Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διακεῖσθαι [104]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διακεῖσθαι


000-00-00 Serial Number=0030083776
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00254]  ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος διακεῖσθαι πάντα νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν.
000-00-00 Serial Number=0661316693
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00008]  ἂν δὲ ἄρα μηδέν τί τοιοῦτον ἀνύσωμεν, τὸ γοῦν τῶν εἰς ἡμᾶς ἡκόντων ἐλλειφθῆναι μηδὲν, ῥᾷον ἡμᾶς διακεῖσθαι ποιήσει τοῦ λοιποῦ.
 [00388]  τὸν γὰρ εὐλαβῆ καὶ πιστὸν ἄνδρα οὕτω βεβαίως διακεῖσθαι χρὴ πρὸς τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ὥστε κἂν ἐναντία αὐταῖς φαίνηται τὰ γινόμενα, μηδὲ οὕτω ταράττεσθαι, μηδὲ ἀπογινώσκειν τὴν ἔκβασιν.
 [00732]  Ἆρα οὐ τοῦτό ἐστι τὸ δαιμονᾷν, τὸ οὕτω διακεῖσθαι τὴν ψυχὴν καὶ περὶ τὴν τῶν πραγμάτων σφάλλεσθαι κρίσιν;
 [00831]  Εἰ δὲ γελᾷς ταῦτά μου τὰ ῥήματα, ἐπαινῶ μέν σε τῆς ταπεινοφροσύνης, οὐ μὴν τοῦ οὕτω διακεῖσθαι παύσομαι.
 [01283]  Εἰ δὲ ὁ μάλιστα πάντων ἀνθρώπων πεῖραν τῆς τοῦ βίου λαβὼν ἡδονῆς, τοιαύτην ἐξήνεγκε κατ' αὐτῆς τὴν ἀπόφασιν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι καὶ φρονεῖν χρὴ, τοὺς οὐδὲν μὲν κοινὸν πρὸς τὴν γῆν ἔχοντας, εἰς δὲ τὴν ἄνω πόλιν ἐγγραφέντας, καὶ πάντα μετοικίσαι τὸν νοῦν κελευσθέντας ἐκεῖ.
 [01286]  Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι ῥᾷον διακεῖσθαι τὴν ψυχήν·
 [01427]  Τούτου δὲ γενομένου, πῶς τοὺς ἐκείνων συγγενεῖς, πῶς τοὺς φίλους πρὸς τὸν Μωσέα διακεῖσθαι εἰκὸς ἦν;
 [01741]  Μὴ γὰρ ἀπὸ τῆς σεαυτοῦ ψυχῆς ταῦτα δοκίμαζε νῦν, μηδ' ὅτι σὺ καταγελᾷς τῆς τῶν [47.489] χρημάτων ζημίας, ἤδη καὶ τοὺς ἄλλους οὕτω διακεῖσθαι νόμιζε·
000-00-00 Serial Number=0828836203
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00033]  Μεγάλη μὲν οὖν φιλοσοφία καὶ τὸ νομίζειν νεκρὸν εἶναι τὸν κόσμον, πλείων δὲ ταύτης καὶ πολλῷ μείζων τὸ καὶ αὐτὸν ὡς τεθνηκότα διακεῖσθαι πρὸς ἐκεῖνον.
 [00057]  ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος αὐτὰ διακεῖσθαι νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν.
 [00215]  Ταῦτα δὲ ἔλεγεν, οὐ συστεῖλαι βουλόμενος τοῦ Χριστοῦ τὴν δωρεὰν, ἀλλὰ τοῦ παντὸς ἑαυτὸν ὑπεύθυνον καταστῆσαι σπεύδων, καὶ ἕκαστον οὕτω διακεῖσθαι πείθων.
000-00-00 Serial Number=0830122888
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00468]  Τὸ μὲν γὰρ τοὺς ἀπιστοῦντας τῷ τῆς ἀναστάσεως λόγῳ ῥᾳθύμως διακεῖσθαι, καὶ μηδέποτε ἐν τοιούτῳ γίνεσθαι φόβῳ, θαυμαστὸν οὐδέν.
000-00-00 Serial Number=0252227187
Ad populum Antiochenum Ante [Go Back]  
 [01838]  Καὶ ταῦτα λέγω οὐ δεινόν τι προσδοκῶν, μὴ γένοιτο, ἀλλὰ φοβουμένους ὑμᾶς οὕτως ἀεὶ διακεῖσθαι θέλων, καὶ τὸν τοῦ Χριστοῦ νόμον ἐπὶ τῶν ἔργων πληροῦν·
 [02435]  Εἰ δὲ ἄνθρωποι, θυμῷ καὶ ὀργῇ πολλάκις τοῦ συμφέροντος ἐκφερόμενοι, οὐκ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλὰ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ νομίζονται κολάζειν οὓς φιλοῦσι, πολλῷ μᾶλλον περὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, τοῦ πᾶσαν πατρικὴν φιλοστοργίαν ὑπερβαίνοντος τῇ τῆς οἰκείας ἀγαθότητος ὑπερβολῇ.
 [03722]  Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ νυκτὸς οὐδὲν ἅμεινον διακεῖσθαι ἐποίησε τὴν ἡμέραν, οὐ τῆς ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς.
 [06078]  καὶ τὸ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον, τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν τὴν σὴν, καὶ μὴ μόνον κοινὰς, ἀλλὰ καὶ ἰδίας ὑπὲρ τῆς σῆς ἀρχῆς ποιεῖσθαι εὐχὰς, δυσκατόρθωτον·
000-00-00 Serial Number=0895521224
Adversus Judaeos Ante [Go Back]  
 [00152]  Ἐπεὶ δὲ τὸν ἕλκοντα ἠρόμην εἰ Χριστιανὸς εἴη, κἀκεῖνος ὡμολόγησεν, ἐπεκείμην σφοδρῶς, ἀναισθησίαν ἐγκαλῶν καὶ τὴν ἐσχάτην ἄνοιαν, καὶ ὄνων οὐδὲν ἄμεινον διακεῖσθαι ἔλεγον, εἰ τὸν Χριστὸν λέγων προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν Ἰουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά·
 [02180]  Ἐμοὶ τῶν ἐπὶ τῆς ἀγορᾶς πωλουμένων κιβωτίων οὐδὲν ἄμεινον αὕτη ἡ κιβωτὸς διακεῖσθαι δοκεῖ, ἀλλὰ καὶ πολλῷ χεῖρον.
000-00-00 Serial Number=0674318314
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00235]  Μὴ γάρ τοι νομίσῃς ἄμεινον τυραννουμένης πόλεως τὰ τῶν ἀνθρώπων πράγματα διακεῖσθαι νῦν, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον.
000-00-00 Serial Number=0899389446
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00164]  Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακήλως διακεῖσθαι εἰς τὰς θείας ᾠδὰς, οὐδὲ μελῳδικῶς ἀνακλᾷν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ' ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ·
000-00-00 Serial Number=0477288842
Catecheses ad illuminandos Ante [Go Back]  
 [00206]  Πᾶσα ἡ συναγωγὴ τῆς ἀρετῆς φησιν, ἡ τῶν παρόντων ὑπεροψία, ἡ τῶν μελλόντων ἐπιθυμία, ἡ καταφρόνησις τῶν χρημάτων, ἡ περὶ τοὺς πένητας δαψίλεια, ἡ ἐπιείκεια, ἡ πραότης, ἡ φιλοσοφία, τὸ ἐν εἰρήνῃ καὶ γαλήνῃ τὴν ψυχὴν διακεῖσθαι, τὸ μὴ ἐπτοῆσθαι πρὸς τὴν δόξαν τοῦ παρόντος βίου ἀλλὰ ἄνω τεταμένον ἔχειν τὸ ὄμμα καὶ τὰ ἐκεῖ μεριμνᾶν διηνεκῶς καὶ τῆς ἐκεῖ ἐφίεσθαι δόξης.
000-00-00 Serial Number=0171752274
Commentarius in Job Ante [Go Back]  
 [01341]  οὕτω καὶ ἡμᾶς διακεῖσθαι καλόν, πρόσκαιρα πάντα νομίζειν καὶ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα.
000-00-00 Serial Number=0241377115
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00147]  Ἀλλ' οὐ περὶ τῶν σώματα ἐχόντων, ὦ θαυμάσιε, ἀλλὰ περὶ τῶν λίθοις συνοικούντων οὕτω διακεῖσθαι χρή.
000-00-00 Serial Number=0260957181
De Anna i Ante [Go Back]  
 [00014]  Ταῦτα δὲ λέγω οὐκ ἀναγκάζων νηστεύειν, ἀλλὰ πείθων μὴ τρυφᾷν, μηδὲ κατὰ τοὺς πολλοὺς τῶν ἀνθρώπων διακεῖσθαι, εἴγε ἀνθρώπους τοὺς οὕτω μικροψύχως διακειμένους χρὴ καλεῖν, οἳ καθάπερ ἐκ δεσμῶν ἀφεθέντες, καὶ δεσμωτηρίου τινὸς ἀπαλλαγέντες χαλεποῦ, πρὸς ἀλλήλους λέγουσι·
 [00596]  Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες μέγιστα ἀπὸ τῆς ἱστορίας ταύτης καρπώσονται, παιδευθέντες ἡμέρως πρὸς τὰς αὐτῶν διακεῖσθαι γυναῖκας, κἂν ἀπαιδίαν νοσῶσι, καθάπερ ὁ Ἐλκανὰ πρὸς τὴν Ἄνναν διέκειτο.
 [01126]  Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, ὅπου γε καὶ ἐπ' ἀνθρώπων οὕτω πολλοὶ διάκεινται.
 [01130]  Εἰ δὲ ἐπὶ φίλων καὶ υἱῶν τοῦ κολασθῆναι τὸ λυπῆσαι ἐκείνους πολλῷ χαλεπώτερον εἶναι νομίζομεν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, καὶ γεέννης ἁπάσης χαλεπώτερον εἶναι νομίζειν τὸ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ.
000-00-00 Serial Number=0454353213
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00311]  Ἡ γὰρ ὄψις τῆς λάρνακος εἰς τὴν ψυχὴν ἐμπίπτουσα καταπλήττει τε αὐτὴν καὶ διανίστησι καὶ ὡς αὐτοῦ τοῦ κειμένου συνευχομένου καὶ παρεστῶτος καὶ ὁρωμένου οὕτως αὐτὴν διακεῖσθαι ποιεῖ.
000-00-00 Serial Number=0305256426
De Davide et Saule Ante [Go Back]  
 [00369]  μεθ' ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν;
 [00371]  Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι·
000-00-00 Serial Number=0896772861
De Lazaro Ante [Go Back]  
 [00875]  Οὕτως οὖν καὶ ἡμᾶς διακεῖσθαι χρή.
000-00-00 Serial Number=0377045333
De fato et providentia Ante [Go Back]  
 [00059]  Τὸ γὰρ ἐπὶ πολυσαρκίᾳ, καὶ δαψιλεῖ φάτνῃ, καὶ ὕπνῳ πολλῷ μακαρίζειν ἀνθρώπους οὐδὲν ἕτερόν ἐστιν, ἢ ὡς περὶ ἀλόγων διακεῖσθαι·
000-00-00 Serial Number=0109262586
De gloria in tribulationibus Ante [Go Back]  
 [00179]  οὕτω δὴ καὶ ψυχαὶ, αἱ μὲν τὸν ἀταλαίπωρον βίον μετιοῦσαι, καὶ ἀνέσεως γέμουσαι, καὶ τὸ ἡδέως διακεῖσθαι πρὸς τὰ παρόντα, καὶ τὸν ἀνάλγητον τοῦ διὰ τὴν βασιλείαν θλίβεσθαι κατὰ τοὺς ἁγίους ἅπαντας προτιμῶσαι βίον, κηροῦ παντὸς μαλακώτεραι μᾶλλον καὶ ἀσθενέστεραι καθιστάμεναι, αἰωνίου πυρὸς κατάβρωμα πρόκεινται·
000-00-00 Serial Number=0581006825
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00020]  Καὶ γὰρ πρὸς κινδύνους διηνεκῶς παρετάττετο, καὶ ἐσφάττετο τῇ προαιρέσει, καὶ τῆς σαρκὸς τὴν φύσιν οὕτως ἐνέκρωσεν, ὡς τῶν σφαγιαζομένων ἱερείων μηδὲν ἔλαττον διακεῖσθαι, ἀλλὰ καὶ πολλῷ πλέον.
 [00208]  Πῶς γὰρ οἴει διακεῖσθαι αὐτὸν Ἰουδαίων οὐ σωζομένων, ἵνα σωθῶσιν, εὐχόμενον ἐκπεσεῖν τῆς ἄνωθεν δόξης;
 [00922]  τοῦτο ἂν εἴποιμεν ὅτι τοὺς ἄλλους παιδεύων καὶ νουθετῶν πρὸς τοὺς ἄρχοντας ἐπιεικῶς διακεῖσθαι, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίει.
000-00-00 Serial Number=0598086119
De non iterando conjugio Ante [Go Back]  
 [00181]  πῶς δυνήσονται ὡς πρὸς μητέρα διακεῖσθαι ἐκεῖνοι;
000-00-00 Serial Number=0937412202
De sacerdotio Ante [Go Back]  
 [00137]  ὡς ἕως ἂν τοῦτο ἀπῇ, μὴ ὅτι μέμψεις καὶ αἰτίας ἐπάγειν, ἀλλὰ καὶ ἀποδέχεσθαι τὸν ἀπατῶντα δίκαιον ἂν εἴη τούς γε εὐγνωμόνως διακεῖσθαι βουλομένους.
 [00369]  ∆εῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν.
 [00569]  ∆εῖ δὲ οὐχ οὕτω διακεῖσθαι τὴν ψυχήν, ἀλλ' ὥσπερ ἐν τοῖς πολέμοις τοὺς γενναίους τῶν στρατιωτῶν ὁρῶμεν καὶ πολεμοῦντας προθύμως καὶ πίπτοντας ἀνδρείως, οὕτω καὶ τοὺς ἐπὶ ταύτην ἥκοντας τὴν οἰκονομίαν καὶ ἱερᾶσθαι καὶ παραλύεσθαι τῆς ἀρχῆς ὡς
 [00865]  Ἀλλ' οὐχ ἡμᾶς οὕτω διακεῖσθαι χρή, οὐδὲ εἰς τὴν αὐτὴν ἐκείνοις ἐκπίπτειν μανίαν, ἀλλὰ πανταχοῦ σπουδάζειν τὰ παρ' ἑαυτῶν εἰσφέρειν εἰς δύναμιν τὴν ἡμετέραν καὶ εὔφημον καὶ γλῶτταν καὶ διάνοιαν ἔχειν.
 [01165]  Πρῶτον μὲν γὰρ τὸ πλέον τῶν ἀρχομένων οὐκ ἐθέλουσιν ὡς πρὸς διδασκάλους διακεῖσθαι τοὺς λέγοντας, ἀλλὰ τὴν τῶν μαθητῶν τάξιν ὑπερβάντες ἀντιλαμβάνουσι τὴν τῶν θεατῶν τῶν ἐν τοῖς ἔξωθεν καθεζομένων ἀγῶσι.
 [01194]  Ὡς ἐὰν φθάσῃ τις ταπεινοῦσθαι τοῖς συμπτώμασι τούτοις, οὐ δυνήσεταί ποτε γενναῖόν τι καὶ θαυμαστὸν ἀποτεκεῖν ἡ γὰρ ἀθυμία καὶ αἱ συνεχεῖς φροντίδες δειναὶ καταβαλεῖν ψυχῆς δύναμιν καὶ εἰς ἀσθένειαν καταγαγεῖν τὴν ἐσχάτην , οὕτως οὖν χρὴ τὸν ἱερέα διακεῖσθαι πρὸς τοὺς ἀρχομένους ὥσπερ ἂν εἰ πατὴρ πρὸς παῖδας ἄγαν νηπίους διακέοιτο·
 [01249]  Ταῦτα γὰρ εἰ καὶ μικρά σοι δοκεῖ νῦν εἶναι καὶ εὐκαταφρόνητα, διὰ τὸ ἀπείρατον, ἀλλ' ἱκανά γέ ἐστι προθυμίαν σβέσαι καὶ ψυχῆς παραλῦσαι δύναμιν, ἢν μὴ πάντων τις ἑαυτὸν τῶν ἀνθρωπίνων ἀνασπάσας παθῶν, ὁμοίως ταῖς ἀσωμάτοις μελετήσῃ διακεῖσθαι δυνάμεσιν αἳ μήτε φθόνῳ, μήτε δόξης ἔρωτι, μήτε ἑτέρῳ τινὶ τοιούτῳ θηρῶνται νοσήματι.
000-00-00 Serial Number=0685242057
De virginitate Ante [Go Back]  
 [00150]  μὴ γὰρ ἐπειδὴ σὲ τοιαῦτα ἀνέπεισαν μαίνεσθαι καὶ αὐτοὺς οὕτως διακεῖσθαι νόμιζε.
 [01436]  Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι ἀλλ' εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.
000-00-00 Serial Number=0331828177
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00262]  Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον διακεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέτησε.
 [01401]  Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστὸν, ἡμᾶς δὲ αὐτοὺς ἀπ' ἐναντίας περὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων;
 [01558]  Οὕτω τοίνυν καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν ὀλίγα ἔτη ζήσωμεν ἐνταῦθα, πολλὰ νομίζειν αὐτὰ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων.
 [01562]  ἀλλὰ πρὸς τὸν ἔρωτα τῶν μελλόντων ὑμᾶς ἀλείφων, ὥστε μὴ ἐμφιλοχωρεῖν τοῖς παροῦσι, μηδὲ προσηλῶσθαι τῷ σώματι, μηδὲ κατὰ τοὺς μικροψύχους τῶν πολλῶν διακεῖσθαι, οἳ κἂν μυρία ζήσωσιν ἔτη, ὀλίγα ταῦτα εἶναί φασιν·
 [01681]  ὅταν δὲ μηδὲ ἡγώμεθά τι κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι, καὶ μειζόνως ἢ ἐκείνων.
 [01787]  Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους, οὗτοι γὰρ πρὸς ὑγίειαν ἕλκονται, ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ πενθεῖν καὶ ὀδύρεσθαι.
 [04161]  τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι, καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν, δυσκατόρθωτον, κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνδρῶν διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται.
 [07006]  Ἄρα πῶς ἦν εἰκὸς αὐτοὺς προσέχειν ἐκείνῳ λοιπὸν, μεθ' ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν;
 [07008]  Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, οὐ πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς διακειμένους οὕτως ἔμελλε διακεῖσθαι;
 [09137]  Καὶ γὰρ πρὸς κινδύνους διηνεκῶς παρετάττετο, καὶ ἐσφάττετο τῇ προαιρέσει, καὶ τῆς σαρκὸς τὴν φύσιν οὕτως ἐνέκρωσεν, ὡς τῶν σφαγιαζομένων ἱερείων μηδὲν ἔλαττον διακεῖσθαι, ἀλλὰ καὶ πολλῷ πλέον.
 [09973]  ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν ∆εσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα ἡμᾶς, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα.
000-00-00 Serial Number=0159342766
Epistulae Ante [Go Back]  
 [00004]  Ἴσμεν γὰρ ὅτι καὶ γράφουσα καὶ σιγῶσα ὁμοίως περὶ ἡμᾶς διακεῖσθαι ἐσπούδακας.
 [00210]  ∆ιὸ δὴ παρακαλοῦμεν τὴν τιμιότητά σου καὶ περὶ ἡμᾶς οὕτω διακεῖσθαι·
 [03505]  Εἰ τοίνυν οὕτω βούλει διακεῖσθαι ἡμᾶς, ὥσπερ οὖν καὶ βούλει, καὶ τοῖς σοῖς ὡς ἰδίοις κεχρῆσθαι, ἡνίκα ἂν ἐπιστείλω, τότε πέμπε.
000-00-00 Serial Number=0062480152
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00050]  Καὶ γὰρ τὸν κύριόν μου τὸν δοῦκα τὸν γαμβρὸν αὐτοῦ σφόδρα παρεσκεύασαν περὶ ἡμᾶς διακεῖσθαι, ὡς σφόδρα κἀκεῖνον ἐπιθυμεῖν ἡμᾶς ἐκεῖσε εἶναι.
 [00348]  Ἁπαλὴν γὰρ, οὕτω σάρκα λαβοῦσα καὶ τρυφεράν, παντὶ εἴδει τρυφῆς συντραφεῖσαν, οὕτως αὐτὴν ποικίλοις ἐπολιόρκησας πάθεσιν ὡς μηδὲν ἄμεινον τῆς νεκρωθείσης διακεῖσθαι νῦν καὶ τοσοῦτον ἀνῆψας ἐν σεαυτῇ νοσημάτων ἐσμὸν ὡς καὶ ἰατρῶν τέχνην καὶ φαρμάκων δύναμιν καὶ πάντα ἐπιμελείας ἐλέγξαι τρόπον καὶ διηνεκέσι συζῇν ὀδύναις.
000-00-00 Serial Number=0133524537
Expositiones in Psalmos Ante [Go Back]  
 [02011]  Ὅταν μὲν γὰρ καὶ μετὰ πόνων αὐτὴν αἱρῆται, μηδέποτε ἔπαθλον λαμβάνουσα, μελετᾷ διακεῖσθαι πρὸς αὐτὴν μετὰ πολλῆς τῆς ἀκριβείας·
 [02034]  οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους καὶ γὰρ πρὸς ὑγίειαν ἕλκονται, ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ θρηνεῖν καὶ πενθεῖν.
 [06425]  Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν.
000-00-00 Serial Number=0766521752
In Acta apostolorum Ante [Go Back]  
 [00169]  Ἀνάγων αὐτῶν τὰς διανοίας, καὶ οὐκ ἔτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσ [60.19] περ καὶ ἔμπροσθεν.
 [09687]  Τὸ δὲ ἀνάγκην ἡμᾶς ἔχειν συνεχοῦς διαλέξεως, οὐδενὸς [60.219] ἄλλου τεκμήριόν ἐστιν, ἢ τοῦ τὰ ὑμέτερα μὴ σφόδρα διακεῖσθαι ἀκριβῶς.
 [09999]  Τοσοῦτον ἀπέχω, φησὶν, ἐχθρῶς πρὸς ἡμᾶς διακεῖσθαι, ὅτι καὶ τὴν ἅλυσιν περίκειμαι.
000-00-00 Serial Number=0766638994
In Ecclesiasten Ante [Go Back]  
 [00104]  Περὶ τῶν ὑπ' οὐρανὸν πραγμάτων, περὶ τῶν μοχθηρῶν τούτων καὶ ἐπιπόνων περὶ ὧν οἱ ἄνθρω<ποι μοχθοῦσιν> *** [2] *** διακεῖσθαι καὶ μηδὲν αὐτὰ τίθεσθαι·
 [00283]  Πῶς εἰκὸς αὐτοὺς διακεῖσθαι;
000-00-00 Serial Number=0756460607
In Isaiam Ante [Go Back]  
 [00806]  Ὅτε Θεὸν οὐκἐγνώκεισαν, ὅτε νόμον οὐκ εἰλήφεισαν, ὅτε τῆς εὐεργεσίας αὐτοῦ πεῖραν εἰληφότες οὐκ ἦσαν, ὅτε μετὰ τῶν ἐθνῶν ἔζων, ὅπερ ἐσχάτης καταγνώσεως ἦν, μηδὲν ἄμεινον διακεῖσθαι νῦν, μετὰ τὴν τοσαύτην πρόνοιάν τε καὶ ἐπιμέλειαν, τῶν μηδενὸς τούτων ἀπολελαυκότων.
000-00-00 Serial Number=0753975749
In Joannem Ante [Go Back]  
 [00168]  Ὁ γὰρ οὕτω πένης, καὶ μήτε εἰς ἀγορὰς ἐμβάλλων, μήτε ἀξιοπίστοις ἐντυγχάνων ἀνδράσιν, ἀλλὰ τῇ ἁλείᾳ προσηλωμένος, εἴποτε δέ τινι καὶ συνεγένετο, καπήλοις ἰχθύων καὶ μαγείροις ὁμιλῶν, τί τῶν θηρίων καὶ ἀλόγων ἔμελλεν ἄμεινον διακεῖσθαι;
 [03307]  ἐννόησον πῶς εἰκὸς διακεῖσθαι τοὺς ἐν αὐτῷ τῷ θεάτρῳ καθημένους, τοὺς ἄδειαν πολλὴν ἔχοντας, τοὺς ἐκτὸς τοῦ σεμνοῦ τούτου καὶ φρικτοῦ συνεδρίου, τοὺς μετὰ πολλῆς ἀναισχυντίας καὶ ὁρῶντας ἐκεῖνα καὶ ἀκούοντας·
000-00-00 Serial Number=0047990382
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00451]  Εἰ γὰρ αὐτὸς ὁ τοσοῦτον αὐτῶν ὑψηλότερος ὢν, ἐκ τῶν εὐχῶν ἐκείνων σεσῶσθαί φησι, καὶ χάρισμα αὐτῶν ταῖς δεήσεσι δεδόσθαι αὐτῷ παρὰ τοῦ Θεοῦ, ἐννόησον πῶς ἐκείνους ἔδει διακεῖσθαι καὶ μετριάζειν.
 [01837]  Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, μᾶλλον τῶν ἐπηρεαζόντων αὐτῶν ἀλγεῖν ὑπὲρ αὐτῶν·
 [04242]  Οὕτω καὶ νῦν χρὴ τοὺς ἐγκαλουμένους διακεῖσθαι, θρηνεῖν καὶ ὀδύρεσθαι, οὕτω τοὺς διδασκάλους ποθεῖν, οὕτω μᾶλλον πατέρων ἐπιζητεῖν.
 [04759]  Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι μέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συμβουλεύοντα.
 [05184]  Καὶ γὰρ ὡς μίαν οἰκίαν δεῖ τὴν Ἐκκλησίαν οἰκεῖν, ὡς σῶμα ἓν, οὕτω διακεῖσθαι πάντας·
000-00-00 Serial Number=0743766308
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00362]  Ἀλλὰ καὶ τοὺς παῖδας φιλοστόργως πρὸς αὐτοὺς διακεῖσθαι προσήκει.
000-00-00 Serial Number=0610479057
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04104]  ἡμᾶς δὲ αὐτοὺς ἀπεναντίας ἐπὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων;
 [06130]  ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι·
 [07318]  Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ μέταλλα ἐργαζομένων οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι.
 [09999]  Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον δια-κεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέ-τησεν.
000-00-00 Serial Number=0085719228
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01175]  Οὕτω τοὺς διδασκάλους διακεῖσθαι χρὴ, οὕτω τοὺς μαθητὰς, καὶ οὐδὲν ἄτοπον ἔσται ποτέ.
000-00-00 Serial Number=0621363461
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00128]  Οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς οὕτω διακεῖσθαι ἡμᾶς χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέρους καὶ ἐναρέτους, πρὸς δὲ τοὺς ἄλλους τοὺς διεφθαρμένους καὶ μὴ γνησίους, ἑτέρως·
 [01221]  Ὁ γὰρ ἀναγκαζόμενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν τοῦ πέλας ἀγαθῶν, ἀναγκάζεται καὶ φιλεῖν αὐτὸν καὶ οἰκείως πρὸς αὐτὸν διακεῖσθαι.
 [03785]  Εἰ δὲ τοῖς δούλοις οὕτως ἐπέταττε τοσαύτῃ κεχρῆσθαι τῇ ὑπακοῇ, ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν ∆εσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα.
000-00-00 Serial Number=0567836523
In epistulam ad Colossenses Ante [Go Back]  
 [03936]  ἐν νῷ λάβε τὰ Παύλου δεσμὰ, καὶ σχοίνου παλαιᾶς οὐδὲν ἄμεινόν σοι δόξει ταῦτα διακεῖσθαι.
000-00-00 Serial Number=0755700052
In epistulam ad Ephesios Ante [Go Back]  
 [03564]  Ὡς οὖν αὐτῆς ταῦτα φθεγγομένης, οὕτω διακεῖσθαι χρή.
000-00-00 Serial Number=0047761321
In epistulam ad Philippenses Ante [Go Back]  
 [00301]  Καὶ τὸ δὴ θαυμαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι ὥστε συγκοινωνοὺς Παύλου ἀκούειν·
 [01487]  Ἐνταῦθα μὲν οὖν τοῦτον παιδεύει οὕτω διακεῖσθαι.
 [02065]  Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων νομίζουσιν, ὅταν ταπεινόφρονες ὦσιν, ἀποστερεῖσθαι τοῦ οἰκείου ἀξιώματος καὶ ἐλαττοῦσθαι καὶ ταπεινοῦσθαι, τοῦτον ἐξαιρῶν τὸν φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω διακεῖσθαι, περὶ τοῦ Θεοῦ φησιν, ὅτι ὁ Θεὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὁ ἐν μορφῇ Θεοῦ ὢν, ὁ μηδὲν ἔλαττον ἔχων τοῦ Πατρὸς, ὁ ἴσος αὐτῷ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.
 [04360]  Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονηροὺς ἀπεχθῶς διακεῖσθαι, παραινεῖ τοίνυν αὐτοῖς μηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ μετὰ πολλῆς αὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ μὴν τοῖς ἀδελφοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἐχθροῖς καὶ τοῖς ἐναντίοις.
 [04912]  Οὕτω διακεῖσθαι χρὴ, οὕτω δακρύειν·
000-00-00 Serial Number=0792121947
In epistulam ad Romanos Ante [Go Back]  
 [00007]  Οὐδὲ γὰρ ἡμεῖς ὅσαπερ ἴσμεν, εἴπερ τινὰ ἴσμεν, δι' εὐφυΐαν καὶ ὀξύτητα διανοίας ἐπιστάμεθα, ἀλλὰ διὰ τὸ συνεχῶς ἔχεσθαι τοῦ ἀνδρὸς, καὶ σφόδρα διακεῖσθαι περὶ αὐτόν.
 [03825]  Τοῦτο γάρ ἐστι, τοῦτο τὸ κακὸν ὃ πάντα αἱμάτων καὶ φόνων ἐνέπλησε, τοῦτο τὴν φλόγα τῆς γεέννης ἀνῆψε, τοῦτο τῆς ἐρημίας τὰς πόλεις οὐδὲν ἄμεινον διακεῖσθαι ἐποίησεν, ἀλλὰ καὶ πολλῷ χεῖρον.
 [04962]  Εἰ δὲ ἔξωθεν οὕτως ἐστὶ καταγέλαστος, σεσηπότα σίελον ἔχων, καὶ οἴνου πνέων ὀδωδότος, ἐννόησον τὴν ἀθλίαν ψυχὴν τὴν ὥσπερ ἐν τάφῳ τῷ τοιούτῳ σώματι κατωρυγμένην, πῶς εἰκὸς διακεῖσθαι.
 [06331]  Εἰς γὰρ τὸ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, οὐδὲν μᾶλλον τοῦ πηλοῦ διακεῖσθαι δεῖ.
 [07842]  οὕτω καὶ ἡμᾶς τὸν ἅπαντα βίον διακεῖσθαι χρὴ, ὡς λατρεύοντας καὶ ἱερωμένους.
 [08320]  ∆ιδάξας αὐτοὺς πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρὴ, καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν, εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν.
000-00-00 Serial Number=0134906769
In epistulam ad Titum Ante [Go Back]  
 [00308]  εἴτε δὲ δι' ἐμοῦ, εἴτε δι' ἑτέρου γένοιτο, οὐδὲν ἐμοὶ διαφέρει Οὕτω τὸν προεστῶτα χρὴ διακεῖσθαι, μὴ τὴν ἰδίαν τιμὴν ζητεῖν, ἀλλὰ τὸ κοινῇ συμφέρον.
000-00-00 Serial Number=0066452205
In illud Vidi dominum Ante [Go Back]  
 [00260]  Εἰ οὖν μητέρες περὶ τὰ ἔγγονα οὕτως εἰσὶ φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην οὕτω διακεῖσθαι χρή.
000-00-00 Serial Number=0329616189
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00182]  Πῶς γὰρ αὐτὰς οἴεσθε διακεῖσθαι ὁρώσας ἐπαναγόμενον τὸ λείψανον;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»