Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐννοήσωμεν [51]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐννοήσωμεν


000-00-00 Serial Number=0325736821
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00412]  ἂν ἐννοήσωμεν ὅτι καὶ αὐτοὶ τοῦτο πεισόμεθα ῥᾳθυμήσαντες, τίς οὕτως ἔσται λίθινος λοιπὸν, ὡς, τοῦ παραδείγματος αὐτὸ τοῦτο συνεχῶς στρέφοντος τὴν ψυχὴν, εἰς ὀλιγωρίαν ἐμπεσεῖν;
000-00-00 Serial Number=0748661757
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00098]  Ἂν ἐννοήσωμεν τί τούτων μὴ γενομένων ἔπαθεν ἄν.
000-00-00 Serial Number=0331388414
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00253]  Ὅταν γὰρ ἐννοήσωμεν τὸ πλῆθος τῶν παρελθόντων ἁμαρτημάτων, τότε εἰσόμεθα τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολὴν, τότε κάτω νεύσομεν, τότε συσταλησόμεθα.
000-00-00 Serial Number=0966204047
Ad populum Antiochenum Ante [Go Back]  
 [05087]  Οὐ γὰρ πολλῶν δεῖ λόγων, οὐδὲ μακρᾶς τῆς περιόδου, ἀλλ' ἐὰν ἐννοήσωμεν μόνον τὸ εἰρημένον, εὑρήσομεν τὴν ὁδὸν τὴν ἐπὶ τοῦτο φέρουσαν.
 [05425]  Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἐκ τῆς δυσκολίας τοῦ πράγματος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι τοσούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν·
 [05426]  ἐννοήσωμεν τίνα ὁ διάβολος ἐπέταξε, πῶς ἐπίπονα, πῶς ἐπίμοχθα, καὶ οὐκ ἐγένετο κώλυμα ἡ δυσκολία τοῖς ἐπιτάγμασι.
 [05546]  ἐὰν ἅπαντα ταῦτα ἐννοήσωμεν καὶ πρὸς ἑαυτοὺς ἀναλογισώμεθα, κἂν ἁπάντων ὦμεν ὠμότεροι καὶ ἀπηνέστεροι, τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν σκοπήσαντες, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐδὲ μνησθῆναι τῆς παρ' ἑτέρων εἰς ἡμᾶς γεγενημένης ὕβρεως δυνησόμεθα.
000-00-00 Serial Number=0100270331
Catecheses ad illuminandos Ante [Go Back]  
 [00898]  [6.4] Ἀλλ' ἐπειδὴ οὐ τοῦτο σκοποῦμεν μόνον εἰ τὰ τῶν μισθῶν ἀκέραια ἡμῖν μένει καὶ τὰ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ τὸ ὑμέτερον κέρδος καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν περὶ πολλοῦ ποιούμεθα, οἰκείαν ζημίαν κρίνοντες τὴν ὑμετέραν ῥᾳθυμίαν, διὰ τοῦτο καὶ ἀκρωτηριάζεσθαι ἡμῖν λογιζόμεθα τὰ τῆς ἡδονῆς καὶ μάλιστα ὅταν ἐννοήσωμεν ὅτι τοῦτο αὐτὸ πλείονος κατακρίσεως αἴτιον γίνεται τοῖς μετὰ τοσαύτην παραίνεσιν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένουσι καὶ μηδὲν κερδαίνειν βουλομένοις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας.
 [01114]  [7.23] Ἀκουέτωσαν ταῦτα καὶ οἱ πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντες καὶ ἡμεῖς ἅπαντες οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλεται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημένους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ' ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι τῶν μακρὰν ὄντων μηδὲν διαφέρωσιν ἀλλὰ φωστήρων δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων δεικνύωσι τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς μετέστησαν καὶ οὐδὲν κοινὸν ἔχουσι πρὸς τὴν γῆν καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα.
 [01144]  [7.29] Μὴ ἁπλῶς παραδράμωμεν τὸ λεχθέν, ἀλλ' ἐννοήσωμεν μετὰ ἀκριβείας τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ τότε καταμάθωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν, πῶς οὐδένα περιορᾷ ἀλλ' ἔνθα ἂν ἴδῃ νήφουσαν ψυχὴν ἐκεῖ τὴν παρ' ἑαυτοῦ χάριν ἐπιδαψιλεύεται.
000-00-00 Serial Number=0020031929
De Lazaro Ante [Go Back]  
 [00182]  Μετὰ δὲ τῶν εἰρημένων ἁπάντων καὶ τὰ καθ' ἡμᾶς αὐτοὺς ἐννοήσωμεν, ὅτι καθ' ἑκάστην ἡμέραν τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, καθ' ἑκάστην παρακούομεν τὴν ἡμέραν·
 [02572]  Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ λυποῦν ἡμᾶς, ὅτι ἀνόνητον τὸν ἡμέτερον ἐπιδείκνυσθε κάματον, ἀλλὰ πολλῷ πλέον ἡμῶν καθάπτεται, ὅταν ἐννοήσωμεν ὅτι βαρυτέραν ἑαυτοῖς οἱ ταῦτα ποιοῦντες ἐργάζονται τὴν κατάκρισιν.
 [02738]  Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὸ λεχθὲν, ἀλλ' ἐννοήσωμεν τῶν λεχθέντων τὴν ἀκρίβειαν, καὶ ὅσης ἀπολαύει τῆς τιμῆς καὶ τῆς προεδρίας ὁ παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ὁ εὐκαταφρόνητος, ὁ πένης, ὁ τῷ λιμῷ διηνεκῶς παλαίων, ὁ τοῖς ἕλκεσι πολιορκούμενος, ὁ τοῖς κυσὶ προκείμενος.
000-00-00 Serial Number=0982365787
De decem millium talentorum debitore Ante [Go Back]  
 [00057]  κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν·
 [00368]  Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὴν παραβολὴν ἐγγράψαντες ταύτην ἐν ταῖς καρδίαις, ὅταν ἐννοήσωμεν ἅπερ πεπόνθαμεν παρὰ τῶν συνδούλων, λογισώμεθα ἅπερ ἐποιήσαμεν εἰς τὸν ∆εσπότην·
000-00-00 Serial Number=0868008256
De sanctis martyribus [2] Ante [Go Back]  
 [00069]  Ἀλλὰ γὰρ μὴ ἁπλῶς ἀκούωμεν τὰ λεγόμενα, ἀκούοντες, ὅτι ἄνθρακες ὑπέκειντο καταξανθεῖσι τοῖς σώμασιν, ἀλλ' ἐννοήσωμεν τίνες ἐσμὲν πυρετοῦ κατασκήψαντος·
000-00-00 Serial Number=0080648720
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00263]  Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά.
 [00445]  Ἂν οὖν ἐννοήσωμεν τοῦτο, εὐθέως αὐτὴν ἀναλάβωμεν, κἂν τὸ αὐτὸ πάθωμεν πάλιν, καὶ τρίτον, καὶ τέταρτον αὐτὴν εἴπωμεν, καὶ μὴ πρότερον ἀποστῶμεν εὐχόμενοι, ἕως ἂν ἅπασαν αὐτὴν μετὰ διανοίας νηφούσης καὶ λογισμοῦ προσέχοντος ἐκχέωμεν ἔμπροσθεν τοῦ Θεοῦ.
 [03185]  φεύξομεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας·
 [07715]  Ἂν γὰρ ἐννοήσωμεν ὅτι θνητὸς ὁ ἀπελθὼν ἦν, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀφείλετο, οὐ τὴν τυχοῦσαν παραμυθίαν ληψόμεθα.
 [09999]  εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον ἐννοήσωμεν, ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γινόμενον κάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς·
 [09999]  εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολλὴν διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν, καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ τοσοῦτον γινόμενον κάλλιον ἴδωμεν, ὅσον τῶν πηλίνων ὀρόφων ἐστὶν ὁ χρυσοῦς·
000-00-00 Serial Number=0271523714
Epistulae Ante [Go Back]  
 [02626]  καὶ ὅταν τὴν διάθεσιν ὑμῶν τὴν γνησίαν, καὶ τὸ ἀπερίτρεπτον τῆς γνώμης, καὶ τὴν ἀκλινῆ καὶ στεῤῥὰν ὑμῶν ἐννοήσωμεν ἀγάπην ἀεὶ δὲ αὐτὴν ἐννοοῦντες οὐ παυόμεθα, ὥσπερ εἴς τινα λιμένα εὐρὺν καὶ ἀκύμαντον ἀπὸ τῶν πολλῶν καταπλέομεν θλίψεων.
 [03004]  πλὴν ὅταν τὴν ἀγάπην ὑμῶν τῶν φιλούντων ἡμᾶς ἐννοήσωμεν, μεγίστην καρπούμεθα παράκλησιν, ἐν ἐρημίᾳ πλουτοῦντες.
 [03195]  ὅταν δὲ ἐννοήσωμεν, ὅτι σοὶ καὶ τοῦτο φροντίς ἐστιν, οὐ μικρὰ καὶ τοῦτο ὑγείας ἡμῖν ὑπόθεσις γίνεται, ὅτι οὕτω σφοδρὸν ἔχομεν ἐραστήν.
000-00-00 Serial Number=0900009573
In Acta apostolorum Ante [Go Back]  
 [09999]  ἀλλ' ἐνέχυρον αὐτοῦ μέγα ληψόμεθα τῆς περὶ ἡμῶν κηδεμονίας, ὅταν ἐννοήσωμεν, ὅτι ἁμαρτόντες οὐ κολαζόμεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύομεν.
 [09999]  Μὴ οὖν ἀναισχύντει, ἀλλ' ἐννοήσωμεν ἐκείνην τὴν νύκτα, τὸ ξύλον, τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν σπουδάζωμεν καὶ ἡμεῖς, καὶ ἀνοίξομεν ἡμῖν οὐχὶ δεσμωτήριον, ἀλλ' οὐρανόν.
 [09999]  Ἂν τοῦτο ἐννοήσωμεν μόνον, ὅτι ἀσθενείας ἐστὶν, οἴσομεν, καὶ συγγνωσόμεθα μὲν ἐκείνῳ, πειρασόμεθα δὲ μὴ περιπεσεῖν καὶ αὐτοί.
000-00-00 Serial Number=0348719478
In Isaiam Ante [Go Back]  
 [01013]  Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος τὸν λόγον ποιήσω φανερόν, ἐννοήσωμεν τὸν Σολομῶντα καὶ τὸν Ἐλισσαῖον·
000-00-00 Serial Number=0187587321
In Joannem Ante [Go Back]  
 [05309]  Ὥσπερ γὰρ τοῦ τῆς γῆς πλούτου καταφρονοῦμεν, ὅταν πρὸς ἕτερον ἴδωμεν πλοῦτον, καὶ τῆς ζωῆς ταύτης ὑπερορῶμεν, ὅταν ἐννοήσωμεν τὴν πολλῷ ταύτης ἀμείνω·
 [05310]  οὕτω καὶ δόξαν τὴν ἐνταῦθα διαπτύσαι δυνησόμεθα, ὅταν τὴν ταύτης ἐννοήσωμεν μακρῷ σεμνοτέραν, τὴν ὄντως δόξαν.
000-00-00 Serial Number=0553491116
In Psalmum 145 Ante [Go Back]  
 [00331]  Ἂν οὖν ἐννοήσωμεν τοῦτο, εὐθέως πάλιν αὐτὴν ἀναλάβωμεν·
000-00-00 Serial Number=0495757759
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01748]  Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα.
000-00-00 Serial Number=0486523747
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00752]  Ὅταν οὖν εἴπωμεν ὅτι ὁ δεῖνα τοῦ δεῖνος τὸ χωρίον ἥρπασεν, ἐννοήσωμεν τὰ ἑαυτῶν, καὶ οὕτως οὔτε τοὺς ἄλλους κατακρινοῦμεν, καὶ τὸν Θεὸν θαυμασόμεθα τῆς μακροθυμίας, καὶ οὐκ ἀγανακτήσομεν, ὅτι ἡ κρίσις οὐκ ἔρχεται ἐπ' αὐτοὺς, καὶ αὐτοὶ ὀκνηρότεροι ἐσόμεθα πρὸς τὴν τῶν κακῶν ἐργασίαν.
000-00-00 Serial Number=0249028027
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02723]  ∆ύο γὰρ ταῦτα μάλιστα ἀπάγειν ἡμᾶς ἁμαρτίας εἴωθεν, ὅταν τὴν κειμένην τῇ ἁμαρτίᾳ κόλασιν ἐννοήσωμεν, καὶ ὅταν τὴν ἡμετέραν ἀξίαν ἀναλογισώμεθα.
 [09999]  Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, ὡς εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά.
000-00-00 Serial Number=0194608450
In epistulam ad Colossenses Ante [Go Back]  
 [03797]  Ταῦτα ἐννοήσωμεν, ἀγαπητοὶ, τοὺς στεφάνους τοὺς διπλοῦς τῶν μὴ φθονούντων, τοὺς ἐπαίνους τοὺς παρὰ ἀνθρώπων, τοὺς παρὰ Θεοῦ, τὰ κακὰ τὰ ἀπὸ τῆς βασκανίας·
000-00-00 Serial Number=0346087396
In epistulam ad Ephesios Ante [Go Back]  
 [00403]  ἐννοήσωμεν, ὅτι καὶ τὰ παρ' ἡμῶν ἐπιζητεῖ.
 [00708]  Αἰδεσθῶμεν ἡμῶν τὴν κεφαλὴν, ἐννοήσωμεν τίνος ἐσμὲν σῶμα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται.
 [03953]  Ἂν τὰ ἑαυτῶν ἁμαρτήματα ἐννοήσωμεν, καὶ ὅσον ἐσμὲν ὑπεύθυνοι τῷ Θεῷ·
 [03954]  ἂν ἐννοήσωμεν, ὅτι οὐ τὸν ἐχθρὸν ἀμυνόμεθα, ἀλλ' ἡμᾶς αὐτούς·
 [03955]  ἂν ἐννοήσωμεν, ὅτι τὸν διάβολον εὐφραίνομεν, ὅτι τὸν ἐχθρὸν τὸν ἡμέτερον, τὸν ὄντως ἐχθρὸν, δι' ὃν τὸ μέλος τὸ ἡμέτερον ἀδικοῦμεν.
 [06152]  Εἰ δὲ ἐν τῷ κόσμῳ τούτῳ ταῦτα, ἐν τῷ κόσμῳ, ἐν ᾧ μηδὲν ἡμῖν ἐπηγγείλατο ἀγαθὸν ὁ ∆εσπότης, ἐν ᾧ ξένους ἡμᾶς εἶπεν εἶναι, ἐννοήσωμεν ἐν τοῖς οὐρανοῖς πόσα ἔσται τὰ ἀποκείμενα ἀγαθά·
000-00-00 Serial Number=0864489913
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02120]  εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γιγνόμενον κάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς.
000-00-00 Serial Number=0578264296
In epistulam ad Philippenses Ante [Go Back]  
 [02532]  Ἂν ἐννοήσωμεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεὸς, ὅτι πάντα ἀκούει, ὅτι πάντα ὁρᾷ, οὐ τὰ πραττόμενα μόνον καὶ λεγόμενα, ἀλλὰ καὶ τὰ ἐν καρδίαις ἅπαντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας·
 [04529]  Ὅταν τὴν ἑτέρων δόξαν ὑποσκελίσωμεν, ἐννοήσωμεν ὅτι ἑαυτοὺς βλάπτομεν, ὅτι μᾶλλον ἑαυτοῖς ἐπιβουλεύομεν.
000-00-00 Serial Number=0067495346
In epistulam ad Romanos Ante [Go Back]  
 [02269]  ἀπαλλαγησόμεθα δὲ, ἂν ἐννοήσωμεν πῶς τε ἡμᾶς ἠγάπησε, καὶ ἀλλήλους ἐκέλευσεν ἀγαπᾷν ὁ Χριστός.
 [03849]  ∆ιὸ ταῦτα ἀφέντες ἀναβλέψωμεν ὀψὲ γοῦν ποτε εἰς τὸν οὐρανὸν, ἀναμνησθῶμεν τῆς μελλούσης ἡμέρας, ἐννοήσωμεν τὸ φοβερὸν δικαστήριον καὶ τὰς ἠκριβωμένας εὐθύνας καὶ τὴν ἀδέκαστον ψῆφον·
 [05269]  Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον καὶ ὄρη καὶ τὰ φατνώματα ὀλολύζοντα τοῦ ναοῦ, ἵνα καὶ ἐντεῦθεν πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν ἐννοήσωμεν.
 [08955]  Μᾶλλον δὲ, εἰ καὶ ὀφθαλμοῖς τοῦτο ἰδεῖν ἀδύνατον, ὑπογράψωμεν αὐτὸ τῷ λόγῳ, καὶ ἐννοήσωμεν πόσοι ὑπὸ ἐπιθυμιῶν εἰσι πονηρῶν βεβαρημένοι, πόσοι τῷ χαλεπῷ τῆς ἀσελγείας κάρῳ κατεχόμενοι, καὶ τὸ φῶς τοῦ πνεύματος κατασβεννύντες.
000-00-00 Serial Number=0395639598
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00007]  Ἀλλ' ἐὰν ἐννοήσωμεν τίς ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τίς ἐστιν ὁ κόκκος τοῦ σινάπεως, εὑρήσομεν πῶς καλῶς καὶ εὐφυῶς ἕκαστον ἑκάστῳ παρείκασται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»