Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγνοοῦντας [39]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγνοοῦντας


000-00-00 Serial Number=0464253604
Commentaria in Isaiam Ante [Go Back]  
 [02524]  Οὐ γὰρ τοὺς τῆς ἀρετῆς ἔχοντας κλέος τῆς δόξης γυμνοῖ ἀλλὰ τοὺς τὴν φύσιν ἀγνοοῦντας καὶ ὑπὲρ ταύτην φρονοῦντας.
 [02760]  Εἶτα, ἐπειδὴ συμβαίνει τοὺς ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστήριον καὶ μετὰ τὴν ἀπόλαυσιν τοῦ θείου βαπτίσματος ὁρῶντας κρατοῦντα τὸν θάνατον ἀπιστεῖν τῇ δυνάμει τῆς χάριτος, ἐπήγαγεν·
 [03421]  Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα φειδοῦς ὑμᾶς ἀξιώσει καὶ διδάξει τοὺς ἀγνοοῦντας τὴν οἰκείαν ἰσχύν.
 [04195]  ι γὰρ ὧν ἐποίησεν, καὶ ὅτι οὐ δὲν ἂν ἔδρασας παρὰ γνώμην ἐμήν, ἐγὼ γὰρ ταῦτα, ἃ σὺ νῦν ποιεῖς, ἐξ ἡμερῶν ἀρχαίων συνέταξα καὶ πόρρω θεν προορῶν οὕτως ὥρισα ταῦτα γενέσθαι καὶ τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς καὶ τῶν ἀγαθῶν τὸν χορηγὸν ἀγνοοῦντας μαθεῖν τὴν τῶν εἰδώλων ἀσθένειαν.
 [04793]  ∆ιαφερόντως δὲ τοῦτο ποιοῦσιν οἱ μὴ μόνον διὰ γῆς ἀλλὰ καὶ θαλάττης ὁδεύοντες ὥστε τοῦτο τὸ ὄνομα τοὺς ἀγνοοῦντας διδάξαι, ὅθεν οὐ μόνον ἠπειρῶται ἀλλὰ καὶ νησιῶται τὸν τῶν ὅλων ὑμνοῦσι θεόν.
000-00-00 Serial Number=0125469804
De providentia orationes decem Ante [Go Back]  
 [01476]  Ὁ μὲν γὰρ λιμὸς τοὺς ἀδελφοὺς εἰς τὴν Αἴγυπτον εἵλκυσεν, ἡ δὲ χρεία προσ κυνεῖν ἠνάγκαζεν ἀγνοοῦντας τὸν προσκυνούμενον·
 [01766]  ὁ δὲ παλαίειν δοκεῖ, ἢ καὶ κατέχει τὸν στέφανον, καὶ διδάσκει τοὺς ἀγνοοῦντας, ποῖον ἀγῶνα ἠγώνισται·
000-00-00 Serial Number=0198889077
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00124]  Καὶ καθάπερ τὸ παρὰ τοὺς λιμένας φρυκτωρούμενον πῦρ τοῖς ναυτιλλομένοις νύκ τωρ ἐπιδείκνυσι τοῦ λιμένος τὸ στόμα, οὕτως ἡ τῆς σῆς ἁγιω σύνης ἀκτὶς τοῖς ὑπὲρ τῆς εὐσεβείας πολεμουμένοις ἀνεφάνη μεγίστη παραψυχή, καὶ τῆς ἀποστολικῆς πίστεως ἐπέδειξε τὸν λιμένα, καὶ τούς τε εἰδότας θυμηδίας ἐνέπλησε, τούς τε ἀγνοοῦντας ἠλευθέρωσε τῶν σκοπέλων.
 [00355]  Ἵνα δὲ καὶ διδάξῃς, θαυμασιώτατε, τοὺς ἀγνοοῦντας ὅπως φρονοῦμεν, ἴσθι πιστεύειν ἡμᾶς, ὡς ἐδιδάχθημεν, εἰς τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα.
 [01163]  Ταῦτα τοίνυν μαθοῦσα παρ' ἡμῶν ἡ ἁγιότης σου διδαξάτω τοὺς ἀγνοοῦντας, καὶ τὰς λοιδορούσας ἡμᾶς ἀχαλινώτους γλώττας, καὶ τοὺς ἐξηπατημένους πειθέτω, μὴ τοιαῦτα περὶ ἡμῶν δοξάζειν, οἷα παρὰ τῶν συκοφαντούντων ἔμαθον, ἀλλὰ πείθεσθαι τῷ νομοθέτῃ βοῶντι·
 [01461]  Τὸ μὲν τοὺς ἀγνοοῦντας ἡμᾶς σιγῇ τῶν καθ' ἡμῶν ἀκούειν λοιδοριῶν, οὐδὲν ἀπεικός·
000-00-00 Serial Number=0244927645
Eranistes Ante [Go Back]  
 [01467]  {ΟΡΘ.} Τοιγάρτοι τοῦτο μαθεῖν τοὺς ἀγνοοῦντας ἐχρῆν;
 [01675]  καὶ νῦν μὲν τοὺς υἱὸν ∆αβὶδ ὀνομάζον τας ἀποδέχεται, νῦν δὲ διδάσκει τοὺς ἀγνοοῦντας ὡς οὐ μόνον υἱός ἐστιν, ἀλλὰ καὶ κύριος τοῦ ∆αβίδ.
 [02527]  Ἐντεῦθεν τοιγαροῦν τοῦ δελεάζειν τοὺς ἁπλουστέρους καὶ τοὺς ἀγνοοῦντας τοῖς αἱρετικοῖς γίνεται πρόφασις, ὥστε τὰ παρ' ἐκείνου κατὰ τὴν ἀνθρωπότητα λαληθέντα ψευδομένους λέγειν ὡς κατ' ἀσθένειαν τῆς θείας εἴρηται φύσεως, καὶ ἐπειδήπερ ὁ εἷς καὶ αὐτός ἐστιν ὁ πάντα λαλῶν ὅσαπερ καὶ ἐλάλει, φιλονεικεῖν αὐτοὺς περὶ ἑαυτοῦ πάντα αὐτὸν εἰρηκέναι.
000-00-00 Serial Number=0995422781
Graecarum affectionum curatio Ante [Go Back]  
 [00023]  p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει.
 [01840]  Καὶ Πίνδαρος δὲ ὁ Θηβαῖος, ἐρρῶσθαι φράσας εἱμαρμένῃ καὶ τύχῃ καὶ πεπρωμένῃ, τὴν παναλκῆ δύναμιν τοῦ Θεοῦ δι δάσκει τοὺς ἀγνοοῦντας·
000-00-00 Serial Number=0015604854
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00005]  Τὸν δὲ πόθον εἰσεδέξασθε τοῦτον, οὐχ ἵνα κάκιστα διαπλα σθέντων καὶ δυσοδμίαν ἀφιέντων ἐπακούσητε μύθων, ἀλλ' ὅπως τοὺς ἀγνοοῦντας διδάξητε, ποία μὲν ἡ βασίλειος λεωφόρος, ἡ τοῖς ἀποστολικοῖς καὶ προφη τικοῖς ἴχνεσι κοσμουμένη, καὶ τέλος ἔχουσα τῶν οὐρανῶν τὴν βασιλείαν, τίνες δὲ τῶν αἱρετικῶν αἱ τρίβοι, αἱ τὸν ἔσχατον ὄλεθρον τοῖς ἐν αὐταῖς ὁδοι ποροῦσιν ἐπάγουσαι.
 [00607]  Πλημμελεῖν γὰρ ὑπ ελάβομεν, εἰ ταῦτα τοὺς ἀγνοοῦντας διδάξαιμεν·
 [00804]  Ἐπειδὴ τὰς ἐναντίας ἀλλήλαις αἱρέσεις ἐν τοῖς προτέροις βιβλίοις πεποιήκαμεν δήλας, φέρε δὴ καὶ τὰς ἄλλας, αἳ μεταξὺ τούτων κἀκείνων ἐβλάστησαν, τοὺς ἀγνοοῦντας διδάξωμεν.
000-00-00 Serial Number=0327556193
Historia ecclesiastica Ante [Go Back]  
 [02492]  Ὁπόσην δὲ ἀνδρείαν τε καὶ σοφίαν ἐπεδείξατο βασιλικὸν δεξά μενος νόμον ὃς ἐκέλευεν αὐτὸν τὴν Θρᾴκην καταλαβεῖν, ἀναγκαῖον [234] οἶμαι τοὺς ἀγνοοῦντας μαθεῖν.
 [02920]  Ἐγὼ δὲ προὔργου νομίζω διδάξαι τοὺς ἀγνοοῦντας ὅπως οἵδε οἱ βάρβαροι τὴν Ἀρειανικὴν εἰσεδέξαντο νόσον.
000-00-00 Serial Number=0711709499
Interpretatio in Danielem Ante [Go Back]  
 [00618]  δείκνυσι δὲ τὴν τῶν οἰκείων θεραπόντων ἀλήθειαν, καὶ διὰ τῆς τῶν θεραπόντων σοφίας τὴν θείαν αὐτοῦ δύναμιν παραδηλοῖ, καὶ εἰς προσκύνησιν ἕλκει τὴν ἑαυτοῦ τοὺς ἀγνοοῦντας, μᾶλλον δὲ τοὺς τὴν παρὰ πάντων ἀπαιτοῦντας προσκύνησιν τοὺς ἁγίους αὑτοῦ θεράποντας προσκυνεῖν ἀναγκάζει.
000-00-00 Serial Number=0286727607
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01493]  Στήλη γὰρ οὐ τάφοις ἐπιτίθεται μόνοις, ἀλλὰ καὶ νικῶσιν ἀνίσταται, καὶ γράμματα δέχεται τὴν νίκην τοὺς ἀγνοοῦντας διδάσκοντα.
 [02757]  Τοιοῦτον κἀνταῦθα ἡγείσθω εἶναι τοῦ λόγου τὸ σχῆμα, καὶ τοὺς ἐρομέ νους μὴ ἀγνοοῦντας ἔρεσθαι νομιζέτω, ἀλλὰ πάντας ἀνθρώπους τῷδε τῷ κηρύγματι τοῦ ἀνιόντος διδά σκειν τὴν δεσποτείαν.
 [02807]  μὴ οὖν ἐκείνων τῶν ἁμαρτημάτων μνησθῇς, ἀλλὰ τῆς σῆς φιλανθρωπίας, δι' ἧς καὶ τότε ἀγνοοῦντας φιλανθρωπίᾳ χρησάμενος ἠλέησας.] Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.
 [02945]  Τούτων μὲν οὖν σφόδρα τὴν δεισιδαιμονίαν βδελύττομαι, ποθῶ δὲ τὸ σὸν ἰδεῖν θυσιαστήριον, ∆έσποτα, καὶ τὰς σὰς ὑμνῳδίας εἰσ δέξασθαι τοῖς ὠσὶ, καὶ τῶν σῶν θαυμάτων τὰς με [80.1048] γαλουργίας τοὺς ἀγνοοῦντας διδάξαι.
000-00-00 Serial Number=0316739202
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03293]  Ἐγὼ μὲν τὰς σὰς θαυμα τουργίας τοὺς ἀγνοοῦντας διδάξω.
 [03345]  Οὐ παύσομαι γὰρ τὰς σὰς διηγούμενος δωρεὰς, καὶ τοὺς ἀγνοοῦντας διδάσκων.
 [03968]  Ὅτ' ἂν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν νεὼν, τότε σὲ καὶ ἐννόμως ὑμνή σομεν, καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν·
000-00-00 Serial Number=0149006665
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00795]  Ἀλλ' ἡμεῖς μὲν τοῦτο καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν.
 [02262]  καὶ τοὺς ἀγνοοῦντας διδά ξατε τὰ παρ' αὐτοῦ γεγενημένα θαύματα.
 [02819]  Χρὴ δὲ μὴ μόνους εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν.
 [03352]  καὶ κατὰ τὸν παρόντα μέν τοι βίον, πολλαῖς αὐτοὺς πολλάκις παιδείαις ὑπέβαλε, τὴν οἰκείαν δύναμιν τοὺς ἀγνοοῦντας δι δάσκων.
 [03983]  Τῆς ἄνωθεν τοίνυν ἐπικουρίας ἀπολαύσας, καὶ κρείττων τοῦ θανάτου γενόμενος, τὰς θείας εὐ εργεσίας, καὶ τοὺς ἀγνοοῦντας διδάξω, καὶ τοὺς εἰ δότας ἀναμνήσω, καὶ τῇ μνήμῃ τούτων τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσω.
 [06767]  Κηρύττουσι δὲ τοῦτο τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ τοὺς ἀγνοοῦντας δι δάσκουσι.
 [06773]  ἀλλ' ἣν εἶχε τοὺς ἀγνοοῦντας ἐδίδαξε·
000-00-00 Serial Number=0322797537
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00594]  καὶ ταῦτα λέγω πρὸς τοὺς οἰομένους ὀργῇ τινι ταῦτα δεδρακέναι τὸν τῶν ὅλων Θεὸν καὶ ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστή ριον·
 [01105]  Οὐχ ἵνα αὐτὸς ἅπερ ἠπίστατο μάθῃ, ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ, ὡς μάλα δικαίως τὸν πατριάρχην ἠγάπησε·
 [05088]  οὐχ ἵνα τοίνυν αὐτὸς μάθῃ πειράζει ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»