Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀφικόμενος [31]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀφικόμενος


000-00-00 Serial Number=0599127948
Graecarum affectionum curatio Ante [Go Back]  
 [00081]  Ὅτι δὲ καὶ τῶν ∆ιονυσίων καὶ τῶν Παναθηναίων, καὶ μέντοι καὶ τῶν Θεσμοφορίων καὶ τῶν Ἐλευσινίων τὰς τελετὰς Ὀρφεύς, ἀνὴρ Ὀδρύσης, εἰς τὰς Ἀθήνας ἐκόμισεκαὶ εἰς Αἴγυπτον ἀφικόμενος τὰ τῆς Ἴσιδος καὶ τοῦ Ὀσίριδος εἰς τὰ τῆς ∆ηοῦς καὶ τοῦ ∆ιονύσου μετατέθεικεν ὄργια, διδάσκει μὲν Πλούταρχος ὁ ἐκ Χαιρωνείας τῆς Βοιωτίας, διδάσκει δὲ καὶ ὁ Σικελιώτης ∆ιόδωρος, μέμνηται δὲ καὶ ∆ημοσθένης ὁ ῥήτωρ καί φησι τὸν Ὀρφέα τὰς ἁγιωτάτας αὐτοῖς τελετὰς κατα [1.22] δεῖξαι.
 [00363]  τοὺς γὰρ τὰς τελετὰς αὐτοῖς παραδεδω κότας εἰρηκέναι φησίν, ὅτι ὃς ἂν ἀμύητος καὶ ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται ἐν βορβόρῳ κείσεται, ὁ δὲ κεκαθαρμένος τε καὶ τετελεσμένος ἐκεῖσε ἀφικόμενος μετὰ θεῶν οἰκήσει.
 [00496]  Ὁ δὲ Ὀδρύσης Ὀρφεύς,καὶ αὐτὸς εἰς Αἴγυπτον ἀφικόμενος, τὰ περὶ τοῦ ὄντος οὕτω πως μεμάθηκε καὶ βοᾷ·
 [03402]  ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει.
000-00-00 Serial Number=0238424897
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00082]  Ἀλλὰ πάλιν ὁ θεῖος ἀφικόμενος Πέτρος, ἐγύμνωσεν αὐτὸν τῶν τῆς ἀπάτης πτερῶν, καὶ τέλος εἰς ἀγῶνα θαυματουργίας προσκαλεσάμενος, καὶ θείας χάριτος καὶ γοητείας τὸ διάφορον δείξας, πάντων ὁρώντων Ῥωμαίων, ἀφ' ὕψους αὐτὸν πολλοῦ κατέῤῥαξε προσευξάμενος, καὶ τοὺς αὐτόπτας τοῦ θαύματος εἰς σωτηρίαν ἐζώγρησεν.
 [00895]  Εἴς τινα δὲ κώμην σὺν αὐτοῖς ἀφικόμενος, ἠνάγκασεν ἐπισκοπικῆς αὐ τῷ μεταδοῦναι χειροτονίας, καὶ ταύτην αὐτοὶ τὴν βίαν ὠδύραντο, καταλαβόντες τὴν Ῥώμην, καὶ τὰ γεγενημένα διδάξαντες.
000-00-00 Serial Number=0307289422
Historia ecclesiastica Ante [Go Back]  
 [00832]  ὁ δὲ ἀφικόμενος διήλεγξε τῶν κατηγορημάτων τὸ ψεῦδος καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν ἐκκλησίαν·
 [01036]  Ἀθανάσιος δὲ πρὸς Κώνσταντα ἀφικόμενος (Κωνσταντῖνος γὰρ ὁ πρεσβύτατος πολεμῶν ἐτεθνήκει), τῆς Ἀρειανικῆς φάλαγγος τὰς ἐπιβουλὰς ἀπωδύρετο καὶ τὸν κατὰ τῆς ἀποστολικῆς πίστεως ὠλο φύρατο πόλεμον, καὶ τοῦ τε πατρὸς ἀνέμνησε καὶ τῆς συνόδου τῆς μεγίστης ἣν ἐκεῖνος συνήλισε, καὶ ὡς τὰ παρ' ἐκείνων γραφέντα τοῦ συνεδρίου κοινωνῶν ἐκράτυνε νόμῳ.
 [01221]  ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε.
 [01596]  ὁ δὲ Κύριλλος τὴν μὲν Ἀντιόχειαν παρελήλυθε ποιμένος αὐτὴν ἐστερημένην εὑρών, εἰς δὲ Ταρσὸν ἀφικόμενος τῷ θαυμασίῳ συνῆν [158] Σιλβανῷ·
 [01887]  ὁ δέ γε Εὐσέβιος, εἰς τὴν Ἀντιόχειαν ἀφικόμενος καὶ γνοὺς ἐκ τῆς οὐκ ἀγαθῆς ἰατρείας δυσίατον τὸ πάθος γεγενημένον, εἰς τὴν Ἑσπέραν ἀπέπλευσεν.
 [02016]  Τῇ οὖν ἡμέρᾳ τῇ πρώτῃ παραστὰς οὗτος τῇ βασιλέως στιβάδι καὶ τὰ ὄψα κατὰ τὸ ἔθος διαρράνας καὶ τοῦ μύσους ἐμπλήσας, δρόμῳ χρησάμενος τὴν Ἀντιόχου πόλιν κατέλαβε, καὶ πρὸς τὴν θαυμασίαν ἐκείνην ἀφικόμενος ἄνθρωπον·
 [02021]  ὁ δὲ πατὴρ τὸν παῖδα ἐπιζητῶν τήν τε ∆άφνην περιενόστει καὶ εἰς τὸ ἄστυ ἀφικόμενος περιῄει τὰς ἀγυιὰς καὶ τοὺς στενωπούς, πάντοσε περιάγων τὼ ὀφθαλμὼ καὶ τοῦτον ἀνιχνεῦσαι ποθῶν.
 [02602]  ὁ μέντοι ὕπαρχος εἰς τὴν Καισάρειαν ἀφικόμενος καὶ Βασίλειον τὸν μέγαν μεταπεμψά μενος, τιμῆς τε ἠξίωσε καὶ λόγοις πρὸς αὐτὸν ἠπίοις ἐχρήσατο, εἶξαί τε τῷ καιρῷ παραινῶν καὶ μὴ προέσθαι τοσαύτας ἐκκλησίας δι' ὀλίγην δογμάτων ἀκρίβειαν·
 [03490]  Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥωμαίων ἀφικόμενος πόλιν ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμεινεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων.
 [03499]  οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, [324] τὴν μακρὰν καταλύσας δυσμένειαν δι' ἑπτακαίδεκα ἐτῶν, ταῖς ἐκκλη σίαις ἐπρυτάνευσε τὴν εἰρήνην.
 [03700]  οὐδὲ γὰρ ὁ θεῖος ἀπόστολος, εἰς τὰς Ἀθήνας ἀφικόμενος καὶ [343] τὴν πόλιν κατείδωλον θεασάμενος, τῶν βωμῶν τινα τῶν ὑπ' ἐκείνων τιμωμένων κατέλυσεν, ἀλλὰ λόγῳ καὶ τὴν ἄγνοιαν ἤλεγξε καὶ τὴν ἀλήθειαν ἔδειξε.
000-00-00 Serial Number=0577929735
Historia religiosa Ante [Go Back]  
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01097]  [9.14] Πάλιν δὲ τὴν μητέρα τὴν ἐμὴν μετὰ τὰς ἐμὰς ὠδῖνας παρ' αὐτὰς γενομένην τοῦ θανάτου τὰς πύλας, ὑπὸ τῆς τιτθῆς λιπαρηθεὶς ἀφικόμενος ἐξήρπασε τῶν τοῦ θανάτου χειρῶν.
 [01260]  Καί ποτε πρὸς αὐτὴν ἀρρωστοῦσαν ἀφικόμενος καὶ μαθὼν ὡς οὐ πείθεται τροφῆς καταλλήλου τῇ νόσῳ μεταλαβεῖν τὸν ἀσκητικὸν γὰρ λοιπὸν καὶ αὐτὴ ἠσπάζετο βίον , εἶξαι παρῄνει τοῖς ἰατροῖς καὶ φάρμακον νομίσαι τὴν τοιαύτην τροφήν·
 [01347]  Καί ποτε πρὸς αὐτὸν ἀφικόμενος στρατηγὸς εὐσεβείᾳ λαμπρυνόμενος τίς δὲ ἀγνοεῖ Λουπικίνου τὴν ἀρετήν;
 [01508]  Τοὺς μὲν οὖν ἑκατὸν χρυσίνους ἀφικόμενος εἰς τὴν πόλιν Ἔμισα δὲ ἦν αὕτη καὶ γνωρίμους τινὰς εὑρὼν ποιεῖται τὸ δάνεισμα·
 [01661]  [21.6] Πάλιν δὲ τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ἀφικόμενος, ὡς εἶδον τὸν φλογμὸν σφοδρότερον γεγενημένον καὶ τὸν ἐπικείμενον αὐτῷ πυρετὸν τῷ ἔξωθεν πυρὶ τρεφόμενόν τε καὶ αὐξανόμενον, κεφαλαλγίαν σκηψάμενος δυσχεραίνειν ἔλεγον τῆς ἀκτῖνος τὴν προσβολὴν καὶ παρεκάλουν βραχεῖάν μοί τινα παρ' αὐτῷ σχεδιάσαι σκιάν·
 [01745]  ἀφικόμενος δὲ ἐξαίφνης ὁρᾷ τοῦτο λοιπὸν ἐκφερόμενον καὶ ἁρπάσας ἀπὸ τῆς κλίνης·
 [02041]  Οἶδα γὰρ πολλάκις ἀφικόμενος καὶ εὐλογίαν αἰτήσας καὶ μηδὲν ἕτερον εὑρὼν ἢ δύο μόνας ἰσχάδας.
 [02091]  [26.5] Πρὸς τοῦτον ἀφικόμενος ὁ πένταθλος οὗτος τῆς εὐσεβείας ἀγωνιστὴς δέκα μὲν διετέλεσεν ἀγωνιζόμενος ἔτη·
 [02245]  Ἰδὼν δὲ καὶ θαυμάσας ὁ ἄνθρωπος τὴν τοῦ ἕλκους ὑπερβολὴν καὶ παρ' αὐτοῦ μαθὼν ὡς ἀπολαύει τροφῆς, κατελήλυθεν μὲν ἐκεῖθεν, πρὸς ἐμὲ δὲ ἀφικόμενος διηγήσατο ἅπαντα.
 [02316]  [28.4] Πρὸς τοῦτον ἀφικόμενος ηὗρον μὲν αὐτὸν τῶν θείων εὐαγγελίων τὴν ὠφέλειαν καρπούμενον καὶ λίαν ἐπιμελῶς τὴν ἐκεῖθεν ὠφέλειαν συλλέγοντα.
000-00-00 Serial Number=0021807134
Interpretatio in Danielem Ante [Go Back]  
 [02351]  Σφοδροτέρας δὲ γενομένης τῆς στάσεως, ἀφικόμενος ὁ Ἀντίοχος πλείστους μὲν ἀνεῖλε τῶν [81.1445] εὐσεβῶν, τετόλμηκε δὲ καὶ τῶν τοῦ ναοῦ ἀδύ των ἐπιβῆναι.
 [02766]  Οὐκοῦν ἀπὸ μὲν τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ' οὗ Νεεμίας εἰς τὴν Ἱερουσαλὴμ ἀφικόμενος ἀνεγεῖραι ἤρξατο τὰ τείχη [81.1477] τῆς πόλεως, ἕως ∆αρείου τοῦ Ἀρσάμου, ὃν Ἀλέξανδρος ὁ Μακεδὼν ἀνελὼν τὴν τῶν Περσῶν κατέλυσε βασιλείαν, ἔτη ἐστὶ τέτταρα καὶ δέκα πρὸς τοῖς ἑκα τόν·
000-00-00 Serial Number=0860279918
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04890]  ἕτερος δὲ πρὸς αὐτὸν ἀφικόμενος ἄγγελος δραμεῖν αὐτῷ παρ ηγγύησε πρὸς τὸν τὸ μέτρον ἐπιφερόμενον νεανίαν, καὶ εἰπεῖν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»