Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συμμαχίας [58]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συμμαχίας


000-00-00 Serial Number=0217946172
Ad populum Antiochenum Ante [Go Back]  
 [05324]  οὗτος ὁ Σεδεκίας τῷ βασιλεῖ τῶν βαρβάρων τῷ Ναβουχοδονόσορ ὅρκον ἔδωκεν, ὥστε μένειν ἐπὶ τῆς ἐκείνου συμμαχίας·
 [05353]  Εἶτα εἰπὼν ἕτερά τινα μεταξὺ, λέγει τοὺς ὅρκους καὶ τὰς συμμαχίας·
000-00-00 Serial Number=0156323254
Adversus Judaeos Ante [Go Back]  
 [02601]  Μείζονα μὲν ἥμαρτον συγγνώμης καὶ ἀπολογίας καὶ τοῦ ἀφεθῆναι, πλὴν ἀλλ' εἰ βουληθείης ἐπεξελθεῖν τῷ γεγενημένῳ, πᾶσι προκείσομαι, ἔρημος τῆς παρὰ σοῦ συμμαχίας γενόμενος.
000-00-00 Serial Number=0168035269
Catecheses ad illuminandos Ante [Go Back]  
 [01257]  [8.17] Καὶ μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὰς ὑπὸ τὸν ὄρθρον εὐχὰς καὶ ἐξομολογήσεις ἐνταῦθα παραγινομένους ἀποδιδόναι τῷ τῶν ὅλων Θεῷ καὶ εὐχαριστεῖν ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παρακαλεῖν πολλῆς ἀξιωθῆναι τῆς συμμαχίας πρὸς τὴν εἰς τὸ ἑξῆς φυλακήν·
000-00-00 Serial Number=0339869440
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00511]  Ὅτι οὔτε ἐβλάπτετο παρ' αὐτοῦ οὔτε σαρκικῆς ἔχρῃζε συμμαχίας ἀλλὰ καὶ τότε καὶ νῦν χωρὶς ἀνθρωπίνης αὐτὸν κατέβαλε χειρός.
000-00-00 Serial Number=0140956283
De paenitentia [1] Ante [Go Back]  
 [01044]  Εἰ γὰρ ἀνθρώποις τοῖς συνηγοροῦσι καὶ ῥητορεύουσιν ἐπὶ τῶν ἔξωθεν δικαστῶν τὰ πράγματα τὰ ἡμέτερα λέγομεν μόνον, τὸν δὲ τρόπον τῆς συμμαχίας ἐκείνοις καταλιμπάνομεν, ὅπως ἂν βούλοιντο διαθεῖναι τὰ ἡμέτερα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν.
000-00-00 Serial Number=0975427687
De prophetiarum obscuritate Ante [Go Back]  
 [00479]  πολλῷ μᾶλλον Ἰουδαίοις διαλεγόμενος ἐδεῖτο συμμαχίας τῆς ἀπὸ τῶν προφητῶν, ὥστε μὴ καὶ ἐκείνους ἐγκαλεῖν, ὅτι καινά τινα καὶ ξενίζοντα εἰσφέρει εἰς τὰς ἀκοὰς αὐτῶν.
000-00-00 Serial Number=0196317673
De sacerdotio Ante [Go Back]  
 [00759]  ∆ιὰ τοῦτο ἀσφαλεστάτης φυλακῆς καὶ πλείονος δεῖται τῆς συμμαχίας.
000-00-00 Serial Number=0048235118
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00032]  μακαρίζειν μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ συμμαχίας, θαυμάζειν δὲ ὑπὲρ τῆς οἰκείας προθυμίας.
000-00-00 Serial Number=0886220574
De virginitate Ante [Go Back]  
 [01099]  Οὐδὲ γὰρ αὐτὴν παντελῶς ἐκκόπτω τῆς ἐν τοῖς πνευματικοῖς συμμαχίας μὴ γένοιτο, ἀλλὰ τότε φημὶ ταῦτα αὐτὴν κατορθοῦν, ὅταν μὴ τὰ τοῦ γάμου πράττῃ ἀλλὰ μένουσα τῇ φύσει γυνὴ πρὸς τὴν τῶν μακαρίων ἀνδρῶν ἀρετὴν διαβαίνῃ.
000-00-00 Serial Number=0378550828
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01647]  ∆ιὰ τοῦτο καὶ πλείονος ἀπέλαυσε τῆς τιμῆς, καὶ τῆς ἄνωθεν συμμαχίας.
 [02845]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὑτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα γράψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα.
000-00-00 Serial Number=0320200205
Epistula ad Cyriacum Ante [Go Back]  
 [00526]  Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις, ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὑτοῦ τὴν κηδεμονίαν τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος.
000-00-00 Serial Number=0926831663
Epistulae Ante [Go Back]  
 [00071]  ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι, πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τῆς ἀπὸ τῶν εὐχῶν σου συμμαχίας ἐκ τοσούτου ἀπολαύοντες διαστήματος.
 [00783]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [01741]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [02682]  Εἰ γὰρ καὶ πολλὰ παρανενομήμεθα παρὰ τῶν ἐχθρῶν, ἀλλ' ὅμως πολλῆς παρ' ὑμῶν ἀπηλαύσαμεν τῆς συμμαχίας, δαψιλοῦς τῆς ἀγάπης, γνησίας φιλοφροσύνης, θερμοτάτης σπουδῆς·
 [02897]  ∆εῖξον τοίνυν, δέσποτά μου τιμιώτατε, ὡς οὐ τηνάλλως ταῦτα ἐνόμισε, καὶ δεξάμενος αὐτὸν μετὰ τῆς σοι προσηκούσης εὐνοίας, ἄν τι δίκαιον νομίζῃ, καὶ λόγον ἔχον, ἕτοιμον σεαυτὸν αὐτῷ παρασχεῖν παρακλήθητι, καὶ δεῖξον διὰ τῶν ἔργων αὐτῷ ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθε φέρων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλὰ γέγονέ τι πλέον [52.713] αὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων.
000-00-00 Serial Number=0749698520
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00872]  Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὐτοῦ τὴν κηδεμονίαν, τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος.
000-00-00 Serial Number=0540314257
Expositiones in Psalmos Ante [Go Back]  
 [00987]  Ὁρᾷς πῶς οὐδὲν ἐπίκηρον αἰτεῖ, καὶ πῶς δεῖται τῆς ἄνωθεν συμμαχίας;
 [01003]  Τῆς γὰρ παρὰ σοῦ χρείαν ἔχω συμμαχίας.
 [01622]  Ὅτι οὐδὲ ἐν συμμαχίας ἡγεῖται μέρει τὴν οἰκουμένην ἅπασαν, εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσειεν ῥοπῆς, οὐδὲ ἐν ἐρημίᾳ εἶναι, εἰ καὶ μόνος ἦν, τῆς ἐκείνου μετέχων συμμαχίας.
 [02101]  Ὥστε εἰ μέλλοιμεν ἀπολαύειν συμμαχίας τῆς ἄνωθεν, τοιαῦτα αἰτεῖν δεῖ, ἃ καὶ τὸν τοῦ δικαίου λόγον ἔχει·
 [03407]  Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς.
 [04010]  εἶδες τῆς συμμαχίας τὴν εὐκολίαν;
 [04084]  Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης.
 [05170]  Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς.
 [05773]  εἶδες τῆς συμμαχίας τὴν εὐκολίαν;
 [05847]  Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης.
 [06825]  Ἐνταῦθα πάλιν τὴν εὐκολίαν τῆς συμμαχίας παρίστησι, καὶ τὴν ἐξουσίαν τὴν πολλὴν, καὶ οὐδὲ ἁπλῶς τοῦ προγόνου μέμνηται, ἀλλ' ἀντὶ δικαιώματος τὴν ἀρετὴν αὐτοῦ προβάλλεται, δυσωπῆσαι τὸν Θεὸν βουλόμενος.
 [07473]  οὐχ ἵνα ὦμον νοήσῃς μὴ γένοιτο, ἀλλ' ἵνα εἰδῇς ὅτι οὐ δεῖται ἑτέρων Θεὸς συμμαχίας.
000-00-00 Serial Number=0828318119
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ἀπὸ δὲ τούτων πάντων πάντα ἔσται τὰ τῷ Θεῷ δοκοῦντα, καὶ οὕτω πᾶσα ἡ οἰκία εὐλογίας πληρωθήσεται, καὶ τὰ τῷ Θεῷ ἀρέσκοντα διαπραττόμενοι, πολλῆς ἀπολαύσομεν τῆς ἄνωθεν συμμαχίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0672253311
In Isaiam Ante [Go Back]  
 [01837]  ἀλλ' ἔρημοι καὶ τῆς ἄνωθεν συμμαχίας καὶ τῆς κάτωθεν βοηθείας, ἐκδοθήσονται τοῖς πολεμίοις.
000-00-00 Serial Number=0954107404
In Joannem Ante [Go Back]  
 [04506]  ὁ εἰς τὸ σῶμα τοῦ Χριστοῦ τελῶν, ποίαν ἔχει λοιπὸν συμμαχίας χρείαν;
000-00-00 Serial Number=0855066121
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00480]  Καὶ γὰρ ὅτε ἦλθεν Οὐρίας ἀπὸ τῆς συμμαχίας, καὶ τὴν νίκην τοῦ πολέμου τῷ βασιλεῖ ἐμήνυσε, βουλό μενος ὁ βασιλεὺς τὸν ἄνδρα λαθεῖν τὸν ἠδικημένον, ὅτι ἐμοίχευσεν εἰς τὴν γυναῖκα αὐτοῦ, τοσαύτην ἔθετο σπουδὴν τοῦ κρύψαι τὴν ἁμαρτίαν, ὅτι καὶ φόνον συν έπλεξε τῇ μοιχείᾳ·
000-00-00 Serial Number=0350126982
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00064]  ἰδὼν γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, καὶ ὅτι πολλῆς δεῖται συμμαχίας, ἐχαρίσατο τὴν τοῦ ἁγίου Πνεύματος βοήθειαν, ἵνα ἀκαταγώνιστος γένηται ὁ ἄνθρωπος πρὸς τὰς τοῦ διαβόλου μηχανάς.
000-00-00 Serial Number=0958633363
In catenas sancti Petri Ante [Go Back]  
 [00042]  [10] Ταῦτά τε καὶ ὅσα τούτοις ἀκόλουθα πέπονθέ τε καὶ ἔδρασεν, εἰς ὄγκου πλῆθος οὐκ εὐαφήγητον ἀναφερόμενα ἐπιτεμών τε καὶ συνελὼν, ἕνα τῶν πάντων χαλεπώτατον καὶ δυσδιάφευκτον, μετὰ θαυματουργίας ἐνεργηθέντα κίνδυνον ἐπαγορεύει, πολλὴν ἔχοντα καὶ τὴν κατ' αὐτοῦ τῶν Ἰουδαίων ὠμότητα καὶ τῆς ἐκ θεοῦ συμμαχίας τὴν ταχύτητα.
 [00088]  Ἐπειδὴ γὰρ ἔτι σε, φησὶν, ὁ βασιλικὸς ἅμα καὶ ἰουδαϊκὸς φόβος, καὶ ἡ τῶν φυλασσόντων ἐν κύκλῳ περιοχὴ καὶ συντήρησις ὀρρωδοῦντα καὶ τεθηπότα πεποιήκασι, καὶ διὰ τοῦτο οὐκ εὐχερῶς τοῖς παρ' ἐμοῦ λεγομένοις πιστεύειν ἐθέλεις, τοσαύτης σε βοηθείας καὶ συμμαχίας ἐμπιπλῶ, καὶ πάντα φόβον τῆς σῆς ἀπορραπίζω διανοίας, ὡς καὶ αὐτὸ τὸ ἱμάτιον δίχα παντὸς δέους περιβαλέσθαι, καὶ τὰ σανδάλια ὑποδύσασθαι.
000-00-00 Serial Number=0789547324
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02798]  τουτέστιν, ἀπὸ τῆς αὐτῆς συμμαχίας, ἀφ' ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα·
 [05717]  τουτέστι, Πόλεμον ἀνεδεξάμεθα καὶ μάχην, ἀλλ' οὐχὶ σαρκικοῖς πολεμοῦμεν ὅπλοις, οὐ διά τινος ἀνθρωπίνης συμμαχίας.
 [07078]  τότε μείζονος ἀπολαύει βοηθείας, πλείονος δεομένη συμμαχίας, καὶ πλείονος ἀξία χάριτος.
000-00-00 Serial Number=0515006125
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00867]  νυνὶ δὲ ὅτε ἡ τοῦ Θεοῦ χάρις ἐπέδωκε, καὶ ἐν τοῖς ἀρχομένοις πολλοὺς, μᾶλλον δὲ τοὺς πλείους εὑρήσομεν τοῦ κρατοῦντος ἐκ πολλοῦ περιόντας τοῦ μέρους, μὴ δὴ τῆς συμμαχίας ἡμᾶς ἀποστερήσητε ταύτης·
 [00966]  [62.492] οὔτε πάλιν ἐργαζομένους τὰ ἀγαθὰ, καταφρονεῖν τῆς συμμαχίας ἐκείνης.
000-00-00 Serial Number=0121527672
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01028]  τέως δὲ ταυτὶ δύο διατηρῶμεν κεφάλαια, πῶς οἱ ἀσθενεῖς τοὺς ἰσχυροὺς ἐνίκησαν, καὶ πόθεν αὐτοῖς ἐπῆλθε τοιούτοις οὖσι τοιαῦτα βουλεύσασθαι, εἰ μὴ θείας ἀπέλαυον συμμαχίας.
 [07393]  ἀλλὰ κἀνταῦθα τῆς παρ' αὐτοῦ δεόμεθα συμμαχίας, ὥστε αὐτοὺς διεξελθεῖν, καὶ πρὶν ἢ διεξελθεῖν, ἐνεγκεῖν.
000-00-00 Serial Number=0640769184
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02561]  Ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι Θεὸν ἔχοντα τοιοῦτον, μήτε τῆς παρ' ἑτέρων συμμαχίας δεῖσθαι, ἀλλ' ἑκοντὶ πάντα φέρειν γενναίως·
000-00-00 Serial Number=0004126191
In epistulam ad Ephesios Ante [Go Back]  
 [06570]  Ἀλλὰ μὴ γένοιτο τοῦτο μηδένα παθεῖν ἡμῶν, ἀλλὰ τὸν πόλεμον ἀναδεξαμένους τὸν πρὸς αὐτὸν, καὶ νικήσαντας μετὰ τῆς ἄνωθεν συμμαχίας, [62.163] κληρονόμους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν.
000-00-00 Serial Number=0338310540
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02254]  καὶ γὰρ κἀκεῖνος, ἐπειδὴ ταύτης ἔρημος ἦν τῆς συμμαχίας, καὶ ὀλοφυρόμενος καὶ ἱκετεύσας πολλὰ, οὐ παρὰ τοῦ πατριάρχου, οὐ παρὰ ἄλλου τινὸς ἠλεεῖτο, ἀλλ' ἔμενε διηνεκῶς ἀποτηγανιζόμενος χωρὶς συγγνώμης ἁπάσης.
000-00-00 Serial Number=0500491381
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03883]  Πλὴν ὅτι τεύξῃ τοῦ σπουδαζομένου μετὰ τῆς ἐκεῖθεν συμμαχίας, εὔδηλόν ἐστιν·
000-00-00 Serial Number=0207247198
In epistulam ad Philippenses Ante [Go Back]  
 [01911]  ὅταν ἀποστῶμεν αὐτοῦ, μεγάλα φυσᾷ, βρυχᾶται, τρίζει τοὺς ὀδόντας, ἅτε ἐρήμους ἡμᾶς τῆς μεγάλης συμμαχίας λαβών·
 [03905]  πολλῆς δεῖ τῆς βοηθείας, πολλῆς τῆς συμμαχίας.
000-00-00 Serial Number=0444584727
In epistulam ad Romanos Ante [Go Back]  
 [00530]  Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς αὐτὸς χρῄζων τῆς παρ' ἐκείνων συμμαχίας, ἄπαγε·
 [04630]  Τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον θανατώσασα τὴν ἁμαρτίαν ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα, καὶ τότε μετὰ πολλῆς τῆς συμμαχίας ἐπὶ τὰ παλαίσματα ἑλκύσασα.
 [09588]  Ὅταν δὲ μηδὲ ὧν ἐσμεν κύριοι, βουλώμεθα ἀνύειν, οὐδὲ ἐκείνης ἀπολαύσομεν τῆς συμμαχίας·
000-00-00 Serial Number=0847257197
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00244]  Ὅταν γὰρ σαυτὸν διὰ τῆς ἀσελγείας ταύτης ἔρημον ποιήσῃς τῆς τοῦ Θεοῦ συμμαχίας, καὶ γυμνώσῃς σαυτὸν τῆς ἄνωθεν βοηθείας, λαβοῦσά σε μετὰ ἀδείας ἡ πόρνη, καὶ τοὺς αὐτῆς καλέσασα δαίμονας, καὶ τὰ πέταλα ῥάψασα, καὶ τὰς ἐπιβουλὰς ἐργασαμένη, μετὰ πολλῆς τῆς εὐκολίας περιγίνεταί σου τῆς σωτηρίας, ὄνειδός σε καὶ γέλωτα τῶν τὴν πόλιν οἰκούντων ἁπάντων καταστήσασα, ὥστε μηδὲ ἐλεεῖσθαι κακῶν πάσχοντα.
000-00-00 Serial Number=0732684612
In principium Actorum Ante [Go Back]  
 [00508]  ἡ γὰρ ἰσχὺς τῆς πίστεως οὐκέτι ταύτης δεῖται τῆς συμμαχίας.
 [00583]  Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ' ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ' ἀλλήλων συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»