Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀποφῆναι [36]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀποφῆναι


000-00-00 Serial Number=0403808832
Commentaria in Isaiam Ante [Go Back]  
 [00008]  οὕτω μὲν γὰρ αὐτῷ ῥᾷστα πάντα καὶ λίαν ἐστὶν εὐπετῆ, ὡς καὶ ὄνῳ φωνὴν ἀνθρωπείαν πρὸς ὀλίγον χαρίσασθαι καὶ πέτραν ἄγονον πηγὴν ἡδίστων τε καὶ πλείστων ἀποφῆναι ναμάτων·
 [05937]  Οὐκ ἔστιν οὐ δενὶ συνιδεῖν ὡς ῥᾴδιον ἦν μοι καὶ εὐπετὲς πάντων ὑμᾶς ἀποφῆναι κρείττους;
000-00-00 Serial Number=0009990156
De providentia orationes decem Ante [Go Back]  
 [00337]  οἱ δὲ προλήψει πονηρᾷ κατεχόμενοι, καὶ τῶν βδελυρῶν δογμάτων τὴν νόσον δεξάμενοι, καὶ τῷ χρόνῳ τὴν διάθεσιν ἕξιν ἐργασάμενοι, πολλῶν μὲν δέονται κα θαρτηρίων, τὴν μοχθηρὰν ἐκείνην ὕλην ἀναμοχλεῦσαι δυναμένων, καὶ τὰς ψυχὰς καθαρὰς ἀποφῆναι·
 [01228]  τῇ δὲ δουλείᾳ, πλείονα δέδωκε τὴν ὑγείαν, καὶ ἡδίω τῆς τροφῆς τὴν ἀπόλαυσιν, καὶ ὕπνον ἡδὺν καὶ μακρότερον, λῦσαι τοῦ κόπου τὸ σῶμα δυνάμενον, καὶ πρὸς τοὺς πόνους αὐτὸ τῆς ὑστεραίας ἐῤῥωμενέστερον ἀποφῆναι.
 [01693]  τῷ δὲ μὴ πάντας κατὰ τὸν παρόντα βίον λαμπροὺς ἀποφῆναι καὶ περιβλέπτους, τὸν προσδοκώμενον βίον παραγυμνοῖ.
 [01920]  Τοσαύτη δὲ ἡ τῆς ἀγάπης ὑπερβολὴ, ὡς τὸν Υἱὸν τὸν μονογενῆ, τὸν ὁμοούσιον, τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεννηθέντα, ᾧ συνεργῷ κεχρημένος τὴν κτίσιν ἐδημιούργησεν, ἰατρὸν ἡμῖν ἀποφῆναι καὶ Σωτῆρα, καὶ δι' αὐτοῦ τῆς υἱοθεσίας ἡμῖν τὸ δῶρον χαρίσασθαι.
000-00-00 Serial Number=0498269916
De sancta trinitate Ante [Go Back]  
 [00036]  εἰ δὲ ἀεὶ ὁ Θεὸς καὶ Πατὴρ (βλάσφημον γὰρ τῷ ὄντι, ὑπὸ χρόνους ποιῆσαι τὸν τῶν χρόνων ποιητὴν, καὶ χρονικοῦ δια στήματος ἀποφῆναι δευτέραν τὴν ἄχρονον καὶ ὑπὲρ χρόνον γέννησιν), ἀεὶ ὁ Υἱὸς, ἐκ τοῦ Πατρὸς μὲν ἀῤ ῥήτως γεννηθεὶς, μετὰ τοῦ Πατρὸς δὲ ἀεὶ ὢν, καὶ σὺν τῷ Πατρὶ γνωριζόμενος.
000-00-00 Serial Number=0300459445
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00065]  τίς οὖν ἄρα εὖ φρονῶν ἠνέσχετ' ἂν αἵματι οἰκείῳ φοινῖξαι τὴν δεξιάν, καὶ δήμιος ἑαυτοῦ γενέσθαι καὶ πολεμίαν ἀποφῆναι τὴν χεῖρα καὶ εἶξαι τῷ παρανόμως κελεύοντι δικαστῇ;
 [00464]  Παρακαλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην, ἀποφῆναι αὐτῷ πατρίδα τὴν ξένην, καὶ προτρέψαι τοὺς πλούτῳ κομῶντας ψυχαγωγῆσαι τὸν τῆς αὐτῆς γεγενη μένον συμμορίας, καὶ τῆς συμφορᾶς διαλῦσαι τὸ νέφος.
 [00613]  ∆ιὸ τὴν ὑμετέραν μεγαλοφυΐαν ἀντιβολῶ, τὰς μὲν ἐκείνου ψευδηγορίας ἀποφῆναι ματαίας, τὴν δὲ γεγενημένην ἐποψίαν ἐνδίκως βεβαιωθεῖσαν ἀσάλευτον διαμεῖναι.
 [00637]  Ἀλλ' ἐκείνην ἅπασαν τὴν σπουδὴν ὁ εὐλα βέστατος ἐπίσκοπος ὁ δεῖνα ἄχρηστον ἀποφῆναι πειρᾶται, τὴν πρὸ δύο καὶ δέκα ἐτῶν πολλάκις γεγενημένην ἐποψίαν τῆς χώρας συκοφαντῶν, καὶ κατηγορίαν ἀναδεξάμενος οὐδὲ τοῖς ἐπιεικέσι τῶν ἀνδραπόδων ἁρμόττουσαν.
 [01991]  Ἐγὼ τοίνυν καὶ τὴν αἴτησιν ἐδεξάμην, καὶ γέγραφα τὴν ἐπιστολήν, καὶ τὸν τῶν ὅλων ἱκε τεύω ∆εσπότην φρουρῆσαι ὑμᾶς ἐν τῇ πίστει καὶ κρείττους ἀποφῆναι τοῦ σινιάζοντος.
000-00-00 Serial Number=0530304432
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00351]  Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ θείας φιλανθρωπίας ὁ κολοφὼν, ἡ ἄῤῥητος ἀγαθότης, ὁ ἀμέτρητος ἔλεος, ὁ ἀστάθμητος οἶκτος, ἡ ἄφραστος ἀγάπη, τὸ ἀνέχε σθαι τὸν ποιητὴν, καὶ πλάστην, καὶ δημιουργὸν, καὶ Κύριον, καὶ Θεὸν, καὶ ∆εσπότην, καὶ ἀεὶ ὡσαύτως ἔχοντα, τὸ πήλινον τοῦτο ζῶον, καὶ παθητὸν, καὶ φθαρτὸν, καὶ ἀγνῶμον, καὶ ἄχρηστον, μὴ μόνον ἀπαλ λάξαι θανάτου, καὶ διαβολικῆς τυραννίδος, ἀλλὰ καὶ ἐλευθερίαν δωρήσασθαι, καὶ μὴ μόνον ἐλευθέρους ἀποφῆναι, ἀλλὰ καὶ υἱοὺς καταστῆσαι·
 [02307]  ἀλλὰ πᾶσαν συνεισφέρουσι προθυμίαν, ὥστε καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀπαλλάξαι μὲν τῆς ἀκαρπίας, γονίμους δὲ ἀποφῆναι, καὶ τὸν τῆς ἀρετῆς γεννῆσαι καρπόν·
000-00-00 Serial Number=0619028747
Graecarum affectionum curatio Ante [Go Back]  
 [01859]  Παμπονήρῳ γάρ τοι γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ Θεός, οὐχ ὥστε ἐκεῖνον ἀποφῆναι βελτίονα ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον ἀλλ' ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένηται παραδείγματα.
 [02061]  Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ καὶ δίχα τοῦ τῆς σαρκὸς προκαλύμματος πραγματεύσασθαι τῶν ἀνθρώπων τὴν σωτηρίαν καὶ βουλήσει μόνῃ καταλῦσαι τοῦ θανάτου τὴν δυνα στείαν καὶ τὴν τούτου μητέρα, τὴν ἁμαρτίαν, φροῦδον παντελῶς ἀποφῆναι καὶ τὸν παμπόνηρον δαίμονα, τὸν ταύτην ὠδίναντα, ἐξελάσαι τῆς γῆς καὶ παραπέμψαι τῷ ζόφῳ, ᾧ γε μικρὸν ὕστερον αὐτὸν παραδώσειν ἠπείλησεν·
 [02281]  Εὐ πετὲς μὲν γὰρ ἦν καὶ μάλα ῥᾴδιον τῇ τῆς σοφίας πηγῇ, ἣ καὶ δυσσεβέσιν ἀνθρώποις τὴν καλουμένην εὐστομίαν δεδώρηται, καὶ Πλάτωνος εὐγλωττοτέρους καὶ δεινοτέρους ∆ημοσθένους καὶ ὄγκῳ τὸν Ὀλόρου κατακρύπτοντας καὶ τὸν Νικομάχου καὶ Χρύσιππον τοῖς τῶν ξυλλογισμῶν ἀλύτοις δεσμοῖς ἀποφῆναι τῆς [8.3] ἀληθείας τοὺς κήρυκας.
 [03658]  Μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ γνῶσις, ἀλλ' οὐκ ἀπόχρη τέλειον ἀποφῆναι τὸν ταύτης ἀξιού [12.5] μενον.
000-00-00 Serial Number=0955577970
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02197]  Ὥσπερ γὰρ κρεῖττον ἀποφῆναι δυνάμενος θανάτου (τοῦτο γὰρ δὴ καὶ μετὰ τρεῖς ἡμέρας εἰργάσατο), καὶ παθεῖν, καὶ ἀποθανεῖν συνεχώρησεν, ἵνα πληρώσῃ τὸ τῆς οἰκονομίας μυστήριον·
 [02780]  Καὶ Ἀβραὰμ δὲ τὸν πατριάρχην ἐκ τῆς πατρῴας ἐξαγαγὼν γῆς, ἐκέλευσεν ἰδεῖν τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὑπέσχετο τούτων ἰσαρίθμους ἀποφῆναι τοὺς ἀνθρώ πους·
000-00-00 Serial Number=0325263798
Historia ecclesiastica Ante [Go Back]  
 [03035]  καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις βαθμούς τινας ἀξιωμάτων γεννήσας, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην ἐστερῆσθαι τῆς [280] γεγενημένης ἔφησε σωτηρίας.
 [03559]  Ἐν δὲ Κωνσταντινουπόλει Νεκταρίου τελευτήσαντος ὃς τὴν ἐκ κλησίαν ἐκείνην ἐποίμαινεν, Ἀρκάδιος ὁ ταύτην ἰθύνειν τὴν βασιλείαν λαχών, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὐτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγ γύησε χάριτι καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα.
000-00-00 Serial Number=0515705824
Historia religiosa Ante [Go Back]  
 [00850]  Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος εἰς τὸν οὐρανὸν ἰδὼν καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς ἱκέτευε τὸν δεσπότην τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν.
 [01788]  Ἱκέτευον αὐτὸν ἀντιβολῆσαι τὸν τῶν ὅλων θεὸν καθαρόν μοι ζιζανίων ἀποφῆναι τὸ λήϊον καὶ τῶν αἱρετικῶν σπερμάτων πάμπαν ἐλευθερῶσαι·
000-00-00 Serial Number=0733381212
Interpretatio in Danielem Ante [Go Back]  
 [01646]  τουτέστιν, εἶδέ σε τῆς βασιλείας ἀνάξιον, καὶ ταύτης γυμνὸν ἐδοκίμασεν ἀποφῆναι.
 [03518]  ἀφανίσαι γάρ ἐστι τὸ τῆς εὐσεβείας γυμνῶσαι, καὶ τὸ ἀναθεματίσαι, τὸ ἀλλότριον ἐκεί νης ἀποφῆναι.
000-00-00 Serial Number=0650850654
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00115]  Λέγει δὲ αὐτὸν ἀποφῆναι καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ, καὶ ὀχυρωτάτῃ παραπλήσιον πόλει, καὶ ἄμαχον κατα στῆσαι, οὐ μόνον τοῖς ἱερεῦσι τῶν Ἰουδαίων, καὶ τοῖς ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι, καὶ παντὶ τῷ πλήθει τῶν ὑπηκόων.
 [01600]  Τὴν ὑπερβολὴν τῆς ἀγαθό τητος διὰ τῶν εἰρημένων ἐδήλωσε, καὶ τῆς συν αφείας τὸν τρόπον ἐδίδαξε, καὶ ὅτι αὐτὸς μὲν ἠβουλήθη περιφανεῖς αὐτοὺς καὶ περιβλέπτους ἀποφῆναι, αὐ τοὶ δὲ διὰ τῆς παρανομίας ἐπεσπάσαντο τὰ ὀνείδη.
000-00-00 Serial Number=0374455512
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03528]  πάσης αὐτοὺς ταραχῆς καὶ ζάλης ἀνθρωπίνης [80.1085] ἐλευθερῶσαι, καὶ ἀποληφθέντας ἐν μέσῳ καθάπερ τινὶ καλύψαι σκηνῇ, καὶ ἀφανεῖς ἀποφῆναι.
 [03673]  καὶ δυνατὸν ἡμᾶς εὔηχον καὶ παναρμόνιον ὄργανον ἡμᾶς αὐτοὺς ἀποφῆναι, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν τὸν Θεὸν ἀνυμνῆσαι.
000-00-00 Serial Number=0213101387
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04889]  ∆ικαίως ἅπαντα διέπεις, ὦ ∆έσποτα, καὶ τῶν ἀνθρώπων κηδόμενος, καὶ δι καιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος.
000-00-00 Serial Number=0356282413
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00392]  Μεγίστης τοί νυν ἀχαριστίας τεκμήριον τὸ τὴν πόλιν ἐκείνην, ἐν ᾗ τοσαῦτα μνημεῖα τῆς θείας εἶχον εὐεργεσίας, ἀσε βείας ἀποφῆναι μητρόπολιν.
 [06393]  Ἵνα γὰρ μὴ εὑρὼν ὑμᾶς πάντας ἐν ἀπιστίᾳ, ἅπαντας ὑμᾶς εἰς τὴν ἀτελεύτητον κόλασιν παραπέμψω, ἥξει πρότερος Ἠλίας, καὶ τὴν ἐμὴν ὑμᾶς παρουσίαν διδάξει, καὶ πείσει ὑμᾶς, ὦ Ἰου δαῖοι, τοῖς ἐξ ἐθνῶν εἰς ἐμὲ πεπιστευκόσιν ἀνενδοιά στως ἑνωθῆναι, καὶ μίαν ἀποφῆναι τὴν ἐμὴν Ἐκ κλησίαν.
000-00-00 Serial Number=0886883378
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00001]  Καὶ ἄλλοι μὲν φιλομαθεῖς ἄνδρες ἐπηγγείλαντο διαλῦσαι τῆς θείας γραφῆς τὰ δοκοῦντα εἶναι ζητήματα, καὶ τῶν μὲν ἀναπτύξαι τὸν νοῦν τῶν δὲ τὰς αἰτίας δηλῶσαι, καὶ ἁπαξαπλῶς ἀποφῆναι σαφῆ τὰ τοῖς πολλοῖς οὐ τοιαῦτα φαινόμενα.
000-00-00 Serial Number=0602148354
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00334]  Ἀχρήστους αὐτοὺς εἰς πόλεμον ἀποφῆναι βουλό μενος.
 [02819]  καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ, καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονῆ σαι τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἀποφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην ἅπαντας διολέσαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»