Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγέλης [13]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγέλης


000-00-00 Serial Number=0607955217
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00211]  Ἐπαινῶ γὰρ τὸν εἰρηκότα, ἄριστον εἶναι τὸ μέτριον, εἰ καὶ τῆς ἡμετέρας ἀγέλης οὐκ [83.1432] ἐστιν.
000-00-00 Serial Number=0365324438
Eranistes Ante [Go Back]  
 [03983]  {ΟΡΘ.} Ἐγὼ δέ σοι καὶ ἐξ ἑτέρας ἀγέλης αἱρετικῆς παρέξομαι μάρτυρα, διαρρήδην τῆς τοῦ μονογενοῦς θεότητος τὴν ἀπάθειαν κηρύττοντα.
000-00-00 Serial Number=0528946757
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01541]  Καὶ ζητητέον, μήποτε τὴν τῶν αἰγῶν ἀγέλην τοὺς ἐξ ἁμαρτίας τῇ μετανοίᾳ προσιόντας, καὶ διὰ τοῦτο ἐν τῷ Γα λαὰδ ὄρει νεμομένους, ἵνα φαρμάκων θεραπευτικῶν καὶ ἰατρείας τύχωσιν, ἐνταῦθα ὁ λόγος αἰνίττεται, καὶ δηλοῖ ὅτι τὰ εὐτελῆ τῆς νύμφης, καὶ τὰ ἔσχατα αὐτῆς μόρια, καὶ τὰ οἱονεὶ νεκρὰ καὶ ἀναίσθητα, τοῖς ἐκείνης τῆς ἀγέλης παραβάλλεται κατορθώμασιν.
000-00-00 Serial Number=0918389857
Historia religiosa Ante [Go Back]  
 [00145]  [1.10] Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν , ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις.
 [00301]  Ὀκτὼ δὲ καὶ πεντήκοντα ἔτη τῆσδε τῆς ἀγέλης τὴν κηδεμονίαν ἐγχειρι σθείς, οὐκ εἴασε μὲν τῆς ἀσκητικῆς πολιτείας τὸ εἶδος, ἀσκητικὴν δὲ καὶ πολιτικὴν ἐκέρασεν ἀρετήν·
 [00444]  [3.6] Εὐσέβιος δὲ ὁ θαυμάσιος, τῆς συναθροισθείσης προστα τεύων ἀγέλης, καὶ τοῦ διδασκάλου τὴν ἐπιμέλειαν ἀνεδέδεκτο, καὶ μόνος εἰς καιρὸν αὐτῷ φοιτᾶν καὶ πυνθάνεσθαι μή τι βούλοιτο ἠξιοῦτο.
 [00661]  Ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἀμείνω μετέβη ζωήν, Ἰάκωβος ὁ Πέρσης καὶ Ἀγρίππας οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμον τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι.
 [00729]  καὶ συνδραμόντες τινὲς ἱκέτευον καὶ τῆς ἀγέλης γενέσθαι καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν.
 [00738]  Ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης ἐπιμελούμενος καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων.
 [00747]  Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο, ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ ὑφ' ὁτουοῦν ἀδικουμένων ποιούμε νος πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν.
 [01160]  [10.9] Τὴν δὲ τῆς ἀγέλης ἡγεμονίαν Ἑλλάδιος ὁ θαυμάσιος διεδέξατο ὃς ἑξήκοντα μὲν ἐν ἐκείνοις τοῖς τόποις διετέλεσεν ἔτη, εἶτα τὴν Κιλίκων θεόθεν ἐδέξατο προεδρίαν, οὔτε τὴν προτέραν φιλοσοφίαν καταλιπὼν καὶ τοῖς πόνοις ἐκείνοις τοὺς τῆς ἀρχιερωσύνης ἱδρῶτας ὁσημέραι προστιθείς.
 [01161]  Τούτου καὶ Ῥώμυλος ὁ μακάριος ἀκροατὴς γεγονὼς ἀγέλης μεγίστης ἡγεμὼν ἀπεφάνθη.
 [02094]  Ἤκουσα δὲ αὐτοῦ ἐκείνου διηγουμένου καὶ τοῦ νῦν τῆς αὐτῆς ἀγέλης ἡγεμονεύοντος ὡς σχοῖνόν ποτε ἀπὸ φοινίκων κατεσκευασμένην λαβών τραχυτάτη δὲ αὕτη λίαν καὶ χερσὶ προσψαυούσαις , ταύτῃ διέζωσε τὴν ὀσφύν, οὐκ ἔξωθεν περιθείς, ἀλλ' αὐτῷ προσφύσας τῷ δέρματι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»