ ζάλης ἐνεπίμπλα, τυραννίδι κατὰ τῆς Ἀλεξάνδρου χρώμενος προεδρίας, ἔγραψαν πρὸς τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἃ περὶ τῆς τούτου νεωτεροποιΐας ἐνομοθέτησαν.
 [00435]  πρῶτον μὲν ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν Ἀρείου ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν Κωνσταντίνου, καὶ παμψηφὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτοῦ τὰ βλάσφημα οἷς ἐχρῆτο βλασφημῶν τὸν υἱὸν τοῦ θεοῦ, λέγων ἐξ οὐκ ὄντων εἶναι καὶ πρὶν γεννηθῆναι μὴ εἶναι καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτι κὸν τὸν υἱὸν τοῦ θεοῦ.
 [00509]  γέγραφε δὲ τὴν ἐπιστολὴν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν, ὡς εἰκός, ἐγκαλοῦντας αὐτῷ.
 [00562]  Ἔδει μὲν οὖν τοὺς τὰ Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβές, τούτῳ γοῦν πιστεύειν ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι.
 [00563]  ἐπειδὴ δὲ καὶ πρὸς τὰς τῶν οἰκείων πατέρων διαμά χονται δόξας, ἐχρῆν τοῦ Ἀρείου τὴν αἰσχίστην μεμαθηκότας καὶ φρίκης γέμουσαν τελευτὴν φυγεῖν παντὶ σθένει τὴν ὑπ' ἐκείνου τεχθεῖσαν ἀσέβειαν.
 [00591]  [58] Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε.
 [00623]  Μακάριος δὲ ἦν οὗτος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν.
 [00659]  Οἱ δὲ τῆς Ἀρείου συμμορίας τῶν παμπονήρων οὐκ ἐπελάθοντο βουλευμάτων.
 [00684]  Ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγά [68] πην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλό μενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρό γε πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροποίητο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς.
 [00705]  ἐπειδὴ δὲ τοὺς ἱεροὺς κατέλαβον τόπους καὶ τοὺς ὁμόφρονας ἐθεάσαντο, Εὐσέβιόν τε τὸν Καισαρείας καὶ τὸν Σκυθοπολίτην Πατρόφιλον καὶ τὸν Λύδδης Ἀέτιον καὶ τὸν Λαοδικείας Θεόδοτον καὶ τοὺς ἄλλους ὅσοι τὴν λώβην εἰσεδέξαντο τὴν Ἀρείου, ἐμήνυσάν τε τὸ τυρευόμενον καὶ σὺν αὐτοῖς τὴν Ἀντιόχου κατέλαβον.
 [00721]  πάντες δὲ ὁμοίως τὴν Ἀρείου λώβην εἶχον ἐγκεκρυμμένην.
 [00824]  Ἀλεξάνδρου τοῦ θαυμασίου πρεσβύτου, ὃς τὴν Ἀρείου κατηγωνί σατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασιν ἐν τραφείς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος [81] ἀξιάγαστος.
 [01010]  πάντες δὲ αὐτὸν ἀσμένως ἀπέλαβον, καὶ ἀστοὶ καὶ χωρητικοί, καὶ [96] οἱ ὀλίγοι καὶ οἱ πολλοί, μόνους δὲ ἠνία τῆς Ἀρείου μανίας τοὺς θιασώτας ἐπανελθών.
 [01051]  Τοιαύτας μιαιφονίας ἡ Ἀρείου βεβλάστηκε βλασφημία.
 [01120]  ἔτι τοίνυν πρὸς τούτοις πᾶσι καὶ τοὺς πάλαι κατη γορηθέντας καὶ ἐκβληθέντας διὰ τὴν Ἀρείου αἵρεσιν οὐ μόνον ἐδέξαντο, ἀλλὰ καὶ εἰς μείζονα βαθμὸν προήγαγον, διακόνους μὲν εἰς πρεσβυτέριον, ἀπὸ δὲ πρεσβυτέρων εἰς ἐπισκοπήν, δι' οὐδὲν ἕτερον ἢ ἵνα τὴν ἀσέβειαν διασπεῖραι καὶ πλατῦναι δυνηθῶσι καὶ τὴν εὐσεβῆ διαφθείρωσι πίστιν.
 [01128]  Τοὺς δὲ περὶ Θεόδωρον τὸν ἀπὸ Ἡρακλείας τῆς Εὐρώπης καὶ Νάρκισσον τὸν ἀπὸ Νερωνιάδος τῆς Κιλικίας καὶ Ἀκάκιον τὸν ἀπὸ Καισαρείας τῆς Παλαιστίνης καὶ Στέφανον ἀπὸ Ἀντιοχείας καὶ Οὐρσάκιον ἀπὸ Σιγγιδούνου τῆς Μυσίας καὶ Οὐάλεντα τὸν ἀπὸ Μυρσῶν τῆς Παννονίας καὶ Μηνόφαντον τὸν ἀπὸ Ἐφέσου καὶ Γεώργιον τὸν ἀπὸ Λαοδικείας, εἰ καὶ φοβηθεὶς μὴ παρεγένετο ἀπὸ τῆς Ἑῴας, ὅμως διὰ τὸ ἀπὸ τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας καθῃρῆσθαι αὐτὸν καὶ διὰ τὸ καὶ τούτους σὺν αὐτῷ τῆς Ἀρείου μανίας εἶναι καὶ διὰ τὰ ἐπενεχθέντα αὐτοῖς ἐγκλήματα, τούτους παμψηφεὶ καθεῖλεν ἡ ἁγία σύνοδος ἀπὸ τῆς ἐπισκοπῆς·
 [01272]  πυρκαϊὰν γὰρ ἀνάψας καὶ στήσας παρ θένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι.
 [01438]  Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ [138] τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον αὐτοῖς πίστιν καὶ τὴν Ἀρείου βεβαιώσειν διδα σκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμηνον καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς τῆς Ἑσπέρας συναγαγεῖν ἐπισκόπους, καὶ προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου.
 [01441]  ἐπειδὴ δὲ συνῆλθον, φενακίσαι μὲν ἐπειράθησαν οἱ τῆς Ἀρείου λώβης μετει ληχότες τῶν συναθροισθέντων τὸ πλῆθος, καὶ διαφερόντως τοὺς Ἑσπερίους ἁπλοῖς ἤθεσι κεχρημένους.
 [01452]  ὧν ἡ διδα σκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι' ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει, ὡς εἴπερ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται.
 [01484]  ἐντίθημι δὲ καὶ ταύτην τῇ ἱστορίᾳ, οὐχ ὡς εὖ ἔχουσαν, ἀλλ' [145] ὡς τὴν Ἀρείου συμμορίαν διελέγχουσαν.
 [01536]  Κατὰ μὲν δὴ τὴν Ἑσπέραν παρὰ τῶν Ἀρείου θιασωτῶν τοιαῦτα καὶ τοσαῦτα κατὰ τῶν τῆς ἀληθείας δογμάτων κατεσκευάσθη σοφί σματά τε καὶ μηχανήματα.
 [01544]  τῆς γὰρ δὴ Ἀρείου βλασφημίας μετέχων κρύπτειν ἐπειρᾶτο τὴν νόσον.
 [01549]  ὅσοι μὲν γὰρ τοῖς ἀποστολικοῖς εἵποντο δόγμασιν οὐδεμιᾶς παρ' ἐκείνου κηδεμονίας ἢ χειροτονίας ἀπήλαυσαν, οἱ δὲ τῆς Ἀρείου μανίας μετειληχότες καὶ παρρησίας μετελάγχανον ὅτι μάλιστα πλείστης καὶ τοῖς ἱερατικοῖς ἐγκατελέγοντο τάγμασι.
 [01550]  Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν καὶ Ἀέτιος ὁ Εὐνομίου διδάσκαλος, ὃς [154] τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησε, τῷ τῶν διακόνων ἐγκατελέγη χορῷ.
 [01585]  ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζό μενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἐξαπάτης ἡ τῆς ἐπωνυμίας [157] ταυτότης ἐγίνετο καὶ βουκολεῖν ἔμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους, ἀπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες καὶ ὡς τὴν παλαιὰν ἐκείνην προφέροντες, διέλυσεν ὁ τῶν ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον.
 [01689]  τῆς Ἀρείου γὰρ ἔλεγον βλασφημίας δυσσεβέστερα εἶναι τὰ παρὰ τούτου λεγό μενα.
 [01697]  ἐντεῦθεν αἱρέσεως ἀρχηγὸς γενόμενος ὁ Εὐνόμιος ταῖς τῆς ἀσεβείας προσθή καις τὴν Ἀρείου βλασφημίαν ἐπηύξησεν.
 [01736]  τοῦτον ὑποτοπήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἶναι καὶ κοινωνὸν τῶν δογμάτων, ἐξῄ τησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων ἐκκλησίας παραδοῦναι τὰς ἡνίας.
 [01752]  Κατὰ ταύτης τῆς διδασκαλίας οἱ τὴν Ἀρείου νόσον ἐν τῇ ψυχῇ φέροντες τὰς γλώττας ἐκίνησαν καὶ συκοφαντίαν ἐξύφηναν, τὰ Σα βελλίου φρονεῖν τὸν θεῖον εἰρηκότες Μελέτιον·
 [01754]  καὶ παραυτίκα Εὐζώϊον ἀντ' ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον·
 [01983]  οἱ δὲ τῆς Ἀρείου συμμορίας ταύτην τηνικαῦτα κατεῖχον.
 [02319]  Γίγνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μέν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόν τες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν καὶ Γαλλίας, καὶ τῆς Ἰταλίας πάσης καὶ ∆αλματίας, ∆ακίας τε καὶ Μυσίας, Μακε δονίας καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι καὶ Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην, Παμφυλίαν τε καὶ Λυκίαν καὶ Ἰσαυρίαν, καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον καὶ Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν καὶ τὰ πλησίον μέρη, καὶ αἱ κατὰ τὴν Ἀνατολὴν ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων.
 [02349]  Αὐξεντίου γάρ, ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνου δὲ τὴν ἐκκλησίαν πεπιστευμένος ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπισκόπους ὁ βασιλεὺς [218] τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις·
 [02506]  ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνην γυμνώσαντες, ἕτερον ἀντ' ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν ἐκείνην οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ κομῶν, οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπόνος, οὐ φυτοκόμος, οὐκ ἀνήρ, οὐ γυνή, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλη σιαστικὸν συνήθως ἀφίκετο σύλλογον·
 [02527]  ἱκανὸν δὲ ὅμως τεκμηριῶσαι τὸ μῖσος ὁπόσον εἶχεν ἡ πόλις ἐκείνη περὶ τὴν Ἀρείου συμμορίαν.
 [02619]  ὁ δὲ τῶν ὅρκων κατὰ τὸν ἀνόητον μεμνημένος Ἡρώδην τοῖς συμπαροῦσιν αὐτῷ ἐκ τῆς Ἀρείου συμμορίας βαπτίσαι τὸ παιδίον προσέταξε·
 [02712]  διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι ἥκετε πρόθυμοι, μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὑπογράφοντες δόγματι, ὃ νῦν κηρύττει ὀνομαστὶ λέγων Λούκιος, εὖ εἰδότες ὡς πειθαρχοῦντες χρήματα καὶ πόρους καὶ γέρα παρὰ βα σιλέως ἕξετε, ἀπαναινόμενοι δὲ εἱρκτῆς καὶ στρεβλῶν καὶ βασάνων καὶ μαστίγων καὶ δαμαστηρίων πεῖραν λήψεσθε, χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε.
 [02720]  οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας·
 [02756]  ἀλλ' ἐν τούτοις ἐγαυρίων οἱ τῆς Ἀρείου μανίας ὑπήκοοι χορεύοντες.
 [02806]  καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασφημίας τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν·
 [02842]  ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντε θραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς καὶ ∆ιόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώ πων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.
 [02848]  καταλιπὼν [268] γὰρ τὴν ἔρημον ἅπαν ἐκεῖνο περιῄει τὸ ἄστυ, διδάσκων ἅπαντας ὡς τῆς ἀποστολικῆς διδασκαλίας κήρυξ ἐστὶν Ἀθανάσιος καὶ ὡς ἀντί παλοι τῆς ἀληθείας οἱ τῆς Ἀρείου συμμορίας.
 [02945]  Τίνες ἐπίσημοι τῆς Ἀρείου δυσσεβείας ἐγένοντο προστάται.
 [03028]  καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοῖς δὲ ἀρίστοις ποιμέσι καὶ τοῖς θείοις ποιμνίοις τούτους ἀποδοῦναι προσέταξε.
 [03187]  Ταῦτα κατά τε τῆς Ἀρείου καὶ Ἀετίου καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν.
 [03213]  Ἀναθεματίζομεν τοὺς Μακεδονιανούς, οἵτινες ἐκ τῆς τοῦ Ἀρείου ῥίζης καταγόμενοι οὐχὶ τὴν ἀσέβειαν ἀλλὰ τὴν προσηγορίαν ἐνήλλαξαν.
 [03584]  οὗτος καὶ τῆς Ἀρείου λώβης μεταλαχών, ἕνα οἱ ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν.
 [03648]  ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν.
 [03765]  ἓξ δὲ καὶ τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος καὶ τὸν λῃστρικὸν Ἀπολιναρίου καταγωνιζόμενος λόχον καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων.
 [03768]  πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν.
000-00-00 Serial Number=0339245498
Historia religiosa Ante [Go Back]  
 [00147]  ἀλλ' οἱ πλείους μὲν ἄσμενοι τοῦτο ἐποίουν, ἑπτὰ δέ τινες τῆς Ἀρείου βλασφημίας συνήγοροι τῇ μὲν γλώττῃ καὶ τῇ χειρὶ συνωμολόγησαν, ἀντιφθεγγο μένην δὲ τῇ γλώττῃ τὴν γνώμην ἐπέκτηντο κατὰ τὴν προφητείαν τὴν λέγουσαν·
 [00168]  Ἀπόχρη δὲ τοῦτο καὶ μόνον τῶν τῆς Ἀρείου δυσσεβείας κληρονόμων διελέγξαι τὴν ἄνοιαν.
 [00334]  [2.15] Ἐπειδὴ δὲ καὶ Οὐάλης, ὁ μετ' ἐκεῖνον τῆς ῥωμαϊκῆς ἡγεμονίας τὰς ἡνίας δεξάμενος, τῶν εὐαγγελικῶν δογμάτων προέμενος τὴν ἀλήθειαν, τῆς Ἀρείου πλάνης τὴν ἀπάτην ἐδέξατο, τηνικαῦτα μείζων ἡ ζάλη κατὰ τῆς ἐκκλησίας ἠγείρετο, τῶν μὲν κυβερνητῶν πανταχόθεν ἐλαυνομένων, καταποντιστῶν δέ τινων καὶ πολεμίων ἀντεισαγομένων.
 [00344]  Ἀλλ' οἱ θεσπέσιοι καὶ μακάριοι ἄνδρες, Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερουργίας ἠξιωμένοι καὶ τοῦ εὐσεβοῦς λαοῦ προστατεύοντες, καὶ Ἀφραάτης, οὗ τὸν βίον αὐτὸν καθ' ἑαυ τὸν ὑμῖν, σὺν θεῷ φάναι, προσθήσω, τὸν μέγαν ἐκεῖνον Ἀκάκιον πείθουσιν, οὗ ἤδη τὴν μνήμην ἐποιησάμεθα, λαβεῖν μὲν τῆς ὁδοῦ κοινωνὸν τὸν ἑαυτοῦ μὲν διδάσκαλον, τοῦδε δὲ τοῦ ἁγίου γέροντος φοιτητήν, Ἀστέριον ἐκεῖνον τὸν πάνυ, δραμεῖν δὲ πρὸς τὸ κοινὸν τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς εὐαγγελικῆς διδασκαλίας τὸ ἔρεισμα, καὶ πεῖσαι κατα λιπεῖν μὲν τὴν ἐν ἐρήμῳ διατριβήν, ἀφικέσθαι δὲ εἰς ἐπικουρίαν μυριάδων τοσούτων ὑπ' ἐξαπάτης ἀπολλυμένων καὶ τὴν Ἀρείου κατασβέσαι φλόγα τῇ τῆς ἀφίξεως δρόσῳ.
 [00357]  κοινωνὸν γὰρ ἔχειν σε τῆς σφετέρας δυσσεβείας οἱ τῆς Ἀρείου βδελυρίας προστάται νεανιεύονται.
 [00541]  Ἐβδελύττετο μὲν γὰρ τὴν Ἀρείου μανίαν ὑπὸ τῆς βασιλικῆς δυναστείας κατ' ἐκεῖνο τοῦ καιροῦ ἐξαπτομένην·
000-00-00 Serial Number=0953130841
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01619]  Οὗτος ὁ ψαλμὸς καὶ τὴν Ἀρείου, καὶ τὴν Εὐνομίου, καὶ Ἀπολιναρίου φρενοβλάβειαν ἐλέγχει.
000-00-00 Serial Number=0857995808
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04906]  Ταῦτα δὲ καὶ τὴν Ἀρείου καὶ Εὐ νομίου παραπληξίαν ἐλέγχει.
000-00-00 Serial Number=0341337919
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02173]  [127] οἱ δὲ τὴν Ἀρείου καὶ Εὐνομίου περικείμενοι λώβην, τὸν θεῖον νόμον ἄν τικρυς παραβαίνουσιν, Θεὸν μὲν τὸν υἱὸν ὁμολογοῦντες, κτιστὸν δὲ ἀπο καλοῦντες καὶ τῆς θείας οὐσίας ἀλλότριον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»