Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρρησίαν [60]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρρησίαν


000-00-00 Serial Number=0509974480
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00020]  Εἰ γὰρ ὁ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς ἀπὸ τῆς κορυφῆς ἐκείνης καὶ τοῦ ὕψους τῆς ἀρετῆς εἰς ἔσχατόν σε κακίας κατενεγκεῖν, πολλῷ μᾶλλον ὁ θεὸς ἰσχύσει πρὸς ἐκείνην σε πάλιν ἀνελκύσαι τὴν παρρησίαν·
000-00-00 Serial Number=0807460010
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00076]  [2.12] Εἰ γὰρ ὁ τοσαύτης ἀπολελαυκὼς γνώσεως καὶ παρρησίαν οὕτως ἄφατον ἔχων καὶ τῶν τοσούτων χαρισμάτων ἐμπεπλησμένος Παῦλος παραχωρεῖ καὶ ἐξίσταται τῆς ὑπὸ τὴν ζήτησιν γνώσεως καὶ οὐ μόνον εὑρεῖν οὐ δύναται, ἀλλ' οὐδὲ ἐρευνῆσαι τὴν ἀρχήν, ἐπεὶ μηδὲ δυνατόν, πῶς οὐ πάντων ἀθλιώτερος καὶ τὴν χαλεπωτάτην μαινόμενος μανίαν, ὁ τὴν ἐναντίαν ὁδὸν ἐρχόμενος ἐκείνῳ;
 [00834]  εἶδες παρρησίαν;
 [01010]  οἱ τοσαύτας σφαγὰς ὑπομείναντες καὶ οὐχὶ πρὸς Ἡρώδην, ἀλλὰ πρὸς τοὺς κρατοῦντας τῆς οἰκουμένης ἁπάσης ἀποδυσάμενοι καὶ οὐχὶ γάμῳ παρανομουμένῳ, ἀλλὰ νόμοις πατρῷοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεῖσι παραστάντες καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων παρρησίαν ἐπιδειξάμενοι καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντες καὶ ἄνδρες καὶ γυναῖκες καὶ παῖδες, πῶς οὐκ ἂν εἶεν δίκαιοι μυριάκις εἰς τὸν τῶν μαρτύρων καταλεγῆναι χορόν.
000-00-00 Serial Number=0507959962
Catecheses ad illuminandos Ante [Go Back]  
 [00098]  ∆ιὰ τοῦτο τὸ αἷμα ἐξέχεε καὶ σταυρὸν ὑπέμεινεν ἵνα καὶ ἡμῖν διὰ τούτου τὸν ἁγιασμὸν χαρίσηται καὶ καθαρίσῃ ἡμᾶς διὰ τῆς τοῦ λουτροῦ ἀναγεννήσεως καὶ τοὺς πρότερον ἠτιμωμένους καὶ μηδεμίαν παρρησίαν δυναμένους ἔχειν παραστήσῃ ἑαυτῷ ἐνδόξους μὴ ἔχοντας σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.
 [00198]  Ὁ δὲ κόσμος ὃν περιτίθησιν αὐτὸς ἀνάλωτος, ἀδαπάνητος, διηνεκής, καὶ ἐνταῦθα συμπαραμένων κἀκεῖ συναποδημῶν καὶ πολλὴν ἡμῖν τὴν παρρησίαν κατασκευάζων.
 [01024]  Εἰ γὰρ ἄνθρωποι πρὸς τὸν ἐπὶ γῆς βασιλέα παρρησίαν ἔχοντες πολλὰ καὶ μεγάλα δύνανται τοὺς ἐπ' αὐτοὺς καταφεύγοντας ὠφελεῖν, πολλῷ μᾶλλον οὗτοι οἱ ἅγιοι οἱ πρὸς τὸν τῶν οὐρανῶν βασιλέα τὴν παρρησίαν κτησάμενοι διὰ τῶν οἰκείων παθημάτων τὰ μέγιστα ἡμᾶς ὀνήσουσι, μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν·
 [01134]  Αὕτη ἡ συζυγία τὰ μυρία ἡμῖν ἀγαθὰ ἄνωθεν προξενῆσαι δύναται καὶ τὴν πυρὰν τῶν ἁμαρτημάτων σβέσαι τῶν ἡμετέρων ψυχῶν καὶ πολλὴν ἡμῖν παρασχεῖν τὴν παρρησίαν.
 [01138]  [7.28] Εἶδες ἄνδρα ἐν χλανίδι καὶ ζώνῃ τὸν ἅπαντα βίον ἀναστρεφόμενον πόσην ἐντεῦθεν ἐκτήσατο τὴν παρρησίαν;
000-00-00 Serial Number=0815090477
Catechesis de juramento Ante [Go Back]  
 [00026]  ἔχοντες, φησί, πολλὴν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑτοῦ.
000-00-00 Serial Number=0105307817
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00204]  τούτων πάντων μεμνημένοι ταῦτα διὰ παντὸς διατηρῶμεν, τὴν συνταγήν, τὴν ἀποταγήν, τὴν παρρησίαν, ἣν νῦν ἡμῖν ὁ δεσπότης χαρίζεται, καὶ ἀκηλίδωτον καὶ ἀκέραιον διαφυλάξωμεν, ἵνα μετὰ πολλῆς τῆς δόξης ἀπαντήσωμεν τῷ βασιλεῖ τῶν οὐρανῶν καὶ καταξιωθῶμεν ἐν νεφέλαις ἁρπαγῆναι καὶ φανῆναι τῆς βασιλείας τῶν οὐρανῶν ἄξιοι·
000-00-00 Serial Number=0287329137
Commentarius in Job Ante [Go Back]  
 [00287]  ἐκεῖνοι μὲν γὰρ παρρησίαν εἶχον εἰκότως καὶ παρεστάναι ἦλθον ἐνώπιον τοῦ θεοῦ, οὗτος δὲ οὐχὶ παρεστάναι ἐνώπιον τοῦ θεοῦ.
 [00991]  ὁρᾷς, ὅτι πρὸ τούτου οὐδὲ παρρησίαν εἶχε τοσαύτην;
 [01789]  τοῦτο δὲ τὸ ῥῆμα τῶν οὐκ ἐχόντων ἐστὶ παρρησίαν ὥστε ἐπὶ τὴν ἀσθένειαν καταφεύγειν τῆς φύσεως.
 [03295]  ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «ὁ ἀδικῶν οὐκ ἔχει παρρησίαν οὐδὲ φθέγξασθαι οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ' ἀφῄρηται καὶ ἐπεστόμισται·
 [03303]  [9b] ἐπελθούσης δὲ ἀνάγκης [27,10a] μὴ ἔχειν τινὰ παρρησίαν ἐναντίον αὐτοῦ [10b] ἢ πῶς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
 [03383]  τὴν παρρησίαν λέγει καὶ τὴν ἀξίαν τὴν προτέραν, εἶτα τὴν δόξαν.
000-00-00 Serial Number=0520745158
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00149]  Τὴν γὰρ παρρησίαν ἐκείνην λόγος μὲν οὐδεὶς οὐδὲ ὄψις παραστῆσαι δύναιτ' ἂν ἡ πεῖρα δὲ μόνη καὶ ἡ χρῆσις αὐτῆς.
 [00169]  Οὐδὲ γὰρ ἐπὶ τῇ παρρησίᾳ μόνον αὐτὸν θαυμάζειν χρὴ ἀλλὰ καὶ ἐπὶ τῷ μέχρι τοσούτου τὴν παρρησίαν ἐκτεῖναι καὶ ἐπὶ τῷ πάλιν μηδὲν προσθεῖναι πλέον αὐτῇ.
 [00181]  Ἐπεὶ καὶ τὸν μακάριον ∆αυὶδ μετὰ πολλῆς τῆς ἐξουσίας ὕβρισεν ὁ Σεμεῖ καὶ ἄνδρα αἱμάτων ἐκάλεσεν ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο παρρησίαν ἔγωγε ἀλλὰ γλώττης ἀκολασίαν καὶ θρασύτητα διανοίας καὶ ἀναγωγίαν καὶ ἀπόνοιαν καὶ πάντα μᾶλλον ἢ παρρησίαν.
 [00214]  [46] Ἀλλὰ καὶ παρρησίαν ἐπεδείξατο πρὸς βασιλέα πολλήν.
 [00215]  Ἴδωμεν οὖν καὶ τὴν πολλὴν παρρησίαν μή ποτε καὶ αὕτη τῆς τοῦ πίθου τερατείας ματαιοτέρα οὖσα τύχοι.
 [00241]  Πρὸς δὲ τούτοις τοὺς βουλομένους ἀναισχυντεῖν καὶ κόμπον τινὰ πεπλασμένον τὰ παρ' ἡμῖν εἶναι λέγοντας ἐπεστόμισε τὴν τῶν ἀποστόλων παρρησίαν διὰ τῶν ἔργων ἐπιδείξας καὶ διδάξας ὅτι καὶ πάλαι τοιούτους ἄνδρας γενέσθαι εἰκὸς ἦν ὅτε καὶ πλείονα ἡ τῶν σημείων ἐπίδειξις παρεῖχε τὴν ἐξουσίαν αὐτοῖς.
 [00367]  Αὐτὸς γὰρ ὑμῖν καιρίαν ἔδωκε τὴν πληγὴν καὶ τὴν παρρησίαν ὑμῶν πᾶσαν ἐξέκοψεν.
 [00442]  Καὶ ζῶντος μὲν οὐκ ἤνεγκε τὴν παρρησίαν ὁ ἀνδροφόνος, τελευτήσαντος δὲ οὐχ ὑπέμεινε τὴν κόνιν οὔτε ὁ βασιλεὺς οὔτε ὁ δαίμων ὁ ταῦτα κινῶν τὸν βασιλέα ποιεῖν.
 [00449]  Ἀλλ' ᾔδει καὶ αὐτοῦ τοῦ Ἀπόλλωνος οὐχ ἧττον ὁ δείλαιος τοῦ μακαρίου τὴν ἰσχὺν καὶ τὴν παρρησίαν τὴν πρὸς τὸν Θεὸν καὶ ἔδεισε μὴ τοῦτο ἐργασάμενος σκηπτὸν ἤ τινα νόσον ἑτέραν ἐφ' ἑαυτὸν προκαλέσηται.
 [00483]  Οὐδὲ γὰρ μικρὸν ἦν τὸ γεγονὸς ἀλλὰ πᾶσαν μὲν τῶν Ἑλλήνων τὴν παρρησίαν ἐξέκοψεν ἅπασαν δὲ τὴν εὐφροσύνην ἔσβεσε τοσαύτην δὲ τῆς ἀθυμίας τὴν ἀχλὺν αὐτοῖς κατεσκέδασεν ὅσην ἂν εἰ πάντες ἀπολώλεσαν οἱ ναοί.
000-00-00 Serial Number=0669557154
De incomprehensibili dei natura Ante [Go Back]  
 [00718]  Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παρρησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον ∆ανιήλ, ἵνα ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ διασπώμενον ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι' ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παρρησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται.
 [00853]  Ὁ δίκαιος ἄγγελον ἰδεῖν οὐκ ἤνεγκεν, ὁ παρρησίαν τοσαύτην ἔχων, καὶ οἱ τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς ἀρετῆς, οὐχὶ ἄγγελον, ἀλλ' αὐτὸν τὸν τῶν ἀγγέλων ∆εσπότην περιεργάζονται.
 [00990]  Ὥσπερ γὰρ ἀκούων θρόνον καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφήν, ἀλλ' ἐκ τῆς τοῦ θρόνου προσηγορίας καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον, οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ' ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παρρησίαν ἐκλάμβανε·
 [01353]  ἐὰν δέ τις παρρησίαν ἔχων πρὸς τὸν Θεὸν εἰσέλθῃ καὶ τοῦ σώματος ἅψηται μόνον καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀρρωστίαν ἐφυγάδευσε·
 [01368]  Μεγάλη παρρησία, μέγα τοῦτο αὐτὸ ὄφελος τὸ νομίζειν ἀπαρρησίαστον εἶναι, ὥσπερ οὖν αἰσχύνη καὶ κατάκρισις ἐσχάτη τὸ νομίζειν παρρησίαν ἔχειν.
 [01369]  Κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζεις δὲ παρρησίαν ἔχειν, πάσης ἐξέπεσες τῆς εὐχῆς·
 [01370]  κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτὸν ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἕξεις πρὸς τὸν Θεὸν παρρησίαν.
000-00-00 Serial Number=0113440990
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00117]  Ἀλλὰ πολλὴν πρὸς τὸν Ἡρώδην οὗτος παρρησίαν ἐπεδείξατο;
 [01070]  Ὁρῶντες γὰρ αὐτὸν δεδεμένον καὶ ἐν τῷ δεσμωτηρίῳ κηρύττοντα, καὶ μαστιζόμενον, καὶ τοὺς μαστίζοντας χειρούμενον, πλείονα ἐδέχοντο παρρησίαν.
000-00-00 Serial Number=0798330009
De sacerdotio Ante [Go Back]  
 [01246]  Μεγίστην δὲ ἐν ἅπασι τούτοις ἀσφάλειαν τὴν ἐν τῷ λέγειν κέκτηται παρρησίαν καὶ τὴν τοῦ πλήθους περὶ αὐτὸν σπουδὴν καὶ τὸ φιλεῖσθαι παρὰ τῶν ἀρχομένων ἁπάντων.
 [01303]  Ἐγὼ μὲν γὰρ καὶ τὴν Μωϋσέως καὶ τὴν Ἠλίου παρρησίαν οὐδέπω πρὸς τὴν τοσαύτην ἱκετηρίαν ἀρκεῖν ἡγοῦμαι.
 [01555]  Πιστεύω γάρ, ἔφην, τῷ καλέσαντί σε Χριστῷ καὶ τοῖς ἰδίοις ἐπιστήσαντι προβάτοις ὅτι τοσαύτην ἐκ τῆς διακονίας ταύτης κτήσῃ παρρησίαν ὡς καὶ ἡμᾶς κατὰ τὴν ἡμέραν ἐκείνην κινδυνεύοντας εἰς τὴν αἰώνιόν σου δέξασθαι σκηνήν.
000-00-00 Serial Number=0631541371
De virginitate Ante [Go Back]  
 [01362]  Εἰ δὲ συμβαίη ταύτην μὲν μηδὲν ἔχειν, τὸν δὲ ἄνδρα πλουτεῖν, θεράπαινα μὲν ἀντὶ γαμετῆς καὶ ἀντ' ἐλευθέρας γίνεται δούλη, καὶ τὴν αὐτῇ προσήκουσαν παρρησίαν ἀπολέσασα, τῶν ἀργυρωνήτων οὐδὲν ἄμεινον διακείσεται, ἀλλὰ κἂν ἀσελγαίνειν κἂν παροινεῖν ἐκεῖνος ἐθέλῃ κἂν ἀγαγεῖν ἐπ' αὐτὴν τὴν ἐκείνης εὐνὴν ἑταιριζομένων πλῆθος γυναικῶν, πάντα φέρειν ἀνάγκη καὶ ἀσμενίζειν ἢ τῆς οἰκίας ἐκπεσεῖν.
 [01820]  Ἀλλὰ ταύτην ἱκανὴ ξηρᾶναι τὴν ῥίζαν ἡ παρθενία καὶ ἑτέραν ἡμῖν ἐνθεῖναι τὴν ἀρίστην τὴν ἅπαντα βλαστάνουσαν τὰ καλά, ἐλευθερίαν, παρρησίαν, ἀνδρείαν, ζῆλον πεπυρωμένον, ἔρωτα τῶν οὐρανίων θερμόν, ὑπεροψίαν πάντων τῶν ἐπὶ γῆς.
 [01907]  Τῆς γὰρ κυρίας παραγενομένης καὶ τοῦ βήματος προτεθέντος καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογὸς καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀποδύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ' ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα, οὐ μόνον οὐδενὸς ἡμᾶς ἐξιλάσασθαι δυναμένου τότε, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παρρησίαν ἔχων τις, κἂν Νῶε κἂν Ἰὼβ κἂν ∆ανιὴλ κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον.
000-00-00 Serial Number=0655772030
Epistula ad Cyriacum Ante [Go Back]  
 [00147]  Ὅτε γὰρ πολλὴν ἐκ τῶν σημείων ἐκτήσαντο παρρησίαν, τότε πάλιν ἡ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο καὶ πάντας διέσπειρε καὶ τὴν ἐκκλησίαν ἐν θορύβῳ κατέστησε καὶ πάλιν ἐν φόβῳ τὰ τῶν μαθητῶν καὶ πάλιν ἐν φυγῇ καὶ πάλιν ἐν ἀγωνίᾳ.
 [00255]  Πῶς ὁ Πέτρος παρὰ τῷ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπωλίσσῃ γυναικί, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παρρησίαν.
 [00388]  Πῶς ὁ Πέτρος παρὰ τῷ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπώλιδι γυναικί, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παρρησίαν.
 [00463]  Καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν, ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία, ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον, δι' ὃν τοσαῦτα παρεκινδύνευσε, καταλιπεῖν ἀθρόον καὶ τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
000-00-00 Serial Number=0448985815
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00249]  Ὅτε γὰρ τὴν πολλὴν ἀπὸ τῶν σημείων ἐκτήσαντο παρρησίαν, τότε πάλιν ἡ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο καὶ πάντας διέσπειρε καὶ τὴν Ἐκκλησίαν ἐν θορύβῳ κατέστησε·
 [00335]  Μεταταξώμεθα τοίνυν καὶ δεῦρο καὶ αὐτὴ μετάστηθι μετὰ τοῦ λόγου καὶ ἀναλογίζου τῶν κατορθωμάτων σου τὰς ἀντιδόσεις, τὰ βραβεῖα τὰ λαμπρά, τοὺς φαιδροὺς στεφάνους, τὴν μετὰ τῶν παρθένων χορείαν, τὰς παστάδας τὰς ἱεράς, τὸν νυμφῶνα τῶν οὐρανῶν, τὴν μετὰ τῶν ἀγγέλων λῆξιν, τὴν πρὸς τὸν νύμφιον παρρησίαν καὶ ὁμιλίαν, τὴν θαυμαστὴν δᾳδουχίαν ἐκείνην τὰ ἀγαθὰ τὰ καὶ λόγον καὶ νοῦν ὑπερβαίνοντα.
 [00802]  ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον δι' ὃν τοσαῦτα παρεκινδύνευσε καταλιπεῖν ἀθρόον καὶ μόνον τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι, μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
000-00-00 Serial Number=0159127176
In Isaiam Ante [Go Back]  
 [02084]  ∆ιὰ γοῦν τοῦτο οὐδὲ τῷ κοινῷ, ὥς φασι, νόμῳ τὴν ζωὴν κατέλυσεν, ἀλλὰ χαλεπωτάτην ὑπέστη τιμωρίαν, τῶν Ἰουδαίων οὐκ ἐνεγκόντων αὐτοῦ τὴν παρρησίαν.
 [02445]  Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ ∆εσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιών, λῃσταῖς παρρησίαν διδούς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν.
000-00-00 Serial Number=0696854949
In illud Vidi dominum Ante [Go Back]  
 [00180]  [1.5] Καὶ τί λέγομεν ἐπὶ ὁλοκλήρου λαοῦ παρανομοῦντος τοῦτο συμβαίνειν, ὅπου γε καὶ τῶν ὀλίγων ὑπηκόων ἁμαρτία, ἢ πολλάκις καὶ τοῦ ἑνός, τὴν τῶν δικαίως κρατούντων ὑπερακοντίζει παρρησίαν;
 [00324]  Εἰ γὰρ ὁ πολλὴν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν ∆ανιὴλ ἄγγελον συγκαταβάντα αὐτῷ ἰδεῖν οὐχ ὑπέμεινεν, ἀλλ' ἔπεσε καὶ πρηνὴς ἔκειτο, τῶν συνδέσμων τοῦ σώματος αὐτοῦ λυθέντων, τί θαυμαστόν, εἰ τὰ Σεραφὶμ ἐξεπλάγη, οὐκ ἐνεγκόντα τὴν δόξαν ἐκείνην ἰδεῖν;
 [00972]  Ὅρα παρρησίαν, φρόνημα ἀδούλωτον, γλῶσσαν οὐρανοῦ ἁπτομένην, ἐλευθερίαν ἀχείρωτον, ἀνθρώπου τὸ σῶμα καὶ ἀγγέλου τὸ φρόνημα, χαμαὶ βαδίζοντα καὶ ἐν οὐρανῷ πολιτευόμενον.
 [00999]  Ἐπεὶ οὖν οὐ καλῶς ὁ ἱερεὺς κατεφρονήθη καὶ λόγος ἱερωσύνης ἐπατεῖτο καὶ οὐδὲν ἠδύνατο οὐκέτι ὁ ἱερεύςἱερέως γὰρ ἐλέγχειν ἐστὶ μόνον καὶ παρρησίαν ἐπιδείκνυσθαι, οὐχ ὅπλα κινεῖν, οὐδὲ ἀσπίδας ἁρπάζειν, οὐδὲ δόρυ σείειν, οὐδὲ τόξον τείνειν, οὐδὲ βέλος πέμπειν, ἀλλὰ μόνον ἐλέγχειν καὶ παρρησίαν ἐπιδείκνυσθαι, ἐπειδὴ οὖν ἤλεγχεν ὁ ἱερεύς, οὐκ εἶξε δὲ ὁ βασιλεύς, ἀλλὰ ὅπλα ἐκίνει καὶ ἀσπίδας καὶ δόρατα καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς, ὥσπερ δικαιολογούμενος πρὸς τὸν Θεόν, φησίν·
 [01145]  Εἶδες παρρησίαν ἱερέως;
 [01266]  Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες, ἀλλ' ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»