Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινες [107]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινες


000-00-00 Serial Number=0765403807
Excerpta ex Theodoto Ante [Go Back]  
 [00025]  Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐν δόξῃ.
000-00-00 Serial Number=0105686188
Fragmenta Ante [Go Back]  
 [00044]  εἰσὶ γάρ τινες.
000-00-00 Serial Number=0482238948
Paedagogus Ante [Go Back]  
 [00377]  οὐ γὰρ ὅτι ἔτι ἐν σαρκί ἐσμεν, ὡς ὑπειλήφασί τινες·
 [00394]  [1.6.39.1] Εἰ δὲ ἄρα προσφιλονικεῖν ἐθέλοιέν τινες τὰ πρῶτα μαθήματα τὸ γάλα μηνύειν λέγοντες, ὡσανεὶ πρώτας τροφάς, τὸ δὲ βρῶμα τὰς πνευματικὰς ἐπιγνώσεις, σφᾶς αὐτοὺς ἀνάγοντες εἰς γνῶσιν, ἴστωσαν, ὡς ἄρα στερεὰν τροφὴν τὸ βρῶμα λέγοντες καὶ σάρκα καὶ αἷμα τοῦ Ἰησοῦ ὑποφέρονται τῇ σφῶν [1.6.39.2] αὐτῶν μεγαλαύχῳ σοφίᾳ ἐπὶ τὴν ἁπλότητα τὴν ἀληθῆ.
 [00395]  Πρωτόγονον γὰρ τὸ αἷμα εὑρίσκεται ἐν ἀνθρώπῳ, ὃ δή τινες οὐσίαν εἰπεῖν ψυχῆς τετολμήκασιν·
 [00630]  Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν φόβον καὶ παρακούσαντες μέν, ὡς ἔοικε, τῆς γραφῆς ὧδέ που λεγούσης καὶ ὁ φοβούμενος κύριον ἐπιστρέφει ἐπὶ καρδίαν αὐτοῦ, ἐκλαθόμενοι δὲ τὸ μέγιστον αὐτοῦ τῆς φιλανθρωπίας, ὅτι δι' ἡμᾶς [1.8.62.2] ἄνθρωπος ἐγένετο.
 [01011]  Ἀλλ' ἐπεὶ συκοφαντοῦσί τινες τὸ μακάριον, ὡς πράγματ' οὐκ ἔχον οὔτε αὐτὸ οὔτε ἄλλῳ τῳ παρεχόμενον, τὴν φιλανθρωπίαν ἀσυνετοῦντες αὐτοῦ, διὰ τούτους δὴ καὶ τοὺς ἔτι τὸ δίκαιον οὐ προσάπτοντας τῷ ἀγαθῷ, ὅδε ὁ λόγος ἡμῖν παρῃτήθη.
 [01458]  Ἐρρέτων τοίνυν Θηρίκλειοί τινες κύλικες καὶ Ἀντιγονίδες κάνθαροί τε καὶ λαβρώνιοι καὶ λεπασταὶ καὶ τῶν ἐκπωμάτων εἴδη τὰ μυρία ψυκτῆρές τε ἐπὶ τούτοις καὶ οἰνοχόαι·
 [01463]  *** Τοῦτο ὑπολείπεται μὴ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες ἔξωθεν κεχρισμέναι καταπληκτικῶς εἰς σεμνότητα, τὰ ἔνδον ἄθλιοι.
 [01503]  Νυνὶ δὲ ἡ ἀκρόπολις τῆς κακίας ἡ φιλαργυρία εὕρηται, ἣν ὁ ἀπόστολος ῥίζαν ἁπάντων εἶναι τῶν κακῶν φησίν, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
 [01565]  Εἰ γὰρ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες, οὐκ ἂν ὑπομείναιμεν, πῶς ἂν εἰκότως τὸν ἐντὸς [2.5.45.4] ἄνθρωπον ἐπὶ τὸ γελοιότερον σχηματιζόμενον ἀνασχοίμεθα;
 [01678]  Εἰ δὲ καὶ εἶέν τινες οἱ φιλοσκώμμονες, σιωπητέον ἡμῖν καὶ παραπεμπτέον τοὺς λόγους τοὺς περιττούς, ὥσπερ τὰς κύλικας τὰς πεπληρωμένας·
 [01770]  [2.8.65.1] Εὖ μοι δοκοῦσι σχετλιάσαντες τῇ περὶ τοῦτο σπουδῇ τοσοῦτο τοῖς μύροις ἀποδιακεῖσθαί τινες τὴν ἀνδρωνῖτιν ἐκθηλύνουσιν, ὡς καὶ τοὺς τεχνίτας αὐτῶν, τοὺς μυρεψούς, τῶν εὐνομουμένων ἀπελαύνειν πόλεων καὶ τῶν ἀνθεινῶν ἐρίων τοὺς βαφεῖς ἀπελαύνειν καὶ αὐτούς·
 [01789]  Εἰσὶ γάρ τινες εὐωδίαι οὐ καρωτικαὶ οὐδὲ ἐρωτικαί, οὔκουν συμπλοκῆς καὶ τῆς ἀκολάστου ἑταιρείας ἀποπνέουσαι, ὑγειναὶ δὲ μετὰ σωφροσύνης καὶ τὸν μὲν ἐγκέφαλον ὑποτρέ φουσαι, ὁπηνίκα ἂν καχεκτῇ, ῥωννύουσαι δὲ καὶ τὸν στόμαχον.
 [01881]  Εἰ δὲ καὶ λέγοιέν τινες, τίς οὖν ἔτι χάρις ἀνθῶν τοῖς μὴ χρωμένοις αὐτοῖς, ἴστων ὡς ἄρα καὶ τὰ μύρα ἐξ αὐτῶν σκευάζεται καὶ ἔστι πολυωφελῆ·
 [01980]  οὐδὲ γὰρ αἰδοῖα ἔχει τὸ αὐτὸ ζῷον ἅμα ἄμφω, ἄρρενος καὶ θήλεος, καθὼς ὑπειλήφασί τινες, ἑρμαφροδίτους τερατολογοῦντες καὶ τρίτην ταύτην μεταξὺ θηλείας καὶ ἄρρενος ἀνδρόγυνον καινοτομοῦντες [2.10.85.3] φύσιν.
 [03002]  Προσιέναι δὲ αὐτὰς ὁ παιδαγωγὸς κελεύει ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ὡς καὶ εἴ τινες ἀπειθοῖεν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες φησὶ τὴν ἐν λόγῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν·
 [03012]  Οὐ γὰρ ὥς τινες τὴν ὑπόκρισιν ζηλοῦσαι τῆς κωμῳδίας καὶ τὰς κατεαγυίας τῶν ὀρχηστῶν κινήσεις παραφυλάττουσαι παρὰ τὰς ὁμιλίας σκηνοβατοῦσιν, αὐτοῖς τοῖς κινήμασιν τοῖς ἁβροῖς καὶ τοῖς ὑγροῖς βαδίσμασιν καὶ φωναῖς ταῖς πεπλασμέναις, κλαδαρὸν περιβλέπουσαι, δέλεαρ ἡδονῆς [3.11.68.2] ἐξησκημέναι.
000-00-00 Serial Number=0097880960
Protrepticus Ante [Go Back]  
 [00189]  ∆ι' ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν ∆ιόνυσόν τινες Ἄττιν προσαγορεύεσθαι θέλουσιν, αἰδοίων ἐστερημένον.
 [00256]  Ἐθέλω δὲ ὑμῖν ἐν χρῷ τοὺς θεοὺς αὐτοὺς ἐπιδεῖξαι ὁποῖοί τινες καὶ εἴ τινες, ἵν' ἤδη ποτὲ τῆς πλάνης λήξητε, αὖθις δὲ παλινδρομήσητε εἰς [2.27.2] οὐρανόν.
 [00282]  Πόσοι δὲ καὶ νῦν Ἀπόλλωνες, ἀναρίθμητοι θνητοὶ καὶ ἐπίκηροί τινες ἄνθρωποι, εἰσίν, οἱ παραπλησίως τοῖς προειρημένοις ἐκείνοις κεκλημένοι;
 [00435]  Ὑμεῖς δὲ οἱ πάντ' ἀμείνους Αἰγυπτίων (ὀκνῶ δὲ εἰπεῖν χείρους), οἳ τοὺς Αἰγυπτίους ὁσημέραι γελῶντες οὐ παύεσθε, ὁποῖοί τινες καὶ περὶ τὰ ἄλογα ζῷα;
 [00459]  τοιοίδε μέντοι παρ' ὑμῖν οἵ τε δαίμονες καὶ οἱ θεοὶ καὶ εἴ τινες ἡμίθεοι ὥσπερ ἡμίονοι κέκληνται·
 [00530]  εἰ δέ, ὥς φασί τινες, Βρυάξιος ἦν τέχνη, οὐ διαφέρομαι·
 [00601]  Ἀλλ' εἰσὶ μὲν κακοῦργοί τινες ἢ πολέμιοι ἐπιθέμενοι, οἳ δι' αἰσχροκέρδειαν ἐδῄωσαν τὰ ἱερὰ καὶ τὰ ἀναθήματα ἐσύλησαν ἢ καὶ αὐτὰ ἐχώνευσαν [4.52.6] τὰ ἀγάλματα.
 [00720]  [4.63.1] Πλανώμενοι γοῦν τινες ἐντεῦθεν οὐκ οἶδ' ὅπως θείαν μὲν τέχνην, πλὴν ἀλλ' οὐ θεὸν προσκυνοῦσιν ἥλιόν τε καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορόν, παραλόγως τούτους θεοὺς ὑπολαμβάνοντες, τὰ ὄργανα τοῦ χρόνου.
 [00825]  Οὐκ ἀποκρυπτέον οὐδὲ τοὺς ἀμφὶ τὸν Πυθαγόραν, οἵ φασιν ὁ μὲν θεὸς εἷς, χοὖτος δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν αὐτᾷ, ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπίσ κοπος πάσας γενέσιος, κρᾶσις τῶν ὅλων, ἀεὶ ὢν καὶ ἐργάτας τῶν αὑτοῦ δυνάμιων καὶ ἔργων, ἁπάντων ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῷ ὅλῳ κύκλῳ, [6.72.5] πάντων κίνασις.
 [01112]  Μὴ οὖν ἔτι φροντίζετε μηδὲ [εἰ] ὀλίγον, τί ὑμᾶς ἀγορεύουσι σύρφακές τινες ἀγοραῖοι, δεισιδαιμονίας ἄθεοι χορευταί, ἀνοίᾳ καὶ παρανοίᾳ ἐς αὐτὸ ὠθούμενοι τὸ βάραθρον, εἰδώλων ποιηταὶ καὶ λίθων προσκυνηταί·
000-00-00 Serial Number=0202554047
Quis dives salvetur Ante [Go Back]  
 [00110]  οὐχ ὃ προχείρως δέχονταί τινες, τὴν ὑπάρχουσαν οὐσίαν ἀπορ ρῖψαι προστάσσει καὶ ἀποστῆναι τῶν χρημάτων, ἀλλὰ τὰ δόγματα τὰ περὶ χρημάτων ἐξορίσαι τῆς ψυχῆς, τὴν πρὸς αὐτὰ συμπάθειαν τὴν ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὰ πτοίαν καὶ νόσον, τὰς μερίμνας, τὰς ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν.
 [00481]  τῷ δὲ ἀνέσεως πρὸ ὥρας λαβομένῳ προσφθείρονταί τινες ἥλικες ἀργοὶ καὶ ἀπερρωγότες, ἐθάδες κακῶν·
000-00-00 Serial Number=0471237421
Stromata Ante [Go Back]  
 [00161]  ἀξιόπιστος δὲ ἡ τοιαύτη ψυχαγωγία, δι' ἧς κεκαλυμμένην οἱ φιλομαθεῖς παραδέχονται τὴν ἀλήθειαν, πρὸς τὸ μήτε αὐ<τοὺς δοκεῖν> τὴν φιλοσοφίαν λυμαίνεσθαι τὸν βίον, ψευδῶν πραγμάτων καὶ φαύλων ἔργων δημιουργὸν ὑπάρχουσαν, ᾗ τινες διαβεβλήκασιν, ἀληθείας [1.2.20.2] οὖσαν εἰκόνα ἐναργῆ, θείαν δωρεὰν Ἕλλησι δεδομένην, μήτε ἡμᾶς ἀπο σπᾶσθαι τῆς πίστεως, οἷον ἀπό τινος ἀπατηλοῦ τέχνης καταγοητευομένους, ἀλλ' ὡς ἔπος εἰπεῖν, περιβολῇ πλείονι χρωμένους, ἁμῇ γέ πῃ [1.2.20.3] συγγυμνασίαν τινὰ πίστεως ἀποδεικτικὴν ἐκπορίζεσθαι.
 [00170]  οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν [1.3.22.2] ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τιθέμενοι, οἳ δέ τινες σφᾶς αὐτοὺς ἐπαίροντες διαβολὰς τοῖς λόγοις ἐξευρίσκειν βιάζονται, ζητήσεις ἐριστικὰς ἐκπορίζοντες, λεξειδίων θηράτορες, ζηλωταὶ τεχνυδρίων, ἐριδαντέες καὶ ἱμαντελικτέες, ὡς ὁ Ἀβδηρίτης ἐκεῖνός φησιν·
 [00252]  ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.
 [00355]  εἰσὶ γάρ τινες τῶν καὶ τοῦ λόγου ἐπακηκοότων τοῖς ἰχθύσι τοῖς θαλασσίοις ἐοικότες, οἳ δὴ ἐν ἅλμῃ ἐκ γενετῆς τρεφόμενοι ἁλῶν ὅμως πρὸς τὴν σκευασίαν [1.8.41.5] δέονται.
 [00378]  ᾗ τινες καὶ τὸν ἐμπειρικὸν [1.9.44.2] ἀναπλάττουσιν.
 [00382]  [1.9.44.4] παρ' ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὑρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατ' ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.
 [00468]  [1.11.52.4] στοιχεῖα δὲ σέβουσι ∆ιογένης μὲν τὸν ἀέρα, Θαλῆς δὲ τὸ ὕδωρ, Ἵππασος δὲ τὸ πῦρ, καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποτιθέμενοι, φιλοσοφίας ὄνομα ὑποδυόμενοι, ἄθεοί τινες ἀνθρωπίσκοι καὶ φιλήδονοι.
 [00549]  ἀλλὰ καὶ Θαλῆς, ὡς Λέανδρος καὶ Ἡρόδοτος ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δέ [1.14.62.4] τινες ὑπειλήφασι, Μιλήσιος.
 [00608]  Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Πυθαγορικῶν συμβόλων Ζαράτῳ τῷ Ἀσσυρίῳ μαθητεῦσαι ἱστορεῖ τὸν Πυθαγόραν (Ἰεζεκιὴλ τοῦτον ἡγοῦνταί τινες, οὐκ ἔστι δέ, ὡς ἔπειτα δηλωθήσεται), ἀκηκοέναι τε πρὸς τούτοις Γαλατῶν καὶ Βραχμάνων τὸν [1.15.70.2] Πυθαγόραν βούλεται.
 [00699]  [1.16.80.5] Ἡ μὲν οὖν Ἑλληνικὴ φιλοσοφία, ὡς μέν τινες, κατὰ περίπτωσιν ἐπήβολος τῆς ἀληθείας ἁμῇ γέ πῃ, ἀμυδρῶς δὲ καὶ οὐ πάσης, γίνεται·
 [00807]  ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν·
 [00914]  κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, ∆ημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ [1.21.104.2] ἐπὶ δέκα, ὥς φησι ∆ιονύσιος ὁ Ἀργεῖος, Ἀγίας δὲ καὶ ∆ερκύλος ἐν τῇ τρίτῃ μηνὸς πανήμου ὀγδόῃ φθίνοντος, Ἑλλάνικος γὰρ δωδεκάτῃ θαργηλιῶνος μηνός, καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης̣ νὺξ μὲν ἔην, φησὶν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς, μεσάτα, λαμπρὰ δὲ ἐπέτελλε σελάνα·
 [00971]  γίνονται οὖν ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἕως παρέλαβε τὴν βασιλείαν ∆αβίδ, ὡς μέν τινες, ἔτη τετρακόσια πεντήκοντα, ὡς δὲ ἡ προκειμένη δείκνυσι χρονογραφία, συνάγονται ἔτη [1.21.113.1] πεντακόσια εἴκοσι τρία μῆνες ἑπτὰ εἰς τὴν τοῦ ∆αβὶδ τελευτήν.
 [01035]  γίνονται οὖν ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἕως τῆς μετοικεσίας ταύτης ἔτη, ὡς μέν τινες, ἐννακόσια ἑβδομήκοντα δύο, κατὰ δὲ τὴν ἀκριβῆ χρονογραφίαν χίλια ὀγδοήκοντα πέντε μῆνες ἓξ ἡμέραι δέκα·
 [01049]  καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νεʹ μῆνες ἓξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς ∆αβὶδ βασιλείας ἔτη, ὡς μέν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.
 [01088]  ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες·
 [01199]  τό τε πάθος αὐτοῦ ἀκριβολογούμενοι φέρουσιν οἳ μέν τινες τῷ ἑκκαιδεκάτω ἔτει Τιβερίου Καίσαρος Φαμενὼθ κεʹ, οἳ δὲ Φαρμουθὶ κεʹ·
 [01201]  ναὶ μήν τινες αὐτῶν φασι Φαρμουθὶ γεγενῆσθαι κδʹ ἢ κεʹ.
 [01220]  [1.22.148.1] Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητικὰς ἐκ τῆς τῶν Ἑβραίων διαλέκτου εἰς τὴν Ἑλλάδα γλῶττάν φασιν ἐπὶ βασιλέως Πτολεμαίου τοῦ Λάγου ἢ ὥς τινες ἐπὶ τοῦ Φιλαδέλφου ἐπικληθέντος, τὴν μεγίστην φιλοτιμίαν εἰς τοῦτο προσενεγκαμένου, ∆ημητρίου τοῦ [1.22.148.2] Φαληρέως καὶ τὰ περὶ τὴν ἑρμηνείαν ἀκριβῶς πραγματευσαμένου·
 [01232]  οὗτος ὁ Μωυσῆς [1.22.150.5] θεολόγος καὶ προφήτης, ὡς δέ τινες νόμων ἱερῶν ἑρμηνεὺς ἦν.
 [01345]  ᾗ τινες ἀκολούθως δηλονότι τῇ χρηστῇ δόξῃ λόγον ὀρθὸν τὸν νόμον ἔφασαν, προστακτικὸν μὲν ὧν ποιητέον.
 [01723]  ταύτην, ἔφη, παρατίθεμαί σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυά γησαν, ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν.
 [01812]  ἀλλ' εἰ καὶ πάθος ὁ φόβος, ὡς βούλονταί τινες, ὅτι φόβος ἐστὶ πάθος, οὐχ ὁ πᾶς φόβος πάθος.
 [01930]  καθάπερ οὖν τὴν φιλοσοφίαν ὁ τῦφος καὶ ἡ οἴησις διαβέβληκεν, οὕτως καὶ τὴν γνῶσιν ἡ ψευδὴς γνῶσις, ἡ τε ὁμωνύμως καλουμένη, περὶ ἧς ὁ ἀπόστολος γράφων ὦ Τιμόθεε, φησίν, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες [2.11.52.6] ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
 [02480]  ἀλλὰ γὰρ ὅταν ὑπέρτονον ᾄδειν λέγηται, ὥσπερ καὶ ὁ κύριος ἐπί τινας, ἵνα μή τινες τῶν ζηλούντων αὐτὸν ἔκτονον καὶ ἀπόχορδον ᾄσωσιν, οὕτως ἀκούω, οὐχ ὡς ὑπέρτονον, ἀλλὰ τοῖς μὴ βουλομένοις ἀναλαβεῖν τὸν θεῖον ζυγόν, τούτοις ὑπέρτονον·
 [02536]  τοὺς γὰρ ἐκ τῆς Ἀκαδημίας νεωτέρους ἀξιοῦσί τινες τέλος ἀποδιδόναι τὴν ἀσφαλῆ [2.21.129.9] πρὸς τὰς φαντασίας ἐποχήν.
 [02693]  φυσικήν τινες ἔχουσι πρὸς γυναῖκα ἀποστροφὴν ἐκ γενετῆς, οἵτινες τῇ φυσικῇ ταύτῃ [3.1.1.3] συγκράσει χρώμενοι καλῶς ποιοῦσι μὴ γαμοῦντες.
 [02809]  καὶ οἱ τὰς τελετὰς δὲ ἡμῖν οὗτοι καταστήσαντες οὐ φαῦλοί τινες ἕως μετὰ [3.3.17.4] θεῶν τε οἰκήσει.
 [02968]  καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά, ὧν τὸ κρῖμα ἔνδικόν [3.4.39.2] ἐστιν.
 [03083]  ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, κωλυόντων [3.6.51.3] γαμεῖν, ἀπέχεσθαι βρωμάτων.
 [03161]  ἤδη δὲ καὶ ἄγγελοί τινες ἀκρατεῖς γενόμενοι ἐπιθυμίᾳ ἁλόντες οὐρανόθεν δεῦρο καταπεπτώκασιν.
 [03303]  οἱ δὲ ἐν σαρκὶ ὄντες, οὐχ ὥς τινες δογματίζουσι, θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ' ὡς προειρήκαμεν.
 [03333]  οὐ γάρ, ὥς τινες ἐξηγήσαντο, δέσιν γυναικὸς πρὸς ἄνδρα τὴν σαρκὸς πρὸς τὴν φθορὰν ἐπιπλοκὴν μηνύεσθαι ὑποτοπητέον·
 [03375]  καὶ [3.12.85.1] μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [03414]  ἤδη γάρ τινες ἐξετράπησαν [3.12.90.1] ὀπίσω τοῦ σατανᾶ.
 [03492]  ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσι, δηλαδὴ οἱ ἁμαρτάνοντες·
 [03502]  κἂν ἀπὸ τῶν ἀλόγων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὄφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδὰμ τύχῃ, ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων, ὡς ἀξιοῦσί τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλόγων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ.
 [03647]  διὰ ταῦτα οὐδὲ καθαρὰν ἀπολύουσιν τὴν ψυχήν, ἀλλ' ὥσπερ μολυβδίδας τὰς ἐπιθυμίας μεθ' ἑαυτῆς φερομένην, [4.4.15.2] εἰ μή τινες τούτων ἐλλόγιμοι κατ' ἀρετὴν γεγόνασιν.
 [03663]  εἰσὶ γάρ τινες οὐχ ἡμέτεροι, μόνου τοῦ ὀνόματος κοινωνοί, οἳ δὴ αὑτοὺς παραδιδόναι σπεύδουσι τῇ πρὸς τὸν δημιουργὸν [4.4.17.2] ἀπεχθείᾳ, οἱ ἄθλιοι θανατῶντες.
 [03722]  ὑπάρχοντα δέ φασί τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖν·
 [03803]  ὁ δὲ ἔλεος οὐχ ᾗ τινες τῶν φιλοσόφων ὑπειλήφασι, λύπη ἐπ' ἀλλοτρίαις συμφοραῖς, μᾶλλον δὲ ἀστεῖόν τί ἐστιν, ὡς οἱ προφῆται λέγουσιν·
 [03819]  μακάριοι, φησίν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται, ἢ ὥς τινες τῶν μετατιθέντων τὰ εὐαγγέλια·
 [04035]  οὔκουν ἔλαττον προθυμεῖσθαι χρὴ τοὺς μέλλοντας θεοσεβῶς ζήσειν, ἐπειδὰν εἴργειν αὐτούς τινες δοκῶσιν, ἀλλὰ πολὺ πλέον οἶμαι προσήκειν σπεύδειν τε καὶ ἀγωνίζεσθαι διαφερόντως, ὅπως ἂν μὴ ἡττηθέντες ἀποπέσωσι τῶν ἀρίστων καὶ ἀναγκαιοτάτων [4.8.68.4] βουλευμάτων.
 [04079]  θεὸν οὖν ὁμολογοῦσί τινες εἰδέναι κατὰ τὸν ἀπόστολον, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι, οἳ δέ, κἂν τοῦτο μόνον ὁμολογήσωσιν, ἕν τι κατεπράξαντο ἐπὶ τέλει ἔργον ἀγαθόν.
 [04115]  εἰ δὲ μὴ φαῦλοί τινες ἄνδρες εἶναι τοῖς πολλοῖς ἐδοκοῦμεν ἡμεῖς, εἰ ᾔδεσαν δὲ καὶ αὐτοὶ τὴν ἀλήθειαν, πάντες μὲν ἂν ἐπεπήδων τῇ ὁδῷ, [4.11.80.3] ἐκλογὴ δὲ οὐκ ἂν ἦν.
 [04213]  ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλ' ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δι' ἀνθρώπων τῶν ζηλούντων τὰ [4.14.95.3] ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ.
 [04551]  κἂν μισῶσι τὸν ἐκλεκτόν τινες, οἶδεν οὗτος τὴν ἄγνοιαν [4.22.139.1] αὐτῶν, οἰκτείρων τῆς ἀμαθίας τὴν γνώμην αὐτῶν.
 [04692]  εἴτ' οὖν ὁ χρόνος εἴη ὁ διὰ τῶν ἑπτὰ περιόδων τῶν ἀριθμουμένων εἰς τὴν ἀκροτάτην ἀνάπαυσιν ἀποκαθιστὰς εἴτε ἑπτὰ οὐρανοί, οὕς τινες ἀριθμοῦσι κατ' ἐπανάβασιν, εἴτε καὶ ἡ ἀπλανὴς χώρα ἡ πλησιάζουσα τῷ νοητῷ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ [4.25.159.3] ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν.
 [04733]  εἰσὶ γὰρ οὖν καὶ μεσότητές τινες καὶ προηγμένα καὶ ἀποπροηγμένα ἐν τοῖς [4.26.164.5] μέσοις.
 [04880]  ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς [5.1.8.7] καὶ φιλόθεος γενόμενος.
 [05135]  [5.6.35.4] εἶεν δ' ἂν μοναί τινες εἰς ἓν σῶμα καὶ σύνοδον μίαν συμπνεουσῶν [5.6.35.5] ἐκκλησιῶν.
 [05137]  ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους, ὡς βούλονταί τινες, ἐμφαίνει, εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ [5.6.35.7] δηλοῦν ἐπίγνωσιν πολλήν.
 [05313]  μνήμης τε οὖν ἕνεκεν καὶ συντομίας καὶ τοῦ πρὸς τὴν ἀλήθειαν ἀνατετάσθαι [5.9.56.3] τοιαῦταί τινες αἱ τῆς βαρβάρου φιλοσοφίας γραφαί.
 [05724]  ἴσως <γὰρ> τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, [5.14.98.5] ᾗ <ὁ> χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα·
 [06130]  [6.1.2.1] Ἐν μὲν οὖν τῷ λειμῶνι τὰ ἄνθη ποικίλως ἀνθοῦντα κἀν τῷ παραδείσῳ ἡ τῶν ἀκροδρύων φυτεία οὐ κατὰ εἶδος ἕκαστον κεχώ ρισται τῶν ἀλλογενῶν (ᾗ καὶ Λειμῶνάς τινες καὶ Ἑλικῶνας καὶ Κηρία καὶ Πέπλους συναγωγὰς φιλομαθεῖς ποικίλως ἐξανθισάμενοι συνεγράψαντο)·
 [06443]  [6.3.31.1] Λέγουσι δ' οὖν τινες λοιμούς τε καὶ χαλάζας καὶ θυέλλας καὶ τὰ παραπλήσια οὐκ ἀπὸ τῆς ἀταξίας τῆς ὑλικῆς μόνης, ἀλλὰ καὶ κατά τινα δαιμόνων ἢ καὶ ἀγγέλων οὐκ ἀγαθῶν ὀργὴν φιλεῖν [6.3.31.2] γίνεσθαι.
 [06677]  εἰ δ' ἔκ τινος ποιήσεως τὰ τῆς ἀληθείας ὁτῳδήποτε τρόπῳ λαβόντες σπέρματα οὐκ ἐξέθρεψάν τινες, γῇ δὲ ἀγόνῳ καὶ ἀνομβρίᾳ παραδεδωκότες ἀγρίαις συνεπνίξαντο βοτάναις, καθάπερ οἱ Φαρισαῖοι ἐξετράπησαν τοῦ νόμου ἀνθρωπίνας παρεισάγοντες διδασκαλίας, τούτων οὐχ ὁ [6.7.59.3] διδάσκαλος αἴτιος, ἀλλ' οἱ παρακούειν προῃρημένοι.
 [06682]  ὁ δὲ ἐν τῷ σώματι καθαρισμὸς τῆς ψυχῆς πρώτης πρῶτος οὗτός ἐστιν, ἡ ἀποχὴ τῶν κακῶν, ἥν τινες τελείωσιν ἡγοῦνται, καὶ ἔστιν ἁπλῶς τοῦ [6.7.60.3] κοινοῦ πιστοῦ, Ἰουδαίου τε καὶ Ἕλληνος, ἡ τελείωσις αὕτη·
 [06754]  καίτοι φασί τινες τὸν σοφὸν ἄνθρωπον πεπεῖσθαι εἶναί τινα ἀκατάληπτα, ὡς καὶ περὶ τούτων ἔχειν τινὰ κατάληψιν, καταλαμβάνοντος, ὅτι [6.8.70.2] ἀκατάληπτα ἔσται τὰ ἀκατάληπτα.
 [06784]  ἀλλ' οὐδὲ ἐκείνων τῶν θρυλουμένων ἀγαθῶν, τουτέστι τῶν παρακειμένων τοῖς πάθεσιν παθητικῶν ἀγαθῶν, μετα λαμβάνει ὁ γνωστικός, οἷον εὐφροσύνης λέγω (ἥτις παράκειται τῇ ἡδονῇ) καὶ κατηφείας (αὕτη γὰρ τῇ λύπῃ παρέζευκται) καὶ εὐλαβείας (ὑπέσταλκεν γὰρ τῷ φόβῳ), ἀλλ' οὐδὲ θυμοῦ (παρὰ τὴν ὀργὴν οὗτος [6.9.75.1] τέτακται), κἂν λέγωσί τινες μηκέτ' εἶναι ταῦτα κακά, ἀλλ' ἤδη ἀγαθά.
 [06941]  [6.12.96.3] Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ' ὃ μὲν μᾶλλον, ὃ δ' ἧττον πρόσεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἳ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἳ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ' αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς [6.12.96.4] τοὐναντίον ἀπετράπησαν.
 [07061]  καὶ ἡ μὲν τελεία κληρονομία τῶν εἰς ἄνδρα τέλειον ἀφικνουμένων κατ' εἰκόνα τοῦ κυρίου, ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον [6.14.114.5] (ἄθεος γὰρ ἥδε ἡ ἐπιφορά) οὐδὲ μὴν ἡ κατ' ἀρετήν, ἡ πρὸς τὸ πρῶτον αἴτιον·
 [07300]  κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ', ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ' ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν.
 [07387]  [6.17.157.5] κατά τε γὰρ τὰ ἔθνη καὶ πόλεις νενέμηνται τῶν ἀγγέλων αἱ προστασίαι, τάχα δὲ καὶ τῶν ἐπὶ μέρους ὧν ἐνίοις ἀποτετάχαταί τινες.
 [07723]  πρῶτον μὲν ὅταν ἐμοί τι θύωσί<ν> τινες, <θύουσιν> αἷμα, κύστιν, ἧπαρ, καρδίαν, ὑμέν' ἐπιπόλαιον·
 [07816]  εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ' οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι' εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν [7.7.40.4] ἀπειληφὼς τοῦ κατὰ ἀγάπην <ἠν>δρωμένου.
 [08052]  οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ' αὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ' οὐδὲ δι' ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ' ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα [7.11.67.7] καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς).
 [08073]  ὡς γὰρ ἐν τοῖς ἔθνεσιν ἔκ τε τοῦ μὴ δύνασθαι τυχεῖν ὧν ἐρᾷ τις καὶ ἐκ τοῦ πρὸς ἀνθρώπων φόβου, εἰσὶ δ' οἳ διὰ τὰς μείζονας ἡδονὰς ἀπέχονται τῶν ἐν τοῖς ποσὶν ἡδέων, οὕτως κἀν τῇ πίστει ἢ δι' ἐπαγγελίαν ἢ διὰ φόβον [7.12.70.1] θεοῦ ἐγκρατεύονταί τινες.
 [08259]  καὶ ταῦτά τινες ἦτε, τοιοῦτοι δηλονότι οἷοι ἔτι [7.14.86.5] τυγχάνουσιν οἷς αὐτοὶ οὐ συγγινώσκετε.
 [08333]  [7.16.93.7] Ἀλλ', ὡς ἔοικεν, τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριὰμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδίου γέννησιν, οὐκ οὖσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι)·
 [08398]  γίνονται γὰρ καὶ μερικαί τινες παιδεῖαι, ἃς κολάσεις ὀνομάζουσιν, εἰς ἃς ἡμῶν οἱ πολλοὶ τῶν ἐν παραπτώματι γενομένων ἐκ [7.16.102.5] τοῦ λαοῦ τοῦ κυριακοῦ κατολισθαίνοντες περιπίπτουσιν.
 [08478]  [7.18.111.3] οὔτ' οὖν τῆς τάξεως οὔτε τῆς φράσεως στοχάζονται οἱ Στρωματεῖς, ὅπου γε ἐπίτηδες καὶ τὴν λέξιν οὐχ Ἕλληνες εἶναι βούλονται καὶ τὴν τῶν δογμάτων ἐγκατασπορὰν λεληθότως καὶ οὐ κατὰ τὴν ἀλήθειαν πεποίηνται, φιλοπόνους καὶ εὑρετικοὺς εἶναι τοὺς <ἀναγιγνώσκοντας> εἴ τινες τύχοιεν παρασκευάζοντες.
 [08606]  φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου.
 [08621]  [8.5.16.2] Αἵρεσίς ἐστι πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δό γμασι πολλοῖς ἀκολουθίαν πρὸς ἄλληλα καὶ τὰ φαινόμενα περιέχουσι πρὸς τὸ εὖ ζῆν συντείνουσα.
 [08714]  [8.9.26.4] Εἰς ὃν λόγον κατηγορημάτων ἤ, ὥς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) <αἴτια> τὰ αἴτια·
 [08790]  καὶ τῶν μὲν φύσει τὰ μὲν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»