Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Μελχισεδὲκ [57]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Μελχισεδὲκ


000-00-00 Serial Number=0108602107
Adversus Judaeos Ante [Go Back]  
 [02390]  Ἀλλὰ καὶ πρὸ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσαὰκ, ἐπὶ τοῦ Ἀβραὰμ, οὔπω γενομένου Μωϋσέως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευϊτικῆς δήλης οὔσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἱερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων ἀρχὴν λαβόντος, ἐγένετό τις Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
 [02391]  Οὗτος ὁ Μελχισεδὲκ ὁμοῦ καὶ βασιλεὺς καὶ ἱερεὺς ἦν·
 [02393]  Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ τοῖς Πέρσαις ἐπιπεσὼν, καὶ τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ τὸν Λὼτ ἐξαρπάσας τῶν ἐκείνων χειρῶν, καὶ τὰ λάφυρα λαβὼν πάντα, ἐπανῄει νικήσας κατὰ κράτος ἐκείνους, οὕτω πως περὶ τοῦ Μελχισεδὲκ ἡ Γραφή φησι·
 [02394]  Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον·
 [02398]  Ἂν τοίνυν φανῇ τις τῶν προφητῶν, λέγων, ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ' ἐξ ἑτέρας ἀφ' ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται.
 [02399]  Εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν, ἔδει λέγεσθαι.
 [02420]  Εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐπήγαγε·
 [02422]  Εἶτα, ἐπιτιμήσας τοῖς μαθηταῖς, δεῖ γὰρ ἐπιτεμεῖν, λέγει, τίς ἐστιν ὁ Μελχισεδὲκ, καὶ ἐπάγει τὴν ἱστορίαν, οὕτω λέγων·
 [02430]  Ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε·
 [02435]  Πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ' ἡμᾶς ἱερωσύνης, ὅταν Ἀβραὰμ ὁ πατριάρχης τῶν Ἰουδαίων, ὁ πρόγονος τῶν Λευϊτῶν, εὑρίσκηται ὑπὸ τοῦ Μελχισεδὲκ εὐλογούμενος, καὶ δεκάτας διδούς.
 [02436]  Καὶ γὰρ ἀμφότερα ταῦτά φησιν ἡ Παλαιὰ, ὅτι καὶ εὐλόγησεν ὁ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ δεδεκάτωκεν αὐτόν.
 [02439]  Ὁ Μελχισεδὲκ, φησὶν, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν ὁ πατριάρχης ἐκείνων.
 [02444]  Ὁ δὲ Μελχισεδὲκ, ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν οὐ γὰρ ἐκ τοῦ Ἀβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευϊτικῆς, ἀλλ' ἐξ ἑτέρου γένους, δεδεκάτωκε τὸν Ἀβραὰμ, τουτέστι, δεκάτας παρ' αὐτοῦ ἔλαβε·
 [02452]  Ὥστε εἰ μὴ ἦν ἐλάττων ὁ Ἀβραὰμ, ὁ πρόγονος τῶν Λευϊτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἂν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ' ἂν οὗτος ἐκείνῳ δεκάτας ἔδωκεν.
 [02453]  Εἶτα βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦ Μελχισεδὲκ προῆλθεν ἂν ἐκεῖνο, ἐπήγαγε λέγων·
 [02456]  ∆εκάτας ἔδωκε καὶ αὐτὸς, φησὶ, τῷ Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς, διὰ τοῦ πατρὸς αὐτοῦ·
 [02460]  Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
 [02466]  ∆ιὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
 [02473]  Ὅταν οὖν φαίνηται ὁ Χριστὸς ἐξ ἐκείνης ὢν τῆς φυλῆς, δηλονότι τῆς Ἰούδα, καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὁ δὲ Μελχισεδὲκ πολὺ τοῦ Ἀβραὰμ σεμνότερος ὤν·
 [02477]  Περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.
000-00-00 Serial Number=0940837383
Contra theatra Ante [Go Back]  
 [00191]  Οὐκ οἶσθα τὸν θαυμάσιον Μελχισεδὲκ τὸν ἱερέα τοῦ Θεοῦ τοῦ ὑψίστου;
000-00-00 Serial Number=0882547081
De Melchisedech Ante [Go Back]  
 [00024]  Εἰπὼν γὰρ, ὅτι ὁ Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν οὗτος ὁ Μελχισεδὲκ, ἐπήγαγεν·
 [00046]  Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ περὶ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς.
 [00048]  Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστιν, βασιλεὺς [56.259] εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε τέλος ζωῆς, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
 [00121]  Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ, ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι καὶ αὐτὸς γόνυ κάμπτει τῷ Χριστῷ τῷ σαρκωθέντι ἐκ τῆς θεοτόκου Μαρίας.
 [00123]  Εἰ οὖν πᾶν γόνυ κάμπτει, ὁ Μελχισεδὲκ ἐλάττων ἂν εἴη τοῦ Χριστοῦ·
 [00131]  Ἀλλ' ἐπειδὴ ὁ Μελχισεδὲκ τύπος ἦν τοῦ Κυρίου, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ, καθὼς καὶ Ἰωνᾶς, διὰ τοῦτο ἡ Γραφὴ παρέλιπεν αὐτοῦ τὸν πατέρα, ἵνα ἐν ἐκείνῳ, καθάπερ ἐν εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα.
 [00135]  Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα ἔφερε τοῦ Χριστοῦ.
 [00140]  ἀλλὰ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἄρτῳ καὶ οἴνῳ τὴν τῶν προσκομιζόντων προσφορὰν εἰς τὸ διηνεκὲς προσάγων.
000-00-00 Serial Number=0679671407
De prophetiarum obscuritate Ante [Go Back]  
 [00021]  Εἰπὼν γὰρ ὅτι Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν ὁ Μελχισεδὲκ, ἐπήγαγε·
 [00044]  Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ κατὰ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς.
 [00046]  Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης·
 [00110]  λοιπὸν δὲ πρὸς τὸ ἐπεῖγον ἀπαγάγωμεν, τὸν λόγον τὸν περὶ τοῦ Μελχισεδὲκ εἰς ἑτέραν ἡμέραν ἀναβαλλόμενοι, καὶ διαναστήσωμεν τὴν ἀκοὴν, προφητικῶν μέλλοντες ἀκούειν αἰνιγμάτων.
000-00-00 Serial Number=0609038174
De sacerdotio lib 7 Ante [Go Back]  
 [00080]  ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν, εὐλόγησε τὸν Ἀβραὰμ εὐλογίαν ἐξαίρετον.
000-00-00 Serial Number=0296218634
Expositiones in Psalmos Ante [Go Back]  
 [06210]  Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον, ἐπὶ τῷ μήκει τῶν εἰρημένων·
000-00-00 Serial Number=0496334970
Fragmenta in Job Ante [Go Back]  
 [00192]  Τινὲς δέ φασιν, ὅτι καὶ οἱ ἱερεῖς τὸ παλαιὸν ἦσαν, ὥσπερ ὁ Μελχισεδὲκ, ἀχειροτόνητοι·
000-00-00 Serial Number=0048512816
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02270]  Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρών.
000-00-00 Serial Number=0121898711
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00055]  Εἰ γὰρ ὁ ἀπόστολος εἰς τὸ κεφάλαιον τὸ περὶ τὸν Μελχισεδὲκ ἐληλυθὼς, ὤκνησε λεπτομερῶς διηγήσασθαι εἰρηκὼς, Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος, τί ἂν εἴποιμ' ἐγὼ, τοσοῦτον ἐπέχων τοῦ ἀποστόλου, ὅσον ἀνθρώπου διάκρισις;
 [00061]  Τίνος ἕνεκεν, φησὶν, ὁ Ἀπόστολος μνημονεύσας Μελχισεδὲκ, εἶπεν αὐτὸν ἀπάτορα καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχοντα;
 [00064]  καὶ φιλονεικοῦντες ἡμῖν καὶ βουλόμενοι δεῖξαι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, προφέρουσιν ἡμῖν μάρτυρα τὴν Γραφὴν λέγουσαν·
 [00066]  Πῶς γὰρ, φησὶν, οὐκ ἂν εἴη μείζων ὁ Μελχισεδὲκ, οὗ κατὰ τὴν εἰκόνα καὶ τάξιν ἱερατεύει ὁ Χριστός;
 [00073]  Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι οἱ τοῦτο λέγοντες, ποίου περιβόλου, ἢ ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν.
 [00077]  Ἐὰν οὖν εἴπωσιν ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι τὸ αὐτοῦ γόνυ κάμπτει τῷ Χριστῷ·
 [00079]  Εἰ οὖν κάμπτει γόνυ ὁ Μελχισεδὲκ τῷ Χριστῷ, ἐλάττων εἴη προσκυνῶν Μελχισεδὲκ τοῦ προσκυνουμένου ὑπ' αὐτοῦ [61.741] Χριστοῦ.
 [00089]  Ἀλλ' ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ.
 [00093]  Οὐ γὰρ ἐγενεαλόγησε τὸν Μελχισεδὲκ ἡ Γραφὴ, ἀλλὰ παρέλιπεν αὐτοῦ καὶ τὴν γέννησιν καὶ τὴν τελευτὴν, ἵνα, καθὼς προείπαμεν, ἐν ἐκείνῳ τοῦτον θεωρήσωμεν τὸν ἀληθινὸν Μελχισεδέκ.
 [00094]  Βασιλεὺς γὰρ δικαιοσύνης ἑρμηνεύεται ὁ Μελχισεδὲκ, ὅς ἐστι Χριστὸς, [61.742] μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων.
 [00098]  Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα Θεοῦ φέρων ἐν ἑαυτῷ.
 [00101]  Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, τοῦ ἐν μόσχοις καὶ ἀρνάσι καὶ ἐναίμοις θυσίαις λατρεύοντος, ἀλλὰ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐν ἄρτῳ καὶ οἴνῳ τὴν τῶν ἐθνῶν προσκομίζων προσφορὰν εἰς τὸ διηνεκές.
000-00-00 Serial Number=0149482727
In mediam pentecosten Ante [Go Back]  
 [00035]  Ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς ἀνέβη εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πολλῶν μὲν ἀκουόντων, οὐδενὸς δὲ τῶν Ἰουδαίων μανθάνοντος.
000-00-00 Serial Number=0011005580
In natalem Christi diem Ante [Go Back]  
 [00029]  οἱ ἱερεῖς τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερέα γενόμενον·
000-00-00 Serial Number=0531112313
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00158]  καὶ τῷ μὲν Μελχισεδὲκ εὐλογήσαντι αὐτὸν, ἐξενεγκόντι ἄρτους τε καὶ οἶνον, δεκάτην ἔδωκε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»