Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σταυρὲ [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σταυρὲ


000-00-00 Serial Number=0220848203
In adorationem venerandae crucis Ante [Go Back]  
 [00054]  Χαίροις σταυρὲ, ἀρχὴ σωτηρίας, καὶ ὀχύρωμα βασιλείας·
 [00055]  χαίροις, σταυρὲ, προβλήτωρ ἀποστόλων, καὶ κήρυγμα προφητῶν·
 [00056]  χαίροις, σταυρὲ, καύχημα μαρτύρων καὶ κήρυγμα ὁσίων·
 [00057]  χαίροις, σταυρὲ, γαλήνη τῶν χειμαζομένων, καὶ ἀνάῤῥυσις τῶν αἰχμαλωτιζομένων·
 [00058]  χαίροις, σταυρὲ, δικαίων καὶ ὁσίων ἀγαλλίαμα·
 [00059]  χαίροις, σταυρὲ, ἱερέων στολιστὰ, καὶ πρεσβυτέρων σεμνότης·
 [00060]  χαίροις, σταυρὲ, διακόνων ἀγλάϊσμα, καὶ ἀναγνωστῶν φαιδρότης·
 [00061]  χαίροις, σταυρὲ, μοναζόντων καύχημα, καὶ πενθούντων παράκλησις·
 [00062]  χαίροις, σταυρὲ, φύλαξ Ἐκκλησιῶν, καὶ πόλεων εὐνομία·
 [00063]  χαίροις, σταυρὲ, ὀρφανῶν πάτερ, καὶ χηρῶν προστάτα·
 [00064]  χαίροις, σταυρὲ, πολεμουμένων σωτηρία, καὶ πλανωμένων ὁδηγός·
 [00065]  χαίροις, σταυρὲ, ἀδικουμένων ὑπέρμαχος, καὶ ἀδικούντων ἀντίδικος·
 [00066]  χαίροις, σταυρὲ, ὀδυνωμένων ψυχαγωγία, καὶ κινδυνευόντων παραμυθία·
 [00067]  χαίροις, σταυρὲ, τῶν φαύλων ἐπιτηδευμάτων διορθωτὰ, καὶ τῶν κρειττόνων σπουδασμάτων βοηθέ·
 [00068]  χαίροις, σταυρὲ, πολεμουμένων ὅπλον ἀήττητον, καὶ πιπτόντων ἔγερσις·
 [00069]  χαίροις, σταυρὲ, ἀσθενούντων δύναμις, καὶ ἀδυνάτων βακτηρία·
 [00070]  χαίροις, σταυρὲ, παρθενευόντων στέφανος, καὶ χηρευόντων σωφρο [62.749] σύνη·
 [00071]  χαίροις, σταυρὲ, ἔνδυμα τῶν νεοφωτίστων, καὶ φύλαξ νηπίων·
 [00072]  χαίροις, σταυρὲ, δούλων ἐλευθερία, καὶ ἀποθνησκόντων ἐντάφιον·
 [00073]  χαίροις, σταυρὲ, τῶν ψυχῶν ὁ ἁγιασμὸς, καὶ τῶν δαιμόνων κατακάρδιος ἧλος·
 [00074]  χαίροις, σταυρὲ, ὁ τῶν ὁδοιπόρων συνοδοιπόρος, καὶ τῶν πλεόντων εὔδιος λιμήν·
 [00075]  χαίροις, σταυρὲ, τῶν πιστῶν ἀσφάλεια, καὶ ἀγρυπνούντων παραμύθιον·
 [00076]  χαίροις, σταυρὲ, τὸ ἡμερινὸν ὅπλον, καὶ νυκτερινὸν φυλακτήριον·
 [00077]  χαίροις, σταυρὲ, ἀσθενούντων βακτηρία, καὶ ποιμένων ῥάβδος·
 [00078]  χαίροις, σταυρὲ, ἐπιστρεφόντων χειραγωγία, καὶ προκοπτόντων τελείωσις·
 [00079]  χαίροις, σταυρὲ, τῶν ψυχῶν ἡ σωτηρία, καὶ σωμάτων πάντων κακῶν ἀποτρόπαιον·
 [00080]  χαίροις, σταυρὲ, πάντων ἀγαθῶν πρόξενος, καὶ ἁμαρτιῶν ἀναίρεσις·
 [00081]  χαίροις, σταυρὲ, φυτὸν ἀναστάσεως, καὶ ξύλον ζωῆς αἰωνίου·
 [00082]  χαίροις, σταυρὲ, πίστεως κρηπὶς, καὶ ἱερωσύνης τελείωσις·
 [00083]  χαίροις, σταυρὲ, ἀνομιῶν ἀπολύτρωσις, καὶ Ἐκκλησιῶν θεμέλιος καὶ στήριγμα·
 [00084]  χαίροις, σταυρὲ, νόσων καθαίρεσις, καὶ ὁδοιπορούντων ἀνάπαυσις·
 [00085]  χαίροις, σταυρὲ, ἐπικουρία τῶν δεομένων, καὶ ἀγωνιστῶν συμμαχία·
 [00086]  χαίροις, σταυρὲ, ὀδυνωμένων ἀνάκτησις, καὶ εὐθυπορούντων ἔρεισμα·
 [00087]  χαίροις, σταυρὲ, ἐλεημοσύνης αἴτιος, καὶ ἀσπλαγχνίας τιμωρία·
 [00088]  χαίροις, σταυρὲ, πάντων βοήθεια κραταιὰ, καὶ βεβαιούσης ἐλπίδος ἀσφάλεια.
 [00209]  Χαίροις, πάμφρικτε καὶ ζωοδότα σταυρὲ, φέγγος γλυκερὸν, καὶ ἀειφανὴς ἥλιος·
 [00210]  χαίροις, τίμιε καὶ σεβάσμιε σταυρὲ, ὁ τὰς τῶν θελγομένων ψυχὰς ἐπιστρέφων, τὰς δὲ τῶν ἀνόμων ψυχὰς ὀλοθρεύων·
 [00211]  χαίροις, ἀξιάγαστε σταυρὲ, ὁ ὁδοὺς δικαίων φαίνων, τρίβους δὲ ἀσεβῶν φλέγων·
 [00212]  χαίροις, τρισόλβιε σταυρὲ, ἀγαθῶν χορηγὲ, καὶ τῶν εἰς σὲ ἐλπιζόντων ἀντιλήπτωρ·
 [00213]  χαίροις, πανόλβιε σταυρὲ, ὁ τῶν εἰς σὲ προσφευγόντων τεῖχος καὶ σωτηρία·
 [00214]  χαίροις, παμφαέστατε σταυρὲ, κινδυνευόντων λυτρωτὰ, καὶ ἀσθενούντων ἰατρέ·
 [00215]  χαίροις, παμμέγιστε σταυρὲ, πασχόντων βοηθὸς, καὶ καταπονουμένων ἔκδικος·
 [00216]  χαίροις, παμφώτιστε σταυρὲ, ἀπεριστάτων ἀντιλήπτωρ, πλανωμένων ὁδηγὲ, θλιβομένων βοηθέ·
 [00217]  χαίροις, νικοποιὲ σταυρὲ, δεομένων δοτὴρ, καὶ βοώντων ἐπακουστά·
 [00218]  χαίροις, ἀήττητε σταυρὲ, προστάτα ἀπρόδοτε, κόσμου συνοχεῦ καὶ πρύτανι·
 [00219]  χαίροις, ζωοπύρσευτε σταυρὲ, οἰκουμένης εὐεργέτα, εὐποιούντων ἀνταποδότα·
 [00220]  χαίροις, ὑψοποιὲ σταυρὲ, καὶ δούλων σου νικοποιέ·
 [00221]  χαίροις, ζωηφόρε σταυρὲ, φίλων εὐεργέτα, Ἰουδαίων λικμήτωρ, ἀσεβῶν κολαστὰ, δικαίων μισθαποδότα·
 [00222]  χαίροις, ἀξιοθαύμαστε σταυρὲ, ἱερέων στολιστὰ, μοναζόντων καύχημα, διωκομένων ἐπιζητητὰ, τεταπεινωμένων ἀνεῴκτα·
 [00223]  χαίροις, ζωοπάροχε σταυρὲ, πτωχῶν ὑψοποιὲ, πεπτωκότων ἔγερσις, ἁμαρτανόντων μακροθυμία, μετανοούντων ὑποδέκτα·
 [00224]  χαίροις, πανάγιε σταυρὲ, ἐξομολογουμένων ἱλασμὸς, ἐπιστρεφόντων οἰκτειρητὰ, ὁσίων σου ἐπιλέκτα, ἐχθρῶν σου ὀλοθρευτὰ, Χριστιανῶν ἀγχιστευτὰ, καὶ τῶν Ἐκκλησιῶν οἰκοδόμε, καὶ ὑπὸ πάσης κτίσεως προσκυνούμενε.
000-00-00 Serial Number=0103671849
In venerandum crucem Ante [Go Back]  
 [00006]  Ἀλλ', ὦ θεῖε σταυρὲ, τὸ τῶν ἀγγέλων ἄῤῥητον θέαμα, τὸ τῶν βροτῶν καύχημα, τὸ σκῆπτρον τὸ βασιλικόν! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι, χαρμόσυνά τε καὶ νικητήρια τῆς ἡμῶν γε φέροντι σωτηρίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»