Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρρησίας [72]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρρησίας


000-00-00 Serial Number=0993688405
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00315]  Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον οἰκήματι καὶ ὑπὸ φόβον ὂν παιδαγωγῶν, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενος, ἐξαίφνης, μετὰ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παρρησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ' ἐκείνων ἀναλαβών·
 [00392]  ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπανελθοῦσα καὶ μετὰ παρρησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς ∆εσπότην ὁρᾶν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδονήν, ὅσον τὸ κέρδος, οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγαθοῖς ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπὸν ὅτι οὐδαμῶς ταῦτα τελευτήσει τὰ καλά.
 [00526]  Εἰ δὲ ἡμεῖς τοὺς ἀπὸ τύχης προσκεκρουκότας τῶν οἰκετῶν, ἂν ἐπαγγέλλωνται γενέσθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παρρησίας μεταδίδομεν, οὐ πολλῷ μᾶλλον αὐτός;
 [00575]  Ναί, δέομαι καὶ ἀντιβολῶ, πρὸς τῆς εὐδοκιμήσεως τῆς προτέρας, πρὸς τῆς παρρησίας ἐκείνης, οὕτω πάλιν σε ἐπὶ τῆς κορυφῆς καὶ τῆς καρτερίας ἴδωμεν τῆς αὐτῆς.
 [00624]  πόρρω ταύτης αὐτὸν εἶναι λέγων τῆς παρρησίας.
000-00-00 Serial Number=0820978880
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00042]  Εἰ μὲν οὖν σπουδή σοι περὶ τοὺς ἔξωθεν λόγους ἦν, εἶτα ἀπερρᾳθύμησας δικαστηρίων καὶ βήματος καὶ τῶν ἐκεῖσε στεφάνων καὶ τῆς παρρησίας, σ' ἀναμιμνῄσκων παρεκάλεσα ἂν ἐπανελθεῖν εἰς τοὺς ὑπὲρ ἐκείνων πόνους·
 [00148]  Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παρρησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;
000-00-00 Serial Number=0885921419
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00126]  Ὁ μὲν οὖν τῆς βροντῆς υἱὸς καὶ σφόδρα ἐπέραστος ὢν τῷ Χριστῷ καὶ τοῦτο παράσημον ἔχων, ὅπερ ἦν μεγίστης ἀρετῆς ἀπόδειξις καὶ τοσαύτης ἀπολαύων παρρησίας ὡς καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ κατακλίνεσθαι, οὕτω φησί·
 [01022]  [19.11] Ὁρῶν τοίνυν τοσοῦτον πλοῦτον, τοσοῦτον κέρδος, τοσαύτην ἐμπορίαν τῇ Ἐκκλησίᾳ συνηγμένην, τοσούτους θησαυροὺς ἀποτιθεμένους, πυρὸς σφοδροτέρους γινομένους τοὺς πρότερον ἀναπεπτωκότας καὶ τοὺς θεάτροις προσηλωμένους εἰς τὰς ἐρημίας ἐξιόντας καὶ τὰς νάπας καὶ τὰ ὄρη ποιοῦντας ἐκκλησίαν καὶ οὐδενὸς ἐξάγοντος τὴν ἀγέλην, εἰς τὴν τῶν ποιμένων τάξιν μεταστάντα τὰ πρόβατα καὶ τοὺς στρατιώτας εἰς τὴν τοῦ στρατηγοῦ, παρρησίας ἕνεκεν καὶ ἀνδρείας καὶ πάντας μετὰ τῆς προσηκούσης θερμότητος, σπουδῆς, ἐμμελείας, τὰς συνάξεις ἐπιτελοῦντας, οὐκ ἐκπλήττῃ καὶ θαυμάζεις, ὅσον ἐκ τούτου κατόρθωμα γέγονεν;
 [01119]  [22.5] Ἀλλ' ἐκείνους εἰς μέσον ἄγε μοι, τοὺς νήφοντας, τοὺς ἐγρηγορότας καὶ λογίζου πόσην εἰκὸς αὐτοὺς ἐντεῦθεν καρπώσασθαι τὴν ὠφέλειαν, ὁρῶντας ψυχὴν ἀπερίτρεπτον, φρόνημα ἀδούλωτον, γλῶτταν παρρησίας γέμουσαν, ἄνθρωπον ἐρημοπολίτην βασιλέως περιγενόμενον, δεσμούμενον καὶ οὐκ ἐνδιδόντα, ἀποτεμνόμενον καὶ οὐ σιωπῶντα·
 [01200]  [24.5] Οἱ δὲ παρ' ἐκείνων παθόντες ἅπερ ἔπαθον, μετὰ τῶν μαρτύρων, μετὰ τῶν ἀποστόλων, μετὰ τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν στήσονται, λάμποντες ἀπὸ τῶν κατορθωμάτων, ἀπὸ τῶν παθῶν, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῶν βραβείων, ἀπὸ τῆς πολλῆς παρρησίας.
000-00-00 Serial Number=0988151908
Catecheses ad illuminandos Ante [Go Back]  
 [00109]  [1.22] ∆εῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν ἐμπεπηγότα ὑμῶν τῇ διανοίᾳ ἵνα μὴ εὐχείρωτοι γένησθε ταῖς ἀπάταις ταῖς διαβολικαῖς, ἀλλ' ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ' αὐτῶν λεγόμενα, μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν.
 [00268]  [1.47] Ἂν τοίνυν οὕτω φροντίζητε καὶ ἐπιμελήσησθε τῆς κατὰ ψυχὴν ὑμῶν ὑγείας, καὶ τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπισπάσεσθε καὶ αὐτοὶ πλείονος ἀπολαύσετε τῆς παρρησίας καὶ ἡμεῖς μετὰ πολλῆς τῆς προθυμίας καὶ τὴν εἰς τὸ ἑξῆς διδασκαλίαν ποιησόμεθα, εἰδότες ὅτι εἰς εὐγνώμονας ἀκοὰς καὶ εἰς λιπαρὰν καὶ βαθύγειον ἄρουραν τὰ πνευματικὰ ταῦτα καταβάλλομεν σπέρματα.
 [00398]  Ὁ γὰρ τοσαύτης ὑμῖν μεταδοὺς παρρησίας καὶ εἰς τοὺς πρώτους τῶν φίλων ἐγγράψας καὶ εἰς τὴν υἱοθεσίαν ἀναγαγών, τοὺς πρότερον αἰχμαλώτους καὶ δούλους καὶ ἀπαρρησιάστους, οὐκ ἀνανεύσει πρὸς τὰς ὑμετέρας αἰτήσεις ἀλλὰ πάντα ὑμῖν παρέξει, τὴν οἰκείαν ἀγαθότητα καὶ ἐν τούτῳ μιμούμενος.
 [00400]  Ὅταν γὰρ ἴδῃ τοσαύτην ὑμᾶς κηδεμονίαν ποιουμένους τῶν ὑμετέρων μελῶν καὶ τῆς τῶν λοιπῶν σωτηρίας φροντίζοντας, πολλῆς ὑμᾶς καὶ διὰ τοῦτο ἀξιώσει τῆς παρρησίας.
 [01021]  Ἐννόησον γὰρ εἰ παρ' ἡμῶν τῶν συνδούλων ἐνταῦθα τοσαύτης ἀπολαύουσι τιμῆς, πόσης καὶ ἡλίκης ἀπολαύσονται παρὰ τῷ δεσπότῃ τῆς παρρησίας ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ, ὅτε μέλλουσι τῶν ἀκτίνων τῶν ἡλιακῶν φαιδρότερον ἀπολάμπειν·
 [01023]  [7.4] Εἰδότες τοίνυν τῆς παρρησίας αὐτῶν τὸ μέγεθος, πρὸς αὐτοὺς ἀεὶ καταφεύγωμεν καὶ τὴν παρ' αὐτῶν συμμαχίαν λαμβάνωμεν.
000-00-00 Serial Number=0977786124
Catechesis de juramento Ante [Go Back]  
 [00250]  γένοιτο δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύτην, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρησίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις·
 [00253]  γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς μετασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0557406425
Commentarius in Job Ante [Go Back]  
 [00275]  οὐ γὰρ αὐτῷ μέτεστι λόγου καὶ παρρησίας τοσαύτης ἦ γὰρ οἱ δαίμονες τὸν υἱὸν τοῦ θεοῦ ἰδόντες ἐβόων λέγοντες·
 [01786]  καὶ τὰ μὲν ἁμαρτήματα μετὰ πολλῆς τῆς παρρησίας ἐπὶ συλλόγου καὶ λαμπροῦ θεάτρου πολλάκις ἐξεπόμπευεν, τὰ δὲ κατορθώματα καὶ τοσαύτην ἀνάγκην ὁρῶν σιγᾷ.
 [01853]  ἢ ὅτι ὁ τὰ ὀρθὰ λαλῶν καὶ μετὰ παρρησίας φθεγγόμενος οὐκ ἔστι τοῖς ἀκούουσι φορητός·
 [01883]  «κἂν ἀναπαύσωμαι μικρόν», φησίν, «καθάπερ οἰκέτης μικρὸν ἀναπνεῖ οὐ μετὰ ἀδείας οὐδὲ μετὰ παρρησίας, οὕτω πολλαὶ πολλαχόθεν αἱ τῆς τυραννίδος ἐπιθέσεις.».
 [04001]  ἐπειδὴ γὰρ τοῦτο μάλιστα πάντων ἐξέβαλε τῆς τοῦ θεοῦ παρρησίας, πάντα πρὸς τὸ ἐναντίον κατεσκεύασεν ὁ θεός, καὶ τὴν κτίσιν καὶ τὴν κατασκευὴν τοῦ σώματος καὶ τὴν τοῦ βίου διαγωγήν, ὥστε ταῦτα πάντα διὰ [180] ταπεινοφροσύνην, ἵνα μάθωμεν μετριάζειν καὶ ἵνα τὴν ἀσθένειαν ἐπιγνῶμεν τὴν ἑαυτῶν, ἵνα λέγωμεν κατὰ τὸν Ἀβραάμ·
000-00-00 Serial Number=0860476673
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00073]  ἀλλ' ὅτι τὴν αὐτὴν ἔχων οἰκίαν, καὶ τραπέζης καὶ ἁλῶν κοινωνῶν, καὶ μετὰ παρρησίας πολλῆς καὶ μεταλαμβάνων πολλῶν καὶ μεταδιδοὺς, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλίσκεται, ἀλλὰ καθαρὸς ἐπιθυμίας τε μένει πονηρᾶς καὶ ἡδονῆς, ἐβουλόμην ταῦτα δύνασθαι πείθειν τοὺς ἐγκαλοῦντας ἡμῖν, ἀλλ' οὐκ ἐθέλουσι πείθεσθαι, ἀλλὰ καὶ ἡμῶν τῶν ταῦτα ἀπολογουμένων καταβοῶσιν ὡς ἀναισχύντων, καὶ τὰ αὐτὰ νοσούντων αὐτοῖς, καὶ τὴν οἰκείαν περιστελλόντων κακίαν.
 [00261]  Ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, κἂν μεγάλα τις ἁμάρτῃ, λαθὼν δὲ ἐργάσηται τοῦτο καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ καταδεέστερα μὲν ἡμαρτηκότος, μετὰ παρρησίας δὲ καὶ μετὰ τοῦ πολλοὺς σκανδαλίσαι.
000-00-00 Serial Number=0762972474
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00150]  Καὶ τὸ παράστημα τῆς τοῦ γενναίου ψυχῆς μόνος ἐκεῖνος δύναιτ' ἂν εἰδέναι καλῶς ὁ δυνηθεὶς εἰς τὴν αὐτὴν αὐτῷ τῆς παρρησίας φθάσαι κορυφῆν.
 [00189]  Τῆς γὰρ ἀρχῆς τῆς ὑπὸ τῷ τυράννῳ κειμένης αὕτη δὲ ἦν τὸ πλεῖστον τῆς οἰκουμένης μέρος ὅσοιπερ ἂν ἦσαν ἄπιστοι κατεπλάγησαν καὶ ἐθαύμασαν μαθόντες ὅσης τοῖς ἑαυτοῦ δούλοις ὁ Χριστὸς τῆς παρρησίας μετέδωκε, κατεγέλασαν τῆς παρ' αὐτοῖς δουλοπρεπείας καὶ ἀνελευθερίας καὶ ταπεινότητος, εἶδον ὅσον τῆς Χριστιανῶν εὐγενείας πρὸς τὴν Ἑλλήνων αἰσχύνην τὸ μέσον.
 [00225]  Εἰπὲ τῆς παρρησίας τὸ κέρδος.
 [00238]  Ὅταν γὰρ ὁ κρατῶν κατὰ τὸ δοκοῦν αὐστηρότερον εἶναι τῆς φιλοσοφίας μέρος καὶ παρρησίας καὶ ἐγκρατείας ἕνεκεν οὕτως αἰσχρὸς καὶ ἄτοπος καὶ περιττὸς ἀποφαίνηται καὶ γὰρ καὶ τὸ ἀνθρώπων ἀπογεύεσθαι ἔλεγεν ἀδιάφορον εἶναι τίς ἡμῖν πρὸς τοὺς ἄλλους λόγος ἔσται λοιπὸν τοῦ κατὰ τὴν κορυφὴν τοῦ ἐπιτηδεύματος ὑπὲρ τοὺς ἄλλους λάμψαντος οὕτω καταγελάστου καὶ μειρακιώδους καὶ ἀνοήτου δειχθέντος ἅπασι;
 [00250]  Οὐδὲ γὰρ αὐτός τι τότε τῆς παρρησίας εἰς τὴν ὠφέλειαν ἀπώνατο τοῦ βασιλέως, ἀλλ' ὅμως τὸ αὐτοῦ πᾶν ἐπλήρωσε καὶ ἐνέλιπεν οὐδέν.
 [00594]  οὐκοῦν ἡμεῖς μετὰ παρρησίας ἐροῦμεν τὰ σά.
000-00-00 Serial Number=0807865441
De incomprehensibili dei natura Ante [Go Back]  
 [00718]  Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παρρησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον ∆ανιήλ, ἵνα ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ διασπώμενον ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι' ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παρρησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται.
 [00842]  κἂν διασαλευθῇ τις τῆς τάξεως, κατέχετε μετὰ ἀκριβείας, ἵνα καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς εἰς τοὺς ἀδελφοὺς κηδεμονίας διπλοῦν λαβόντες τὸν μισθὸν μετὰ πλείονος τῆς παρρησίας τὰς ἱκετηρίας ἐκχέητε, καὶ τὸν Θεὸν ἵλεω ποιήσαντες, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων δυνηθῆτε τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00856]  ἐκεῖνος δράκοντα μέσον ἔρρηξε καὶ τῆς τοῦ θηρίου φύσεως ἐκράτησε διὰ τῆς πρὸς τὸν Θεὸν παρρησίας·
 [01433]  Ἵν' οὖν καὶ μετ' εὐκολίας τὸν παρόντα διανύσωμεν βίον καὶ, ὅσα προσετριψάμεθα ἁμαρτήματα, ταῦτα ἀποθώμεθα, καὶ μετὰ παρρησίας στῶμεν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, τοῦτο διηνεκῶς κατασκευάζωμεν ἑαυτοῖς τὸ φάρμακον, ἀπὸ δακρύων καὶ σπουδῆς καὶ προσεδρίας καὶ καρτερίας συντιθέντες αὐτό·
000-00-00 Serial Number=0853545427
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01064]  οὕτως, ἐπειδὴ εἶδον αὐτὸν ἀνδρειότερον γινόμενον, καὶ ἐπηρεαζόμενον, καὶ μᾶλλον ἐπιτιθέμενον, μετὰ παρρησίας ἐκήρυττον.
 [01075]  μᾶλλον γὰρ τότε παρω ξύνετο κατὰ τῶν ἐχθρῶν, καὶ αἱ προσθῆκαι τῶν διωγμῶν προσθῆκαι πλείονος παρρησίας ἦσαν αὐτῷ καὶ μείζονος θάρσους ὑπόθεσις.
000-00-00 Serial Number=0862928808
De non iterando conjugio Ante [Go Back]  
 [00160]  Τοσοῦτον δὲ προσθεῖναι καλόν, ὅτι μετὰ πλείονος ὁμιλήσει τῆς παρρησίας καὶ τῆς ἐλευθερίας ἡ παρθένος γαμηθεῖσα τῆς μετὰ τὴν χηρείαν.
 [00175]  Οὐ διὰ ταῦτα μόνον πλείονος ἐκείνη μεθέξει τῆς παρρησίας, ἀλλὰ καὶ δι' ἕτερα πολλά.
000-00-00 Serial Number=0333008647
De sacerdotio Ante [Go Back]  
 [00534]  Θυμός, ἀθυμία, φθόνος, ἔρις, διαβολαί, κατηγορίαι, ψεῦδος, ὑπόκρισις, ἐπιβουλαί, ὀργαὶ κατὰ τῶν ἠδικηκότων οὐδέν, ἡδοναὶ ἐπὶ ταῖς τῶν συλλειτουργούντων ἀσχημοσύναις, πένθος ἐπὶ ταῖς εὐημερίαις, ἐπαίνων ἔρως, τιμῆς πόθος τοῦτο δὴ τὸ μάλιστα πάντων τὴν ἀνθρωπείαν ἐκτραχηλίζον ψυχήν , διδασκαλίαι πρὸς ἡδονήν, ἀνελεύθεροι κολακεῖαι, θωπεῖαι ἀγεννεῖς, καταφρονήσεις πενήτων, θεραπεῖαι πλουσίων, ἀλόγιστοι τιμαὶ καὶ ἐπιβλαβεῖς χάριτες, κίνδυνον φέρουσαι καὶ τοῖς παρέχουσι καὶ τοῖς δεχομένοις αὐτάς, φόβος δουλοπρεπὴς καὶ τοῖς φαυλοτάτοις τῶν ἀνδραπόδων προσήκων μόνοις, παρρησίας ἀναίρεσις, ταπεινοφροσύνης τὸ μὲν σχῆμα πολύ, ἡ ἀλήθεια δὲ οὐδαμοῦ, ἔλεγχοι δὲ ἐκποδὼν καὶ ἐπιτιμήσεις, μᾶλλον δὲ κατὰ μὲν τῶν ταπεινῶν καὶ πέρα τοῦ μέτρου, ἐπὶ δὲ τῶν δυναστείαν περιβεβλημένων οὐδὲ διᾶραί τις τὰ χείλη τολμᾷ.
 [00541]  Ἐγὼ δέ τινος ἤκουσα λέγοντος ὅτι καὶ τοσαύτης αὑταῖς μετέδωκαν παρρησίας ὡς καὶ ἐπιτιμᾶν τοῖς τῶν Ἐκκλησιῶν προεστῶσι καὶ καθάπτεσθαι πικρότερον ἐκείνων ἢ τῶν ἰδίων οἰκετῶν οἱ δεσπόται.
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
 [01316]  ἡ δὲ ἡμετέρα τοσοῦτον ἔχει περικείμενον αὐτῇ σκότος ἐκ τῆς πονηρᾶς συνειδήσεως ὡς ἀεὶ καταδύεσθαι καὶ μηδέποτε δύνασθαι μετὰ παρρησίας εἰς τὸν αὐτῆς ἀτενίσαι δεσπότην.
 [01322]  Ποικίλον δὲ λέγω, οὐχ ὕπουλον, οὐ κόλακα, οὐχ ὑποκριτήν, ἀλλὰ πολλῆς μὲν ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα δὲ καὶ συγκατιέναι χρησίμως ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις τοῦτο ἀπαιτῇ καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν.
000-00-00 Serial Number=0615579188
De virginitate Ante [Go Back]  
 [01180]  ∆ιὰ τί μὴ διηγήσατο τὰ μετὰ τὴν ἀθανασίαν αὐταῖς ἀποκείμενα καλά, πῶς εἰς ἀπάντησιν τὰς λαμπάδας λαβοῦσαι μετὰ δόξης πολλῆς καὶ παρρησίας συνεισέρχονται εἰς τὸν νυμφῶνα τῷ βασιλεῖ;
 [01303]  Ὕποπτον μὲν γὰρ καὶ ἄλλως καὶ ἀχάριστον τοῦτο τὸ γένος, ὅταν δὲ καὶ παρρησίας μείζονος ἐπιλάβηται καὶ διαστασιάζοντας πρὸς ἀλλήλους ἴδῃ τοὺς κρατοῦντας αὐτῶν οὐ μικρὰν ἀφορμὴν τῆς οἰκείας λοιδορίας τὸν ἐκείνων λαμβάνουσι πόλεμον.
 [01817]  Τούτων δὲ γενόμενος ἀνωτέρω πᾶσι μετὰ παρρησίας διαλέξεται οὐδένα δεδοικὼς οὐδὲ τρέμων.
000-00-00 Serial Number=0126937389
Epistula ad Cyriacum Ante [Go Back]  
 [00607]  Νῦν μέντοι τῶν τραυμάτων, τῶν θανάτων, τῶν δρόμων τῶν κατὰ γῆν καὶ θάλατταν, τῆς ἀθυμίας αὐτῆς, τῶν δακρύων, τῶν ὀδυνῶν τριετίαν γάρ, φησί, νύκτα καὶ ἡμέραν μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν οὐ διέλειπον μετὰ πολλῆς τῆς παρρησίας λήψεται τὰς ἀντιδόσεις καὶ τοὺς στεφάνους.
000-00-00 Serial Number=0203153312
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
 [00962]  «Τριετίαν γάρ, φησίν, οὐκ ἐπαυσάμην νύκτα καὶ ἡμέραν μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν», μετὰ πολλῆς παρρησίας λήψεται τὰς ἀντιδόσεις καὶ τοὺς στεφάνους.
 [01471]  κἂν κατωρθωκότα καὶ δίκαιον ὄντα, οὐ μικρᾶς ἀλλὰ καὶ σφόδρα μεγίστης παρρησίας γίνεται προσθήκη.
 [01484]  Καὶ οὐ διώρθωσεν αὐτοῦ τὴν ἀσθένειαν ὁ νεκροὺς ἐγείρων, ἀλλ' ἀφῆκεν εἶναι ἐν τῇ καμίνῳ τῆς νόσου, ὥστε μέγιστον αὐτῷ καὶ ἐντεῦθεν συναχθῆναι παρρησίας πλοῦτον.
000-00-00 Serial Number=0081133962
In Isaiam Ante [Go Back]  
 [00008]  Οὐ γὰρ δὴ μόνον κατεξανίστατο τῆς τοῦ δήμου μανίας, οὐδὲ ἐλευθέρᾳ γλώττῃ καὶ ὑψηλοτέρᾳ γνώμῃ τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι λυπηρὰ μετὰ πολλῆς ἀπήγγειλε τῆς παρρησίας, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων περιστάσεσιν αὐτῶν οὐκ ἔλαττον τῶν ἐμπιπτόντων ἐν αὐταῖς ἤλγει καὶ ἐδάκνετο καὶ πικρότερον τῶν ἁλόντων ὠδύρετο.
 [00035]  Τοιοῦτον καὶ οὗτος ἡμῖν διατηρεῖ τὸν χαρακτῆρα ὁ προφήτης, καὶ λέγων τὰς ἀποφάσεις τοῦ Θεοῦ μετὰ πολλῆς τῆς παρρησίας καὶ ἐπιτιμῶν τοῖς ἁμαρτάνουσι καὶ παρακαλῶν αὐτὸν συνεχῶς καὶ διὰ μακρῶν τῶν λόγων παροξυνόμενον κατ' αὐτῶν·
 [01040]  καὶ Σολομῶν ἡνίκα μὲν δωδεκαέτης ἦν, τῷ Θεῷ διελέγετο καὶ πολλῆς ἀπήλαυε παρρησίας, καὶ ἀνεκηρύττετο καὶ ἐστεφανοῦτο καὶ θέατρον ἀπὸ τῶν βαρβάρων τῆς ἑαυτοῦ σοφίας ἐκάθιζε καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ ἤδη καὶ γυναῖκες πόρρωθεν ἐπιοῦσαι ταύτην μόνην τῆς ἀποδημίας τὴν ὑπόθεσιν εἶχον, τὸ μαθεῖν τι καὶ ἀκοῦσαι παρὰ τῆς ἐκείνου φωνῆς·
 [01127]  Βουλόμενος ὁ προφήτης ἐνταῦθα δείξασθαι τὸ μέγεθος τῶν κακῶν, φησίν, Ἀνήγγειλαν καὶ ἐνεφάνισαν, τουτέστι, μετὰ πολλῆς τῆς ὑπερβολῆς, μετὰ πολλῆς τῆς παρρησίας τὰ κακὰ ἔπραττον, οὐδὲ αἰσχυνόμενοι, οὐδὲ ἐγκαλυπτόμενοι, ἀλλὰ μελέτην τὴν πονηρίαν ποιούμενοι.
 [01130]  Ἐπίτασις πονηρίας, ὅταν μὴ μόνον ἁμαρτάνωσι, μηδὲ μόνον μετὰ παρρησίας ἁμαρτάνωσιν, ἀλλ' ὅταν καὶ τοὺς δυναμένους τὰ τοιαῦτα διορθοῦν ἀπελαύνωσιν.
 [02039]  Πέμπεται τοίνυν τὰ Σεραφίμ, ὥστε <ἀπαλλάξαι> φόβου καὶ παρρησίας αὐτὸν ἐμπλῆσαι.
000-00-00 Serial Number=0314806759
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00129]  Οὐκοῦν συγχώρησόν μοι μεταβληθῆναι τὴν φύσιν καὶ γίνομαι ἀντὶ χρυσοῦ ἐλεημοσύνη καὶ εἰσέρχομαι εἰς τὸν βασιλέα τῶν βασιλευόντων καὶ γίνομαί σοι συνήγορος μετὰ πολλῆς παρρησίας καὶ συνηγορῶ σοι καθὼς συνηγόρησα Κορνηλίῳ.
000-00-00 Serial Number=0448444128
In illud Vidi dominum Ante [Go Back]  
 [00099]  ποίας παρρησίας ἀπολαύοντα;
 [01047]  ∆έον οὖν καὶ ἀπὸ τῆς πόλεως αὐτὸν ἐκβαλεῖν κατὰ τὸ ἔθος, ὡς ἀκάθαρτον, ὁ δῆμος ἔνδον αὐτοῦ καθεζομένου ἀνέχεται καὶ οὐδὲν τῶν ὀφειλόντων, οὐ μικρὸν οὐ μέγα εἰς λόγον παρρησίας ποιεῖ.
 [01129]  [5.2] Εἶδες ψυχὴν ἱερέως παρρησίας γέμουσαν πολλῆς καὶ φρονήματος ὑψηλοῦ;
 [01147]  Οὐ γὰρ παρρησίας ἡμῖν δεῖ μόνον ὅταν ἐλέγχειν μέλλωμεν, ἀλλὰ καὶ πραότητος, καὶ πραότητος μᾶλλον ἢ παρρησίας.
 [01405]  ἀλλὰ ἀναμένει μικρὰν πρόφασιν παρ' ἡμῶν λαβεῖν, ἵνα μετὰ παρρησίας ἡμᾶς στεφανώσῃ.
 [01458]  Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ κατὰ τοὺς πλησίον οἰκονομῶμεν, δυνησόμεθα μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0231064737
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00060]  καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παρρησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα.
 [00379]  Οὕτως οὖν, ὅταν μηδεὶς ἑαυτὸν ἀδικῇ, οὐδὲν παρ' ἑτέρου βλαβῆναι δυνήσεται οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο ἐπᾴδων τὸ ῥῆμα εἰ γὰρ αἰχμαλωσία καὶ δουλεία καὶ μόνωσις καὶ πατρίδος ἀποβολὴ καὶ τῶν οἰκείων ἁπάντων καὶ θάνατος καὶ ἐμπρησμὸς καὶ στρατόπεδον τοσοῦτον καὶ τύραννος οὕτως ὠμὸς, οὐκ ἴσχυσαν παῖδας τρεῖς νέους αἰχμαλώτους, δούλους, ξένους, ἐπ' ἀλλοτρίας ὄντας λυμήνασθαί τι εἰς τὴν οἰκείαν αὐτῶν ἀρετήν, ἀλλὰ καὶ μείζονος αὐτοῖς παρρησίας γέγονε πρόφασις ἡ ἐπιβουλή, τί τὸν νήφοντα παραβλάψαι δυνήσεται;
 [00385]  καὶ ἀπὸ τῶν ῥημάτων ἐκείνων ἤρξατο πλέκεσθαι καὶ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, ἃ μετὰ πολλῆς τῆς παρρησίας καὶ τῆς ἐλευθεροστομίας πρὸς τὸν βασιλέα ἀχθέντες εἰς μέσον ἔλεγον.
000-00-00 Serial Number=0270104766
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00193]  οὐκ ἐφεῖτο μετὰ παρρησίας τοῦτο ἐργάσασθαι, καὶ μήτε προσκροῦσαι Θεῷ, μήτε παρὰ ἀνθρώπων κατηγορεῖσθαι καὶ διαβάλλεσθαι;
 [00446]  Ὅταν γὰρ μετὰ παρρησίας μάθῃ διαλέγεσθαι ἀνδρὶ, καὶ συγκαθέζεσθαι, καὶ ἀντιβλέπειν, καὶ γελᾶν παρόντος, καὶ πολλὰ ἕτερα ἀσχημονεῖν, καὶ μηδὲν ἡγῆται τοῦτο εἶναι δεινὸν, ἀναιρεῖται τὸ καταπέτασμα τῆς παρθενίας, καὶ πατεῖται τὸ ἄνθος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»