Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγῶνας [42]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγῶνας


000-00-00 Serial Number=0715891421
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00217]  Ὑφορώμενοι γὰρ τῶν ἐλέγχων τὸ προφανὲς ἔφυγον τοὺς ἀγῶνας·
000-00-00 Serial Number=0873852253
De providentia orationes decem Ante [Go Back]  
 [01446]  Ἄνθρωπος τοσαύταις περικλυζόμενος συμφοραῖς, ἀπόγονος μὲν τοῦ Ἀβρα ὰμ, ἔκγονος δὲ τοῦ Ἰσαὰκ, υἱὸς δὲ τοῦ Ἰακὼβ, πάντων αὐτῶν προσφιλέστατος, φωτὸς δίκην ὁρώ μενος, ἀφορμὴ θυμηδίας ὑπάρχων, εἰς δουλείαν μετα πεσὼν, καὶ ταύτην ὑπομείνας τὴν συμφορὰν, οὐ βαρβάρων τινῶν ἀγρίων δορυάλωτον εἰληχότων, ἀλλὰ ἀδελφῶν φθόνῳ δεδουλευκότων, καὶ οὐδὲ ἀδικίαν τινὰ δεικνύντων, ἀλλὰ τοὺς ὀνείρους ἐφόδιον εἰς δυσμέ νειαν εἰληφότων, οὐδὲν τούτων εἰς διάνοιαν λαμ βάνων, οὐδὲ τὰ μετὰ τὴν δουλείαν συμβεβηκότα, καὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας, καὶ τὴν μετὰ νίκην καταδίκην, καὶ τὴν ἀντὶ στεφάνων τιμωρίαν, καὶ ἀντὶ ἀναῤῥήσεων δεσμωτήριον, προσ ῄει τοὺς ἄλλους ἀθυμοῦντας παρηγορῶν, καὶ τῶν συν δεσμωτῶν ἐπυνθάνετο, λέγων·
 [01668]  Μόνην δὲ, ὡς ἔοικε, τὴν τῆς ἀρετῆς, εἴτε τέχνην τις ὀνομάζειν ἐθέλοι, εἴτε ἐπιστήμην ἐπὶ ἀγῶνας καὶ ἄθλους, εἴτε γεωργίαν καὶ φυτουργίαν, οὐκ ἔχειν τέλος χρηστὸν ἐν καιρῷ τῶν πόνων ψυχαγωγῆσαι δυνάμενον;
 [01923]  Αὐτὴν γὰρ ἑαυτῷ τὴν ἡτ τηθεῖσαν φύσιν ἑνώσας, εἰς τοὺς ἀγῶνας εἰσάγει, καὶ παρασκευάζει τὴν ἧτταν ἀνακαλέσαι, καὶ τὸν κακῶς πάλαι νενικηκότα καταγωνίσασθαι, καὶ τοῦ πικρῶς δουλωσαμένου καταλῦσαι τὴν τυραννίδα, καὶ τὴν προτέραν ἐλευθερίαν ἀναλαβεῖν.
 [01960]  Ἐντεῦθεν πρὸς τοὺς ἀγῶνας λοιπὸν κατὰ τοῦ τυράννου χωρεῖ·
000-00-00 Serial Number=0818854034
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00125]  Ἐγὼ δὲ διαφερόντως τὸν τῶν ἀγαθῶν ἀνυμνῶ χορηγόν, πρόμαχον γενναῖον εὑρών, τῷ θείῳ φόβῳ τὸ ἀνθρώπειον ἐξελαύνοντα δέος, καὶ τῶν εὐαγγελικῶν δογμάτων προθύμως προκινδυνεύοντα, καὶ τοὺς ἀποστολικοὺς ἀγῶνας ἀσπασίως ἀναδεχόμενον.
 [00137]  Ταύτην ἰδὼν τῆς ἱερᾶς ὑμῶν ψυχῆς τὴν ἀνδρείαν ὁ μεγαλόδωρος ∆εσπότης οὐκ ἠνέσχετο κρύψαι ἀξιόκτητον ἀθλητὴν, ἀλλ' εἰς τοὺς ἀγῶνας εἰσήγαγεν·
 [01342]  Τοὺς τῆς νεότητος διεξελθόντες ἀγῶνας καὶ τῶν τοῦ γήρως ὅρων εἴσω γενόμενοι καὶ πλείονος τιμῆς ὡς γεγηρα κότες ἀπολαύσεσθαι προσδοκήσαντες, τοῖς τῆς συκοφαντίας βαλλόμεθα βέλεσι, καὶ πρὸς τὰς γεγενημένας κατηγορίας ἀπολογίαν προσφέρειν ἀναγκαζόμεθα·
 [01418]  Ἐγὼ δὲ καὶ ταῦτα μαθὼν καὶ τοῦ ἐνδοξοτάτου καὶ φιλοχρίστου τοῦ κυρίου τοῦ πατρικίου τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας ἀκούων, τὴν ἀποστολικὴν ὑμῖν εὐλογίαν προσφέρω, ἣν ὁ μακάριος Ὀνησιφόρος ἐκ τῆς ἁγίας ἐκεί νης ἐκαρπώσατο γλώσσης·
 [01532]  Τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας τῆς σῆς φιλοθεΐας παρὰ πολλῶν μεμαθήκαμεν.
 [01735]  Οἶδεν ὁ πάντα ἐφορῶν πόσους ἐδεξάμην λίθους ὑπὸ τῶν δυσωνύμων κατ' ἐμοῦ πεμφθέντας αἱρετικῶν, πόσους ἐν ταῖς πλείοσι τῆς Ἀνατολῆς πόλεσι ἔσχον ἀγῶνας πρὸς Ἕλληνας, πρὸς Ἰουδαίους, πρὸς πᾶσαν πλάνην αἱρετικήν.
 [01772]  Μετὰ γὰρ ἓξ καὶ εἴκοσιν ἔτη τῆς ἐπισκοπῆς, μετὰ τοὺς πολλοὺς καὶ μυρίους πόνους, μετὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλὰς αἱρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμένας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύ νουσι δὲ καὶ πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολίαν τὴν ἐν εὐσεβείᾳ τραφεῖσαν.
 [01865]  Οὐ μόνον τοίνυν οὐκ ἀλύομεν παρρησίᾳ χρησάμενοι, ἀλλὰ καὶ γαννύμεθα καὶ γεγήθαμεν, καὶ τὸν τούτων ἡμᾶς ἀξιώσαντα τῶν παθημάτων ὑμνοῦμεν, καὶ μὲν δὴ καὶ τοὺς συνήθεις ἐπὶ τοὺς αὐτοὺς ἀγῶνας παρακα λοῦμεν.
 [02039]  Καὶ γὰρ δὶς ἡμῖν ἐπέστειλας, τῶν δεδιττο μένων καταφρονήσας, καὶ τὴν ἀδελφικὴν φιλοστοργίαν διὰ τῶν γραμμάτων ἐδήλωσας, καὶ οὓς ἔχεις ἀγῶνας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐμήνυσας.
 [02462]  Ἐπειδὴ δὲ ἔργον εἴχομεν τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμά των ἀγῶνας, καὶ τοῖς τοῦ Κυρίου ποιμνίοις τὴν διδασκαλικὴν προσφέρομεν πόαν, καὶ πρὸς τούτοις πέντε καὶ τριάκοντα συνεγράψαμεν βίβλους, τήν τε θείαν Γραφὴν ἑρμηνεύοντες, καὶ τὸ τῶν αἱρέσεων διελέγχοντες ψεῦδος·
000-00-00 Serial Number=0664695859
Eranistes Ante [Go Back]  
 [00028]  Μετὰ μέντοι τοὺς τρεῖς ἀγῶνας, οἷον ἐπαγωνίσματα, ἄλλ' ἄττα προσθήσομεν, ἑκάστῳ κεφαλαίῳ συλλογισμὸν προσαρμόζοντες, καὶ δεικνύντες ἄντι κρυς παρ' ἡμῖν φυλαττόμενον τῶν ἀποστόλων τὸ κήρυγμα.
 [03988]  ἀλλ' ὅμως καὶ μείζονα τοῦ μονογενοῦς δεικνύναι τὸν πατέρα πειρώμενος, ἀπαθῆ κηρύττει τὴν τοῦ σμικρυνομένου θεότητα, καὶ μακροὺς δὲ ἀγῶνας ὑπὲρ ταύτης καὶ μάλα γε θαυμαστοὺς ἀνεδέξατο.
 [04128]  [253] {ΕΡΑΝ.} Εἶδον, καὶ τοὺς ἀγῶνας ἐθαύμασα, καὶ ἄγαμαί γε τῶν ἐνθυμημάτων καὶ νοημάτων τὸν ἄνδρα.
000-00-00 Serial Number=0272128880
Graecarum affectionum curatio Ante [Go Back]  
 [01839]  [6.24] Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπί [6.25] χειρα.
 [03600]  Προεῖπε τοῖς ἀποστόλοις ὁ δεσπότης Χριστὸς τοὺς ἀγῶνας καὶ τοὺς κινδύνους, οὓς ἔμελλον πείσεσθαι, καὶ τοῖς [11.73] ἔθνεσι καὶ Ἰουδαίοις τὴν διδασκαλίαν προσφέροντες·
000-00-00 Serial Number=0452454329
Historia ecclesiastica Ante [Go Back]  
 [00825]  οὗτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ γε ἀντιπάλων, ὡς ἀνταγωνιστής, ἐχθρὸς ἐγένετο καὶ πολέμιος.
 [02531]  Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τὰς ἰσαρίθμους νίκας καὶ τὸ τῶν μαρτύρων ἐδέξατο τέλος, συνῆλθε μὲν συνήθως τοῦ ἔθνους ἡ σύνοδος, ἀφίκετο δὲ καὶ Ἰοβῖνος, τῆς Πέρρης τηνικαῦτα ἐπίσκοπος ὤν.
 [02640]  Ἐν Ἀλεξανδρείᾳ δέ, Ἀθανασίου τοῦ νικηφόρου μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τοὺς ἰσαρίθμους στεφάνους λύσιν τῶν πόνων εἰληφότος καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο, πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς, πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἱερωμένων καὶ τῶν ἐν τέλει καὶ ἀξιωτάτων.
 [03073]  ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε.
 [03089]  τοιοῦτον μετὰ τοὺς παντοδαποὺς [284] ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τὸ τέλος·
 [03474]  Ἐν Ἀντιοχείᾳ δὲ Μελετίου τοῦ μεγάλου τὴν προεδρίαν Φλα βιανὸς διεδέξατο, ὁ σὺν ∆ιοδώρῳ τοὺς πολλοὺς ἐκείνους ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ὑπομείνας ἀγῶνας.
 [03596]  καὶ μάλα γε δικαίως αἰτῶ, πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας.
000-00-00 Serial Number=0591104448
Historia religiosa Ante [Go Back]  
 [00003]  p.1 Τῶν ἀρίστων ἀνδρῶν καὶ τῆς ἀρετῆς ἀθλητῶν καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας καὶ τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι.
 [00025]  Ταύτην αὐτοὺς τὴν πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγεν.
 [00082]  Πόθεν γὰρ ἂν ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετήν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον καί, συντόμως εἰπεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, τὰς νίκας, τὰς ἀναρρήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ θείου πνεύματος τὰς ἀκτῖνας ἐδέξατο;
 [00925]  Ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ τούτους κατεπήδησε τοὺς ἀγῶνας.
 [01263]  Ἔννοια γάρ τίς μοι γέγονεν ὡς εἰ τεθναίην εὐθύνας ὑφέξω τοῦ θανάτου παρὰ τῷ δικαίῳ κριτῇ ὡς τοὺς ἀγῶνας φυγὼν καὶ τῆς δουλείας δραπετεύσας τοὺς πόνους·
 [01630]  [21.1] Ἐπειδὴ τῶν ἀναρρηθέντων τῆς ἀρετῆς ἀθλητῶν τοὺς ἀγῶνας διεξήλθομεν, ἐν κεφαλαίῳ διηγησάμενοι καὶ τοὺς ἐν τῇ μελέτῃ πόνους καὶ τοὺς ἐν τοῖς ἀγῶσιν ἱδρῶτας καὶ τὰς λαμπροτάτας καὶ περιφανεστάτας νίκας, φέρε καὶ τῶν ἔτι περιόντων καὶ μεγαλοπρεπῶς ἀγωνιζομένων καὶ φιλονεικούντων νικῆσαι τοῖς ἱδρῶσι τοὺς προλαβόντας τὴν πολιτείαν συγγράψωμεν καὶ τοῖς ἐσομένοις καταλείψομεν ὀνησιφόρον μνήμην.
 [01644]  [21.4] Ἀλλὰ τούτους τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐν μείοσιν ἐμελέτησε πόνοις.
 [02446]  Μηδεὶς τοίνυν ἡμῖν τῶν μεμψιμοίρων, γηπόνους καὶ ποιμένας καὶ ναύτας προφέρων εἰς μέσον, σμικρύνειν ἐπιχειρείτω τῶν μεγίστων τούτων ἀθλητῶν τοὺς ἀγῶνας.
000-00-00 Serial Number=0073774695
Interpretatio in Danielem Ante [Go Back]  
 [00904]  Ἀλλὰ μηδεὶς ταῦτα ἀφορῶν σμικρυνέτω τοὺς τῶν ἁγίων ἀγῶνας, τῶν δὲ ἱερῶν ἐκείνων ἀναμιμνησκέσθω λόγων·
000-00-00 Serial Number=0117402136
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00116]  Ἐπαγγέλλεται δὲ αὐτῷ οὐκ εἰρήνην καὶ ἡσυχίαν, ἀλλ' ἀγῶνας καὶ νίκην.
000-00-00 Serial Number=0949105263
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02626]  Ἀλλὰ τοὺς πρὸς τοὺς Ἰουδαίους λόγους καταλιπόντες, ἐπὶ τοὺς παρόντας ἀγῶνας, καὶ ἐπὶ τὴν τῶν λοιπῶν ψαλμῶν ἑρμηνείαν βαδίσωμεν.
 [03857]  Καὶ προτε θεικὼς, οἷόν τι ἆθλον ἀξιέραστον, τὴν ζωὴν τὴν ἄλυπον, καὶ τὴν τριπόθητον, ἐπὶ τοὺς ἀγῶνας προ τρέπει.
000-00-00 Serial Number=0253739536
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00817]  [∆ιὰ δὴ ταῦτα μηδεὶς ὀκλαζέτω περὶ τοὺς ἀγῶνας φθά σας, ἀλλ' ἐναθλείτω καὶ ἐγκαλλωπιζέσθω τούτοις·
000-00-00 Serial Number=0878105760
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03501]  Κήδε ται μὲν γὰρ ὡς φιλάνθρωπος, στεφανοῦν δὲ τοὺς δι καίους βουλόμενος, συγχωρεῖ τοὺς ἀγῶνας, λύει δὲ τούτους ὅτι τάχιστα διὰ τὴν ἀμέτρητον ἀγα θότητα.
 [04941]  Βασιλεὺς ὢν ὁ Προφή της, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πο λεμικοὺς πρὸς ταύταις ἀναδεδεγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»