Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνέδην [14]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνέδην


000-00-00 Serial Number=0016355455
Eranistes Ante [Go Back]  
 [04429]  Εἰ τοίνυν καὶ οἱ τῆς ψυχῆς ἀρνούμενοι τὴν ἀνάληψιν καὶ κτίσμα τὸν θεὸν λόγον εἶναι λέγοντες καὶ ἀντὶ ψυχῆς αὐτὸν ἐν τῷ σώματι γεγενῆσθαι δογματίζοντες, οὐ θανάτῳ αὐτὸν παραδοθῆναι, ἀλλὰ τῷ πατρὶ παρατεθῆναί φασι, ποίας τύχοιεν συγγνώμης οἱ μίαν μὲν τῆς τριάδος οὐσίαν ὁμολογοῦντες, καὶ τὴν μὲν ψυχὴν ἐπὶ τῆς οἰκείας ἀθανασίας ἐῶντες, τὸν δέ γε τῷ πατρὶ ὁμοούσιον θεὸν λόγον γεύσασθαι θανάτου λέγειν ἀνέδην τολμῶντες;
000-00-00 Serial Number=0817552924
Graecarum affectionum curatio Ante [Go Back]  
 [00775]  Εἰσὶ δὲ οἳ καὶ ἀνέδην τὰ αἴσχιστα πάθη, τὰ παρὰ σφῶν κατηγορούμενα, καὶ ὧν ἐπιμελῶς κρατεῖν τοῖς νέοις παρακε λεύονται, θεούς τε ὠνόμασαν καὶ ὡς θεοῖς τὸ γέρας ἀπένειμαν.
 [00879]  ἐνταῦθα δὲ ἀνέδην αὐτοὺς ἐκωμῴδησεν, ὡς [3.43] ψευδῆ ἄττα καὶ βλάσφημα διαπλάσαντας.
 [00923]  Τὰ δὲ Γιγαντικά τε καὶ Τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Τυφῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε ∆ιονύσου καὶ πλάνη ∆ήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιρικῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔστι μυθολο [3.57] γουμένων ἀκούειν.
 [01115]  Ἐπειδὴ δὲ καὶ τῆς ὁρατῆς πέρι κτίσεως οὔτε ἀληθῆ οὔτε μὴν ξυνῳδά γε ἀλλήλοις ἐδόξασαν, ἀλλ' εἰς πολλὰς καθάπερ ἐν νυκτομαχίᾳ διεκρίθησαν μοίρας, ἀλλήλοις ὡς πολεμίοις ἀνέδην κεχρημένοι, προύργου οἶμαι καὶ τὰς τούτων ἐν μέσῳ προθεῖναι δόξας καὶ τῆς θείας γραφῆς παραθεῖναι τὰ δόγματα καὶ δεῖξαί γε ἄντικρυς, ὡς λογισμοὶ ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν, ᾗ σοφός τις ἡμέτερος εἴρηκεν.
 [01480]  ∆ημό κριτος δὲ καὶ Ἐπίκουρος καὶ Ἀριστοτέλης φθαρτὴν εἶναι ταύτην ἀνέδην εἰρήκασι·
 [01610]  Ὁ δὲ Ἀριστοτέλης ἔτι ζῶντι τῷ Πλάτωνι προφανῶς ἀντετάξατο καὶ τὸν κατὰ τῆς Ἀκαδημίας ἀνεδέξατο πόλεμον καὶ οὔτε τὴν διδασκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπ έλαυσεν, οὔτε τοῦ πολυθρυλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος οὔτε τὸ ἐν τοῖς λόγοις κράτος ἔδεισεν, ἀλλ' ἀνέδην πρὸς αὐτὸν παρετά ξατο, οὐκ ἀμείνοσιν ἐκείνων, ἀλλὰ πολλῷ γε χείροσι χρησάμε [5.47] νος δόγμασιν.
 [01672]  ἡμεῖς δὲ αὐτῶν τὴν ἐμπληξίαν ὀλοφυρόμεθα, ὅτι δὴ ὁρῶντες βαρβαροφώνους ἀνθρώπους τὴν Ἑλληνικὴν εὐγλωττίαν νενικηκότας, καὶ τοὺς κεκομψευμένους μύθους παν τελῶς ἐξεληλαμένους, καὶ τοὺς ἁλιευτικοὺς σολοικισμοὺς τοὺς Ἀττικοὺς καταλελυκότας ξυλλογισμούς, οὐκ ἐρυθριῶσιν οὐδ' ἐγκαλύπτονται, ἀλλ' ἀνέδην ὑπερμαχοῦσι τῆς πλάνης, καὶ ταῦτα ὀλίγοι ὄντες καὶ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενοι καὶ οὐδὲ τῆς Ἑλληνικῆς εὐστομίας μετέχοντες, ἀλλὰ τοσαῦτα, ὡς ἔπος εἰπεῖν, βαρβαρίζοντες ὅσα φθέγγονται, παίδευσιν δὲ ἄκραν καὶ λαμπρότητα λόγων ὑπολαμβάνοντες, εἰ ὀμνύντες εἴποιεν Μὰ τοὺς θεούς καὶ Μὰ τὸν ἥλιον, καὶ τοιούτους τινὰς τοῖς [5.65] λόγοις ἐπιπλάττοιεν ὅρκους.
 [01743]  Ταῦτα δὲ οὐ τηνάλλως ὑθλῶν διεξῆλθον, ἀλλὰ τῶν τῇ κτίσει προσπταιόντων καὶ τῶν ἐν ταύτῃ πρυτανευομένων ἀνέδην κατηγορούντων ἐπιδεῖξαι τὴν ἄνοιαν διά τινος εἰκόνος πειρώμενος.
 [02103]  [7.2] Οὐδὲ γὰρ σωφροσύνης αὐτοὺς καὶ δικαιοσύνης ἐπιμελεῖσθαι προσ έταξεν, ἀλλ' ἀκολασταίνειν αὐτοὺς ἀδεῶς καὶ ἀσελγαίνειν καὶ πᾶσαν τολμᾶν ἀνέδην παρανομίαν ἐπέτρεψεν.
 [02111]  ἀκολάστους γὰρ αὐτοὺς ἀπέ φηνε καὶ λαγνιστάτους καὶ παιδοπίπας καὶ γάμων ἐπιβούλους καὶ πατραλοίας καὶ μητραλοίας καὶ μητράσι καὶ ἀδελφαῖς, καὶ μέντοι καὶ θυγατράσιν ἀνέδην μιγνυμένους καὶ τὰς εὐνὰς τὰς ἀλλήλων λῃστεύοντας καὶ ἁλισκομένους, καὶ παρὰ μὲν τῶν ἠδικημένων δεσμουμένους, παρὰ δὲ τῶν ἄλλων ἀνέδην γελωμένους, καὶ ταῦτα παρὰ μὲν τῶν οὐρανίων, ὡς αὐτοὶ λέγουσιν, ἐν οὐρανῷ τολμᾶσθαι καὶ γῇ, παρὰ δὲ τῶν ἐναλίων ἐν θαλάττῃ καὶ γῇ, παρὰ δὲ τῶν καλουμένων νυμφῶν ἐν ὄρεσι καὶ νάπαις καὶ φάραγξιν.
 [03874]  Οὕτως ἀνέδην ἐλάγνευεν.
000-00-00 Serial Number=0827473700
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00199]  εἶεν δ' ἂν ἐν ταῖς μείζοσι παρ' αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι, ἀνέδην ἐκδε χόμεναι τοὺς βουλομένους ἅπαντας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»