Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἴκου [14]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἴκου


000-00-00 Serial Number=0143291593
Excerpta ex Theodoto Ante [Go Back]  
 [00077]  Ἐξέλθετε ἐκ τοῦ οἴκου τοῦ Πατρός μου, τοῖς κλητοῖς λέγει.
000-00-00 Serial Number=0480872929
Paedagogus Ante [Go Back]  
 [01028]  Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν τὴν δικαιοσύνην, οὐκ ἐπὶ τῶν ὀρέων φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο ἐπὶ τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐκ ἐγγιεῖ, καὶ ἄνθρωπον οὐ καταδυναστεύσει, καὶ ἐνεχυρασμὸν ὀφείλοντος [1.10.95.2] ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπάσει, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεόνασμα οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, καὶ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ, ἐν τοῖς προστάγμασί μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά·
 [03037]  ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου, ἐμφανῶς προσκαλουμένη τοὺς παριόντας ὁδόν, τοὺς εὐθύνοντας τὰς ἑαυτῶν τροχιάς, διὰ τοῦ σχήματος αὐτῆς καὶ τοῦ βίου παντὸς δηλονότι λέγουσα·
000-00-00 Serial Number=0892628431
Stromata Ante [Go Back]  
 [01995]  μὴ φοβοῦ, φησίν, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ·
 [02455]  [2.20.119.3] ἣ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ, <ἣ> καὶ τὸν Ἐπίκουρον τέλος εἶναι τοῦ φιλοσόφου ἀνέπεισε θέσθαι τὴν [2.20.119.4] ἡδονήν.
 [02594]  καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν [2.22.135.2] ἄρτον αὐτοῦ πεινῶντι δώσει, <καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει,> καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ [2.22.135.3] δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν·
 [03324]  αὐτίκα φησὶν ἐπισκόπους δεῖν καθίστασθαι τοὺς ἐκ τοῦ ἰδίου οἴκου καὶ τῆς [3.12.79.7] ἐκκλησίας ἁπάσης προΐστασθαι μελετήσαντας.
 [03352]  ἀλλ' ὁ αὐτὸς ἀνὴρ καὶ κύριος παλαιὰ καινίζων οὐ πολυγαμίαν ἔτι συγχωρεῖ (τότε γὰρ ἀπῄτει ὁ καιρός, ὅτε αὐξάνεσθαι καὶ πληθύνειν ἐχρῆν), μονογαμίαν δὲ εἰσάγει διὰ παιδοποιίαν καὶ τὴν τοῦ οἴκου κηδεμονίαν, εἰς [3.12.82.4] ἣν βοηθὸς ἐδόθη ἡ γυνή·
 [03381]  καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον, ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς [3.12.86.2] ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως.
 [03551]  ἐπεὶ καὶ τὸν ἐπίσκοπον τοῦ οἴκου καλῶς προϊστάμενον νομοθετεῖ τῆς ἐκκλησίας ἀφηγεῖσθαι, οἶκον δὲ κυριακὸν [3.18.109.1] μιᾶς γυναικὸς συνίστησι συζυγία.
 [04682]  πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος ἐστι σαρκί, τουτέστιν ἀκάθαρτος σώματί τε καὶ πνεύματι, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενῶν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλ' ἢ οἱ Λευῖται.
 [05382]  μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου, ἐν τῷ ἀσφαλεῖ καὶ ἀμερίμνῳ τὴν ἐκλογὴν ποιούμενος, ἵνα τὰ οἰκεῖα ὧν εἵλετο λαβοῦσα ἀνωτέρα ζήλου γένηται·
 [08085]  καὶ τῷ ὄντι ἀνὴρ οὐκ ἐν τῷ μονήρη ἐπανελέσθαι δείκνυται βίον, ἀλλ' ἐκεῖνος ἄνδρας νικᾷ ὁ γάμῳ καὶ παιδοποιίᾳ καὶ τῇ τοῦ οἴκου προνοίᾳ ἀνηδόνως τε καὶ ἀλυπήτως ἐγγυμνασάμενος, μετὰ τῆς τοῦ οἴκου κηδεμονίας ἀδιάστατος τῆς τοῦ θεοῦ γενόμενος ἀγάπης, καὶ πάσης κατεξανιστάμενος πείρας τῆς διὰ τέκνων καὶ [7.12.70.8] γυναικὸς οἰκετῶν τε καὶ κτημάτων προσφερομένης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»