Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πάσχοντας [60]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πάσχοντας


000-00-00 Serial Number=0895973504
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01724]  Ὅπου γὰρ πόλεις καὶ ἔθνη δὲ πολλάκις ὁλόκληρα διέπεσε, πολλῷ μᾶλλον ἕνα καὶ δεύτερον εἶναι διαπαντὸς τοὺς τοῦτο πάσχοντας εἰκὸς ἦν, τοσούτων Ἐκκλησιῶν κατὰ τὴν οἰκουμένην οὐσῶν.
000-00-00 Serial Number=0624377489
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00389]  Σὺ δέ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον αἰσχυνομένους μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν ἐπὶ τὸ πῦρ ἑλκομένους ὁδὸν καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις παραδιδομένους δυνάμεσιν, καὶ ταῦτα πάσχοντας κατὰ τὸν καιρὸν καθ' ὃν στεφανοῦνται καὶ ἀνακηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ πάντες οἱ τὰ ἀγαθὰ πράξαντες καὶ ἀξιωθέντες τῆς αἰωνίου ζωῆς.
000-00-00 Serial Number=0444963872
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00435]  [8.9] Καὶ ὁρῶν αὐτοὺς τοὺς τῆς ζωῆς κήρυκας τὰ μυρία πάσχοντας κακά, μαστιζομένους, ὑβριζομένους, καταποντιζομένους, κατατεινομένους λιμῷ καὶ δίψει, καθ' ἑκάστην ἡμέραν ἀγχομένους, θανάτοις συζῶντας καθημερινοῖς, ἠνείχετο διὰ σὲ καὶ τὴν κηδεμονίαν τὴν σήν.
000-00-00 Serial Number=0903309703
Ad populum Antiochenum Ante [Go Back]  
 [00232]  Ὅτι δὲ καὶ μείζονα τῆς ἀνθρωπίνης φύσεως πολλοὶ πολλάκις ἔμελλον ὑποπτεύειν περὶ αὐτῶν, εἰ μὴ τοσαῦτα πάσχοντας ἑώρων, ἄκουσον πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος.
 [02297]  Ἐὰν τοίνυν ἴδῃς τινὰς ἐν τοιαύταις ὄντας ἁμαρτίαις, καὶ τοὺς μὲν λιμῷ παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλλον.
000-00-00 Serial Number=0955457270
Adversus Judaeos Ante [Go Back]  
 [00161]  Ταῦτα δὲ εἶπον πρὸς ὑμᾶς καὶ διηγησάμην, ἐπειδὴ πρὸς τοὺς τὰ τοιαῦτα καὶ ποιοῦντας καὶ πάσχοντας ἀπανθρώπως καὶ ἀναλγήτως διάκεισθε·
000-00-00 Serial Number=0954959393
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00087]  Καὶ γὰρ εἰ μὲν τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ τοὺς ἁγίους τοῦ Θεοῦ καὶ θαυμαστοὺς ἄνδρας ἐκείνους ἕλκεσθαι καὶ σπαράσσεσθαι συρομένους εἰς δικαστήρια, καὶ τυπτομένους, καὶ τὰ ἄλλα πάσχοντας, ἅπερ διηγησάμην ἄρτι, μηδεμία δὲ ἀπὸ τούτων εἰς τὴν τῶν ταῦτα τολμώντων κεφαλὴν ἐτρέπετο βλάβη, τοσοῦτον ἀπέσχον ἀλγῆσαι τοῖς γινομένοις, ὅτι κἂν ἐγέλασα σφόδρα ἡδὺ, καὶ δαψιλὲς ἐπ' αὐτοῖς·
 [00304]  ἀποπνίγεσθαι δέ φασι τῷ θυμῷ, ὅταν ἴδωσι τοὺς μήτε πατέρας, μήτε φίλους, μήτε συγγενεῖς, μήτε ἄλλοθέν ποθεν ἐπιτηδείους, πολλάκις δὲ καὶ ἀγνῶτας ὄντας τοῖς φιλοσοφεῖν αἱρουμένοις τὸ αὐτὸ τοῦτο πάσχοντας, καὶ μᾶλλον τῶν πατέρων δακνομένους, καὶ πολεμοῦντας, καὶ κατηγοροῦντας τῶν ἀναπεισάντων αὐτούς.
 [00307]  τὸ δὲ τοὺς γεννησαμένους, τοὺς ἀναθρεψαμένους, τοὺς καθ' ἑκάστην εὐχομένους ἡμέραν εὐδοκιμωτέρους σφῶν αὐτῶν τοὺς παῖδας ἰδεῖν, τοὺς πάντα διὰ τοῦτο καὶ ποιοῦντας καὶ πάσχοντας·
 [01082]  ἀλλὰ τοσαύτην ἔχει τὴν ἰσχὺν πρὸς τὸ πλῆξαι τοὺς ἁμαρτάνοντας, ὡς πολλοὺς πολλάκις ἐπὶ τοῖς αἰσχίστοις ὄντας περιφανεῖς μὴ φέρειν πράως καλουμένους τοῦτο, ὅπερ εἰσὶν, ἀλλ' ἀγριαίνειν καὶ ἐκθηριοῦσθαι, ὡς τὰ δεινότατα πάσχοντας.
000-00-00 Serial Number=0176118553
Commentarius in Job Ante [Go Back]  
 [01487]  ἐπειδὴ γὰρ συνέβαινεν ἐναντιοῦσθαι αὐτοῦ τῷ λόγῳ [65] πολλοὺς ὄντας ἀδίκους καὶ οὐδὲν πάσχοντας τοιοῦτον, «ἀλλ' ἐν ὀνείροις», φησίν.
000-00-00 Serial Number=0791144490
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00386]  Εἰ δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἐκείνας ἔρεσθε, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύοντας ἢ τοὺς κρατοῦντας αὐτῶν, τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ καὶ ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασιν·
000-00-00 Serial Number=0298056424
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00436]  Οὐ γὰρ ἦν τοῦ αὐτοῦ τοσούτοις τε ἀναθήμασι τιμᾶν καὶ πάλιν ὑβρίζειν τὸν αὐτόν, ἀλλὰ πάντας ὁμοῦ τοῦ μάρτυρος ἐσκότωσεν ἡ δύναμις καὶ οὐκ ἀφῆκε συνιδεῖν τὰ γινόμενα, ἀλλ' ἐπράττετο μὲν ἅπαντα ὡς κατὰ Χριστιανῶν περιετρέπετο δὲ οὐκ εἰς τοὺς πάσχοντας ἀλλ' εἰς τοὺς δρῶντας ὁ γέλως.
000-00-00 Serial Number=0158851385
De Lazaro Ante [Go Back]  
 [00999]  Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ' ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν·
 [01014]  Ὅταν οὖν ἴδωμέν τινας πλουτοῦντας, τρυφῶντας, μύρων ὄζοντας, ἐν μέθῃ διημερεύοντας, ἐν δυναστείᾳ ὄντας καὶ δόξῃ πολλῇ καὶ πολλῇ τῇ φαντασίᾳ καὶ περιφανείᾳ, καὶ ἁμαρτάνοντας, καὶ μηδὲν πάσχοντας δεινὸν, δι' αὐτὸ τοῦτο αὐτοὺς μάλιστα δακρύωμεν καὶ θρηνῶμεν, ὅτι ἁμαρτάνοντες οὐ κολάζονται.
 [01186]  ∆ιὰ τοῦτο μυρίων τοιούτων παραδειγμάτων τῆς θείας Γραφῆς ἡ ἱστορία ἐμπέπλησται, καὶ δικαίους καὶ πονηροὺς κακῶς πάσχοντας ἡμῖν ὑποδείκνυσιν, ἵνα ἄν τε δίκαιος ᾖ τις, ἄν τε ἁμαρτωλὸς, ἔχων τὰ ὑποδείγματα, φέρῃ γενναίως.
 [01187]  Οὐ πάσχοντας δὲ κακῶς μόνον, ἀλλὰ καὶ εὐπραγοῦντάς σοι δείκνυσι πονηροὺς, ἵνα μὴ ταῖς ἐκείνων εὐπραγίαις θορυβηθῇς, μαθὼν ἀπὸ τῶν τῷ πλουσίῳ τούτῳ συμβεβηκότων, οἷον αὐτοὺς μετὰ ταῦτα μένει τὸ πῦρ, εἰ μὴ μεταβληθεῖεν.
000-00-00 Serial Number=0119374216
De mansuetudine sermo Ante [Go Back]  
 [00095]  πλέον τὴν ψυχὴν ἢ τὸ σῶμα διεφθαρμένοι, μεμηνότες, παραφρονοῦντες, λυττῶντες, ἀγνοοῦντες τὸν νόμον τοῦ Θεοῦ καὶ Σωτῆρος, τὸν κελεύοντα ῥαπιζομένους καὶ τυπτομένους καὶ τὰ ἄλλα πάσχοντας, ἡσυχαζούσῃ τῇ ψυχῇ πάντα φέρειν γενναίως, καὶ νικᾷν τῇ πραότητι τὸν τῶν ἀδικούντων θυμόν.
000-00-00 Serial Number=0546582580
De paenitentia [1] Ante [Go Back]  
 [00937]  Ἐπὶ μὲν γὰρ τῶν τοῦ σώματος παθῶν τὸ πρὸς τοὺς πάσχοντας ἀφορᾷν ἐπιτείνει τὴν νόσον τοῦ ἀῤῥωστοῦντος, πολλάκις δὲ καὶ οὐκ οὖσαν ἐργάζεται·
 [00938]  οἷον ὀφθαλμοὺς πάσχοντας ἰδόντες τινὲς, μετέλαβον τοῦ νοσήματος ἀπὸ τῆς θέας μόνης·
000-00-00 Serial Number=0526126921
De proditione Judae Ante [Go Back]  
 [00405]  Ἐταράχθη τοίνυν ὁ ∆εσπότης, ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσύνην, καὶ διδάσκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν, τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας·
000-00-00 Serial Number=0241485596
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00262]  Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον διακεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέτησε.
 [04392]  Εἰ γὰρ ἐν εὐθυμίᾳ ὄντας καὶ μηδὲν πάσχοντας ἀηδὲς πολλοὺς πολλάκις ἔπεισαν αἱ γυναῖκες·
 [04674]  Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐ τὸ ποιεῖν κακῶς τοῦτο ποιεῖ δυνατωτέρους, ἀλλὰ τὸ κακῶς πάσχοντας φέρειν, θέα μοι τὸν Ἰακὼβ πόσα παρὰ τοῦ Λάβαν ἠδίκηται.
 [05586]  πολλῷ μᾶλλον ἐπὶ Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς καὶ οὐδὲν πάσχοντας δεινόν·
 [06041]  Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ' ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν·
 [06083]  Ἐννόησόν μοι τοὺς ὑπὸ ποδαλγίας κατεχομένους, οἳ, ὅταν ὑπὸ δριμείας ὀδύνης κατατείνωνται, κἂν μυρίους δείξῃς χαλεπώτερα πάσχοντας, οὐδὲ εἰς νοῦν λαμβάνουσι.
000-00-00 Serial Number=0820934474
Expositiones in Psalmos Ante [Go Back]  
 [00942]  Μὴ τοίνυν θορυβηθῇς, ἄνθρωπε, μηδὲ ταράττου, ἐπειδὰν ἴδῃς τινὰς ψευδομένους, ἁρπάζοντας, πλεονεκτοῦντας, καὶ μηδὲν πάσχοντας δεινόν·
 [07019]  Τοῦτο οἰκετῶν εὐγνωμόνων, τὸ κακῶς πάσχοντας μένειν τὸν δεσπότην θεραπεύοντας·
000-00-00 Serial Number=0843513131
Fragmenta in Job Ante [Go Back]  
 [01188]  Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως ἔργον, τὸ καὶ τοὺς οἰκείους ὑπερορᾷν τοιαῦτα πάσχοντας.
000-00-00 Serial Number=0680501282
In Acta apostolorum Ante [Go Back]  
 [04344]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ὅσην ἔχειν συμβαίνει τοὺς διὰ Χριστόν τι πάσχοντας δεινόν·
 [07358]  ἐπεὶ καὶ ὁ Χριστὸς αὐτὸς ἀπιὼν φαίνεται πολλάκις πρὸς τοὺς κακῶς πάσχοντας, καὶ δι' ἑαυτῶν προσιέναι μὴ δυναμένους.
 [09999]  Εἰπὲ γάρ μοι, εἴ τινα ἴδοις, τῶν μὲν τυράννων καταφρονοῦντα πάντων, καὶ οὐδὲν ἡγούμενον τὰ ἐκείνων ἐπιτάγματα, τοὺς δὲ ὑπ' ἐκείνων τυραννουμένους ἐξέλκοντα καὶ τοὺς κακῶς πάσχοντας·
000-00-00 Serial Number=0892864466
In Genesim sermones Ante [Go Back]  
 [00786]  Καὶ γὰρ πολλῶν πολλάκις ἤκουσα λεγόντων, ὅτι μεθ' ἡμέραν ὑπεριδόντες τῆς τῶν πτωχῶν ἀντιλήψεως, ἐν νυκτὶ σχοινία περιβεβλημένους ἑαυτοὺς εἶδον καὶ ἑλκομένους ὑπὸ τῆς τῶν πενήτων χειρὸς, σπαραττομένους, μυρία πάσχοντας πράγματα.
000-00-00 Serial Number=0773292005
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00826]  Τότε γὰρ καὶ ἡμεῖς ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἡμῖν καλλωπισθήσεσθε, ὅταν καὶ ὑμεῖς φαίνησθε τοιούτους ἔχοντες διδασκάλους, μηδὲν ἀνθρώπινον διδάσκοντας, μηδὲ πονηρίᾳ συνεζηκότας, μηδὲ λαβήν τινα δεδωκότας, καὶ ἡμεῖς τοιούτους ἔχοντες μαθητὰς, μηδὲν ἀνθρώπινον πάσχοντας, μηδὲ σαλευομένους, ἀλλὰ μετὰ προθυμίας πάντα ὑποδεχομένους, καὶ μηδαμόθεν παραλογιζομένους.
 [03490]  πολλῷ μᾶλλον ἐπὶ Θεοῦ δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς, καὶ οὐδὲν πάσχοντας δεινόν·
 [06126]  Καὶ οὐ λέγει, Μή πως ὡς ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ δείκνυσι γυναῖκας ὄντας τοὺς ταῦτα πάσχοντας·
000-00-00 Serial Number=0516958117
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00711]  Εἰ δίκαιος τοίνυν ἐστὶ, τὸ κατ' ἀξίαν ἀποδίδωσι, καὶ οὐ περιορᾷ ἀτιμωρητὶ τοὺς πάσχοντας κακῶς·
000-00-00 Serial Number=0318613589
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03686]  ἀλλὰ τὸ πάσχοντας μὴ ἀλύειν μηδὲ δυσχεραίνειν.
 [09506]  ἐπεὶ καὶ ἐν ταῖς συμφοραῖς οὐ τοὺς τὰ μεγάλα πά-σχοντας κακὰ δακρύομεν καὶ ἀθλίους ἡγούμεθα, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτὰ φέρειν, κἂν μικρὰ τύχῃ ὄντα·
 [09999]  Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον δια-κεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέ-τησεν.
000-00-00 Serial Number=0253185749
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02331]  Οὐχ ὁρᾷς πολλοὺς ἐν συμφοραῖς, τὰ σώματα ἀναπήρους, μυρία πάσχοντας δεινὰ, ἑτέρους δὲ εὐδοκιμοῦντας;
000-00-00 Serial Number=0118353546
In epistulam ad Ephesios Ante [Go Back]  
 [02038]  Οὐχ οὕτως ἀλγοῦσιν ἐκεῖνοι πίστει τῇ παρ' ἡμῶν ἐλαυνόμενοι, ὡς ὅταν ἡμᾶς ἴδωσι κακόν τι πάσχοντας διὰ τὸν Χριστὸν, καὶ δεσμουμένους·
000-00-00 Serial Number=0453697324
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03333]  Εἰ γὰρ οὐδὲ ὑγιαίνοντας περιεργάζεσθαι χρὴ, οὐδὲ τὰ ἑτέρων πολυπραγμονεῖν, πολλῷ μᾶλλον τοὺς κακῶς πάσχοντας.
 [03353]  ἡμεῖς δὲ ἀγχομένους ὁρῶντες, ἀποδυρομένους, μυρίων θανάτων χαλεπώτερα πάσχοντας, καὶ ἀδίκως πολλάκις, φειδόμεθα τῶν χρημάτων, καὶ ἀφειδοῦμεν τῶν ἀδελφῶν·
000-00-00 Serial Number=0842624485
In epistulam ad Philippenses Ante [Go Back]  
 [03366]  Ἀπὸ τούτου τοὺς μὲν πλουτοῦντας ὁρῶμεν ἱδροῦντας, τοὺς δὲ πένητας οὐδὲν τούτων πάσχοντας.
000-00-00 Serial Number=0928467512
In epistulam ad Romanos Ante [Go Back]  
 [03186]  Εἶδες πονηροὺς εὐπραγοῦντας, καὶ δικαίους δυσημεροῦντας καὶ μυρία πάσχοντας δεινὰ, οὐκ ἔγνως δὲ τῶν γενομένων εὑρεῖν τὴν αἰτίαν;
 [05408]  Ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μαστιζομένους, ἐλαυνομένους, μυρία [60.533] πάσχοντας δεινὰ, ἄνεσιν ζητεῖν, καὶ νομίζειν αὐτοῖς λυσιτελεῖν καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τὴν χάριν, λέγει·
 [08489]  Καὶ ἄλλως μὲν γὰρ πρὸς τοὺς κακῶς πάσχοντας ἔχομέν τινα συμπάθειαν·
 [08495]  ἀλλ' ἐπειδὴ τοῦτο ποιεῖ λαμπροτέρους ἁπάντων, τὸ μὴ κακῶς λέγειν ἀκούοντας κακῶς, τὸ μὴ κακῶς ποιεῖν πάσχοντας κακῶς, διὰ τοῦτο ταῦτα ἐπέταξεν.
 [09301]  τοὺς μυρία ἀνήκεστα πάσχοντας;
 [09874]  μυρία πάσχοντας δεινὰ ὑπὸ τῶν πορνευομένων γυναικῶν ἐκείνων;
000-00-00 Serial Number=0600564897
In epistulam ad Titum Ante [Go Back]  
 [00936]  τὰς ἀλλοτρίας καρποῦνται συμφορὰς, καὶ οὓς ἕτεροι κακῶς πάσχοντας τρέφουσι, τούτους οὗτοι σπαράττουσι, κέρδη κερδαίνοντες πολλῶν δακρύων ἄξια, θηρίων ὄντες ὠμότεροι.
 [01270]  τουτέστι, καὶ ἀδικουμένοις βοηθεῖν, μὴ χρήμασι μόνον, ἀλλὰ καὶ προστασίαις, καὶ χήραις ἐπαμύνειν καὶ ὀρφανοῖς, καὶ πάντας τοὺς κακῶς πάσχοντας ἐν ἀσφαλείᾳ καθιστᾷν·
000-00-00 Serial Number=0732893348
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00008]  οὕτω καὶ ἡμᾶς δεῖ σκοπεῖν τε πάσχοντας τὰ αὐτὰ, καὶ ποιοῦντας τὰ ὅμοια.
000-00-00 Serial Number=0077546179
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00171]  [50.604] μετὰ πολλῆς τῆς σφοδρότητος ἀπωθουμένων ἁπάντων τοὺς δώδεκα ἀνθρώπους ἐκείνους, τοὺς ἀποστόλους λέγω, δυνηθῆναι ἐν βραχεῖ καιρῷ μαστιζομένους, ἐλαυνομένους, μυρία πάσχοντας δεινὰ, τῶν ταῦτα ποιούντων κρατῆσαι μεθ' ὑπερβολῆς ἁπάσης.
000-00-00 Serial Number=0256173134
In secundum domini adventum Ante [Go Back]  
 [00089]  Οὐχ ὁρᾶτε καὶ νῦν τοὺς λιμῷ τηκομένους, τοὺς ἐλέφαντι καὶ λώβῃ σώματος κατεχομένους, τοὺς πενίᾳ διηνεκεῖ συζῶντας, τοὺς μυρία ἀνήκεστα καὶ θλιβερὰ πάσχοντας;
000-00-00 Serial Number=0770035923
Precatio in obsessos Ante [Go Back]  
 [00001]  Εὐχὴ τοῦ Χρυσοστόμου πρὸς τοὺς πάσχοντας ὑπὸ δαιμόνων, καὶ ἑκάστην ἀσθένειαν.
000-00-00 Serial Number=0016716599
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00024]  οἱ μὲν πενίαν, οἱ δὲ νόσον σώματος, οἱ δὲ τὴν ἐν χρήμασι ζημίαν, ἕτεροι συκοφαντίαν, ἄλλοι θάνατον καὶ ταῦτα ἀποδυρόμενοι καὶ θρηνοῦντες διατελοῦσι καὶ τοὺς πάσχοντας ἐλεοῦντες καὶ δακρύοντες καὶ ἐκπληττόμενοι πρὸς ἀλλήλους λέγουσιν·
 [00117]  [5] Ὅταν οὖν μήτε ζημία χρημάτων μήτε συκοφαντίαι καὶ λοιδορίαι μήτε τὸ πρὸς τὴν ὑπερορίαν μεταστῆναι, μήτε νόσοι καὶ βάσανοι, μήτε αὐτὸ ὁ πάντων δοκεῖ φοβερότερον εἶναι, ὁ θάνατος, βλάπτῃ τοὺς πάσχοντας, ἀλλὰ καὶ ὠφελῇ μειζόνως, πόθεν ἔχεις μοι δεῖξαί τινα ἀδικούμενον, ὅταν ἐντεῦθεν μηδὲν ἀδικῆται;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»