Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκήρατον [29]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκήρατον


000-00-00 Serial Number=0780589402
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00033]  Ἡμεῖς δὲ τὸν πατρῷον κλῆρον ἄσυλον φυλάττειν σπουδάζομεν, καὶ ἣν παρελάβομεν πίστιν μεθ' ἧς καὶ ἐβαπτίσθημεν καὶ βαπτίζομεν, ἀνέπαφον καὶ ἀκήρατον διατηροῦμεν·
000-00-00 Serial Number=0801584482
Commentaria in Isaiam Ante [Go Back]  
 [02842]  Οὐκ ὄψεται γάρ φησι τὸ ἀκήρατον φῶς τὸ τοῖς ἁγίοις ηὐτρεπισ μένον.
000-00-00 Serial Number=0420178831
De incarnatione domini Ante [Go Back]  
 [00485]  Τούτου χάριν ὁ μονογε νὴς τοῦ Θεοῦ Λόγος ἐκ μόνης Παρθένου τὰς ἀφορ μὰς λαβὼν τῆς διαπλάσεως, καὶ τούτῳ τῷ τρόπῳ τὸν ἀγεώργητον δημιουργήσας ναὸν, καὶ ἑαυτῷ συνάψας, πρόεισιν ἐκ τῆς Παρθένου, οὐ λύσας τῇ συλλήψει τὴν [75.1461] παρθενικὴν ζώνην, οὐ τῇ γεννήσει διαῤῥήξας, ἀλλ' ἀκήρατον καὶ ἀνέπαφον διαφυλάξας, καὶ τὸ μέγα τοῦτο καὶ ἄῤῥητον θαῦμα θαυματουργήσας·
000-00-00 Serial Number=0457157016
De providentia orationes decem Ante [Go Back]  
 [00711]  Τοῖς μὲν γὰρ εὖ φρονοῦσι, καὶ τὸν χαρακτῆρα τῆς φύσεως ἀκήρατον διασώζουσι, ἀρκεῖ πρὸς διδασκαλίαν ὁ ἔμφυτος λόγος, τοῖς δὲ τοῦτον διαφθείρουσι, καὶ θηριώδη βίον προελο μένοις, τὸν ἁρπακτικόν τε καὶ ὠμοβόρον, ἔλεγ χος ἀληθὴς πρόκειται τῶν ἀλόγων ἡ εὔτακτος πολι τεία.
 [01248]  καὶ οὐ μόνον οἴκαδε τὸ ὕδωρ κομίζουσαν, ἀλλὰ καὶ τοῖς ἀφικνουμέ νοις τὴν αὐτουργίαν παρέχουσαν, καὶ ἀνιμωμένην τὸ ὕδωρ, καὶ αὐτοῖς τε καὶ ταῖς καμήλοις προσφέρου σαν, καὶ τῆς σωφροσύνης τὸ καλὸν κτῆμα σῶον διαφυλάττουσαν, καὶ τὴν παρθενίαν ἀκήρατον δια σώζουσαν, καὶ τοὺς πόνους μετὰ πάσης αἱρουμένην προθυμίας, καὶ τούτοις ὡραϊζομένην μᾶλλον, ἢ τῷ κάλλει λαμπρυνομένην.
 [01373]  Ἀλλὰ κἀνταῦθα γενόμενος, τὴν πατρῴαν ἐλευθερίαν ἐφύλαξε, καὶ τὴν τῶν προγόνων εὐγένειαν ἀκήρατον διετήρησε, καὶ οὐ συμμετέβαλε τῷ καιρῷ τὴν γνώμην, οὐδὲ ταῖς συμφοραῖς ἠκολούθει ἡ τῶν τρόπων ἐναλλαγὴ, οὐδὲ καθάπερ χρόαν ἐνήλλαξε τὴν προαίρεσιν, ἀλλὰ καὶ τὸν βίον ἀμείψας, καὶ ἐξ ἐλευθερίας εἰς δουλείαν μεταπεσὼν, ἐπὶ τῆς προτέρας ἠρήρειστο γνώ μης, καὶ λέγων ὁτιοῦν καὶ πράττων, προλάμπουσαν εἶχε τὴν αἰδῶ τῷ μετώπῳ.
 [01927]  οὐδὲν γὰρ μολύνειν δύναται τὴν ἀκήρατον φύσιν.
000-00-00 Serial Number=0855438769
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01191]  Τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν, ἣν ἐν κεφαλαίῳ παρέδοσαν ἡμῖν οἱ ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελη λυθότες ἁγιώτατοι πατέρες, σπουδάζω φυλάττειν ἀκήρατον.
 [01250]  Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς ὅλως εἰσὶν ἐγὼ γὰρ οὐ πείθομαι , τοῖς ἀποστολικοῖς δόγμα σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν, ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα λαίῳ διδάσκουσαν.
 [01751]  Καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα, καὶ ἰδεῖν αὐτοὺς πατρικῶς, καὶ τὰς ἀκλινεῖς ὑμῶν ἀκοὰς εὐμενεῖς αὐτοῖς παρασχεῖν, καὶ τὸ συκοφαντούμενον καὶ μάτην πολεμούμενόν μου γῆρας τῆς ὑμετέρας ἀξιῶσαι κηδεμονίας, καὶ πρὸ πάντων τῆς ἐπιβου λευομένης πίστεως παντὶ σθένει φροντίσαι, καὶ φυλάξαι ταῖς Ἐκκλησίαις τὸν πατρῷον κλῆρον ἀκήρατον·
 [01774]  Ἔχει γὰρ ὁ πανάγιος θρόνος ἐκεῖνος τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν τὴν ἡγε μονίαν διὰ πολλά, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ὅτι αἱρετικῆς μεμένηκε δυσωδίας ἀμύητος, καὶ οὐδεὶς τἀναντία φρονῶν εἰς ἐκεῖνον ἐκάθισεν, ἀλλὰ τὴν ἀποστολικὴν χάριν ἀκήρατον διεφύλαξε.
 [02154]  Πληροῖ δὲ τὴν μὲν πρώτην ὁ τὴν θεόσδοτον πίστιν φυλάττων ἀκήρατον, καὶ τοὺς ταύτῃ πολεμοῦντας ὡς τῆς ἀληθείας ἐχθροὺς μυσαττόμενος, καὶ μισῶν ἐκθύμως τοὺς μισοῦντας τὸν ἀγαπώμενον·
000-00-00 Serial Number=0570444584
Eranistes Ante [Go Back]  
 [00030]  Ἄμεινον μὲν ἦν συμφωνεῖν ἡμᾶς καὶ τὴν ἀπο στολικὴν διδασκαλίαν φυλάττειν ἀκήρατον.
 [01733]  {ΟΡΘ.} Καὶ πῶς οὐ δυσσεβές τε καὶ σχέτλιον, τὸ λέγειν ψυχὴν μὲν σώματι συναφθεῖσαν ἥκιστα παθεῖν τὸ τῆς συγχύσεως πάθος, τὴν δὲ [140] θεότητα τοῦ τῶν ὅλων δεσπότου μὴ δυνηθήναι μήτε τὴν οἰκείαν φύσιν ἀκήρατον διασῶσαι, μήτε τὴν ἀνθρωπείαν ἣν ἔλαβεν ἐπὶ τῶν ὅρων τῶν οἰκείων διατηρῆσαι, ἀλλὰ κερᾶσαι τὰ ἄκρατα, καὶ μῖξαι τὰ ἄμικτα;
 [03455]  {ΟΡΘ.} Τὸ μέντοι κυριακὸν σῶμα ταύτην οὐχ ὑπέμεινε τὴν διαφθο ράν, ἀλλ' ἀκήρατον διαμεῖναν ἀπέλαβε τῇ τρίτῃ ἡμέρᾳ τὴν οἰκείαν ψυ χήν.
000-00-00 Serial Number=0383373916
Graecarum affectionum curatio Ante [Go Back]  
 [00654]  Ὀνόματος μὲν γὰρ ψιλοῦ μεταδέδωκε τοῖς δικάζειν πεπιστευμένοις, καὶ μέντοι καὶ τοῖς τὴν θείαν εἰκόνα ὡς οἷόν τε τετηρηκόσιν ἀκήρατον·
 [01131]  Μέλισσος δὲ ὁ Ἰθαγένους ὁ Μιλήσιος τούτου μὲν ἑταῖρος ἐγένετο, τὴν δὲ παραδοθεῖσαν διδασκαλίαν ἀκήρατον οὐκ ἐτήρησεν·
 [02059]  Οὐ τοίνυν παριδεῖν ὁ τοῦ παντὸς Κύριος ὑπέλαβε δίκαιον τὸν οὗ χάριν ταῦτα πάντα ἐγένετο ὑπὸ τῆς ἁμαρτίας πολιορκού μενον καὶ ὡς δορίληπτον τῷ θανάτῳ παραδιδόμενον, καὶ διὰ τοῦτο τὴν ἀνθρωπείαν ὑπέδυ μορφὴν καὶ τὴν ἀόρατον τῇ ὁρωμένῃ κα τεκάλυψε φύσιν, καὶ τήν τε ὁρωμένην ἀναμάρτητον διεφύλαξε [6.78] καὶ τὴν κεκρυμμένην ἀκήρατον διετήρησεν·
000-00-00 Serial Number=0008245587
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01912]  Ὥσπερ γὰρ τὸν ἄνθρωπον ἀγαθὸν ἐξ ἀρχῆς ἀγαθὸς ἐδημιούρ γησεν ὁ Θεὸς, αὐθαιρέτῳ δὲ γνώμῃ οἱ μὲν ἐφύλαξαν ἀκήρατον ἣν ἔλαβον φύσιν·
000-00-00 Serial Number=0130151570
Historia ecclesiastica Ante [Go Back]  
 [02303]  [212] Παραυτίκα δὲ τῆς ὑπ' αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον.
 [02857]  ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς καὶ Εὐ σέβιος καὶ Ἀμμιανός, Παλλάδιός τε καὶ Συμεώνης καὶ Ἀβραάμης καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες.
 [03119]  Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν [286] Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν·
 [03652]  Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσή νεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον.
000-00-00 Serial Number=0212370634
Historia religiosa Ante [Go Back]  
 [02462]  Καθάπερ γὰρ οἱ τῶν σωμάτων ἐρῶντες ὕλην ἀπὸ τῆς θέας τῶν ἐρωμένων τῷ φίλτρῳ πορίζουσι καὶ τὸν οἶστρον ἐκεῖνον χαλεπώτερον ἀπεργάζονται, οὕτως οἱ τῆς θείας ἀγάπης τὰ κέντρα δεχόμενοι, τὸ θεῖον ἐκεῖνο καὶ ἀκήρατον φαντα ζόμενοι κάλλος, ὀξυτέρας τῆς ἀγάπης τὰς ἀκίδας ἐργάζονται καὶ ὅσῳ πλέον ἀπολαῦσαι ποθοῦσι, τοσούτῳ μᾶλλον τὸν κόρον ἐλαύνουσι.
000-00-00 Serial Number=0309402406
Interpretatio in Danielem Ante [Go Back]  
 [00694]  μόνοι δὲ οἱ τρισμακάριοι παῖδες ἐκεῖνοι τὴν πατρῴαν εὐγένειαν ἀκήρατον καὶ ἐν δουλείᾳ φυλά ξαντες, Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ἠρνήθησαν μὲν τὴν προσκύνησιν, οὐκ ἔλαθον δὲ τοὺς δυσσεβείᾳ συζῶντας Χαλδαίους, οἳ κοινωνοὺς ἅπαν τας ἔχειν τῆς ἀσεβείας ἠβούλοντο.
000-00-00 Serial Number=0924740195
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [05231]  Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τὴν ἄκραν ἔχουσι τελειότητα, τοὺς μὲν καλεῖ νύμφην, ὡς τελείους ἐν ἀρετῇ, τοὺς δὲ παρ θένους, ὡς ἀκήρατον φυλάξαντας ἣν παρέλαβον πίστιν.
000-00-00 Serial Number=0546927512
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00429]  Κυρίως δ' ἂν θεοὶ κληθεῖεν οἱ κατ' εἰκόνα θείαν γεγενημένοι, καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες.
000-00-00 Serial Number=0713263512
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01743]  καὶ ὡς ὁ μονογενὴς ἐνανθρωπήσας, καὶ παρθενικὴν οἰκήσας νηδύν, φυλάξει τὴν παρθενίαν ἀκήρατον.
000-00-00 Serial Number=0803061664
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01963]  Τῷ μὲν οὖν Θεῷ τοῦ τον τὸν ὕμνον προσήνεγκε, τῷ δὲ διαδόχῳ τῆς βασι λείας παιδὶ φυλάττειν ἀκήρατον τὴν εὐσέβειαν παρ εγγύησε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»