Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκονομίαν [26]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκονομίαν


000-00-00 Serial Number=0413170755
Excerpta ex Theodoto Ante [Go Back]  
 [00109]  [1.11.4] Καὶ δύναμιν μὲν ἰδίαν ἔχει ἕκαστον τῶν πνευ ματικῶν καὶ ἰδίαν οἰκονομίαν·
000-00-00 Serial Number=0325349212
Fragmenta Ante [Go Back]  
 [00052]  προγεγράφθαι ἔλεγεν τῶν εὐαγγελίων τὰ περιέχοντα τὰς γενεαλογίας, τὸ δὲ κατὰ Μᾶρκον ταύ την ἐσχηκέναι τὴν οἰκονομίαν.
000-00-00 Serial Number=0209358275
Paedagogus Ante [Go Back]  
 [00713]  Σαφέστατα γοῦν διὰ τοῦ Ἀμὼς τοῦ προφήτου τὴν οἰκονομίαν μεμήνυκεν ὁ λόγος τὴν ἑαυτοῦ, κατέστρεψα ὑμᾶς λέγων, καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ' ὣς ἐπεστρέψατε [1.8.70.1] πρός με, λέγει κύριος.
 [00714]  Ὁρᾶτε πῶς ὁ θεὸς τὴν μετάνοιαν ὑπὸ φιλαγαθίας ζητεῖ ἐνδείκνυταί τε παρὰ τὴν οἰκονομίαν τῆς ἀπειλῆς ἡσυχῇ τὸ φιλάνθρωπον τὸ ἑαυτοῦ.
 [00958]  Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρωπότητα οἰκονομίαν, ἀγαθὴν οὖσαν καὶ σωτήριον, ἀναγκαίως ὑπὸ τοῦ λόγου παραλαμβανομένην ἐπεδείξαμεν πρός τε μετάνοιαν καὶ πρὸς τῶν ἁμαρτιῶν τὴν κώλυσιν εὔθετον γενομένην, ἑξῆς ἂν εἴη σκοπεῖν τὸ ἤπιον τοῦ λόγου·
 [02222]  ἐξίτηλος μὲν γὰρ ἡ γραφὴ τῷ χρόνῳ γίνεται, αἱ δὲ ῥύψεις καὶ αἱ στύψεις τοῖς φαρμακώδεσι τῆς βαφῆς χυμοῖς ἐκτήκουσαι τὰ ἔρια τῶν ἀμπεχονῶν τὰς ὑφάνσεις ἀσθενεῖς ἀποτελοῦσι, τὸ δὲ οὐδ' εἰς [2.10βις.111.2] οἰκονομίαν εὔθετον.
 [02674]  [3.4.27.1] ∆ιαμαρτυρόμενος γοῦν ὁ λόγος διὰ τοῦ προφήτου Σαμουὴλ πρὸς τοὺς παραβεβηκότας τῶν Ἰουδαίων αἰτοῦντι τῷ λαῷ βασιλέα οὐ τὸν φιλάνθρωπον ὑπισχνεῖται κύριον, ἀλλά τινα αὐτοῖς αὐθάδη τύραννον ἀπειλεῖ τρυφητικόν, ὃς λήψεται, φησί, τὰς θυγατέρας ὑμῶν εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας, νόμῳ πολέμου κρατήσας, οὐκ εἰρηνικὴν οἰκονομίαν [3.4.27.2] ζηλώσας.
 [03329]  τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι' ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς [3.12.99.2] μανθάνει.
000-00-00 Serial Number=0133197784
Protrepticus Ante [Go Back]  
 [00699]  οἱ κατὰ τὸν Ἰωάννην οὐκ ὄντες ἐκ τῶν κάτω, παρὰ δὲ τοῦ ἄνωθεν ἐλθόντος τὸ πᾶν μεμαθηκότες, οἱ τὴν οἰκονομίαν τοῦ θεοῦ κατανενοηκότες, οἱ ἐν καινότητι ζωῆς περιπατεῖν μεμελετηκότες.
000-00-00 Serial Number=0321579158
Stromata Ante [Go Back]  
 [00467]  ἡ γὰρ ἀκόλουθος Χριστῷ διδασκαλία καὶ τὸν δημιουργὸν ἐκθειάζει καὶ τὴν πρόνοιαν μέχρι τῶν κατὰ μέρος ἄγει καὶ τρεπτὴν καὶ γενητὴν οἶδεν τὴν τῶν στοιχείων φύσιν καὶ πολιτεύεσθαι εἰς δύναμιν ἐξομοιωτικὴν τῷ θεῷ διδάσκει καὶ τὴν οἰκονομίαν ὡς ἡγεμονικὸν τῆς ἁπάσης προσίεσθαι παιδείας.
 [04234]  μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους ὑπόδειγμα τοῖς μανθάνουσιν [4.15.98.1] ἄχραντον ἐκκεῖσθαι προσήκει.
 [04843]  προνοίας τοίνυν οὔσης, μὴ κατὰ πρόνοιαν γεγονέναι πᾶσαν τήν τε προφητείαν καὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν ἡγεῖσθαι ἀνόσιον, καὶ ἴσως οὐδὲ χρὴ τὰ τοιαῦτα πειρᾶσθαι ἀποδεικνύναι, φανερᾶς οὔσης τῆς θείας προνοίας ἔκ τε τῆς ὄψεως τῶν ὁρωμένων πάντων, τεχνικῶν καὶ σοφῶν ποιημάτων, [5.1.6.3] καὶ τῶν μὲν τάξει γινομένων, τῶν δὲ τάξει φανερουμένων·
 [05169]  [5.6.39.2] φασὶ δὲ καὶ τὸ ἔνδυμα, τὸν ποδήρη, τὴν κατὰ σάρκα προφητεύειν [5.6.39.3] οἰκονομίαν, δι' ἣν προσεχέστερον εἰς κόσμον ὤφθη.
 [05351]  καὶ πάλιν κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι φησὶν εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ [5.10.61.1] μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.
 [05823]  οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφ' ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας [5.14.108.3] ὧδέ φησιν·
 [06066]  οὔτε γὰρ ὅ ἐστιν οὔθ' ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.
 [06577]  γέγονεν ἄρα τις καθολικὴ κίνησις καὶ μετάθεσις κατὰ τὴν οἰκονομίαν τοῦ [6.6.47.2] σωτῆρος.
 [06983]  καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ [6.12.102.2] οἰκονομίαν συνιέναι, ἵνα δή, καθαρὸς τὴν καρδίαν γενόμενος, δι' ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ πρόσωπον πρὸς πρόσωπον τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς ἀγαθὸν [6.12.102.3] νηστεία μετὰ προσευχῆς·
 [07137]  ψεῦσται τοίνυν τῷ ὄντι οὐχ οἱ συμπεριφερόμενοι δι' οἰκονομίαν σωτηρίας οὐδ' οἱ περί τινα τῶν ἐν μέρει σφαλλόμενοι, ἀλλ' οἱ εἰς τὰ κυριώτατα παραπίπτοντες καὶ ἀθετοῦντες μὲν τὸν κύριον τὸ ὅσον ἐπ' αὐτοῖς, ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν, οἱ μὴ κατ' ἀξίαν τοῦ θεοῦ καὶ τοῦ κυρίου τὰς γραφὰς [6.15.124.4] λαλοῦντές τε καὶ παραδιδόντες·
 [07318]  τὰ δὲ στοιχεῖα καὶ τὰ ἄστρα, τουτέστιν αἱ δυνάμεις αἱ διοικητικαί, προσετάγησαν ἐκτελεῖν τὰ εἰς οἰκονομίαν ἐπιτήδεια, καὶ αὐτά τε πείθεται ἄγεταί τε πρὸς τῶν ἐπιτεταγμένων αὐτοῖς, ᾗ ἂν ἡγῆται τὸ ῥῆμα κυρίου, ἐπείπερ ἡ θεία δύναμις ἐπικεκρυμμένως πάντα ἐνεργεῖν πέφυκεν.
 [07494]  ταύτας ἄμφω τὰς διακονίας ἄγγελοί τε ὑπηρετοῦνται τῷ θεῷ κατὰ τὴν τῶν περιγείων οἰκονομίαν καὶ αὐτὸς ὁ γνωστικός, θεῷ μὲν διακονούμενος, ἀνθρώποις δὲ τὴν βελτιωτικὴν ἐνδεικνύμενος θεωρίαν, ὅπως ἂν καὶ παιδεύειν ᾖ τεταγμένος εἰς τὴν τῶν ἀνθρώπων ἐπανόρθωσιν.
 [07510]  τούτῳ πᾶσα ὑποτέτακται στρατιὰ ἀγγέλων τε καὶ θεῶν, τῷ λόγῳ τῷ πατρικῷ τὴν ἁγίαν οἰκονομίαν ἀναδεδεγμένῳ διὰ τὸν ὑποτάξαντα, δι' ὃν καὶ πάντες αὐτοῦ οἱ ἄνθρωποι, ἀλλ' οἳ μὲν κατ' ἐπίγνωσιν, οἳ δὲ οὐδέπω, καὶ οἳ μὲν ὡς φίλοι, οἳ δὲ ὡς οἰκέται πιστοί, οἳ δὲ ὡς ἁπλῶς οἰκέται.
 [07932]  [7.9.52.1] Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι' [7.9.52.2] ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ἐμμεσιτεύει.
 [07941]  οὗτος ἑαυτὸν ἐπιδίδωσιν ὑπὲρ τῆς ἐκκλησίας, ὑπὲρ τῶν γνωρίμων οὓς αὐτὸς ἐγέννησεν ἐν πίστει, εἰς ὑπόδειγμα τοῖς διαδέξασθαι τὴν ἄκραν οἰκονομίαν τοῦ φιλανθρώπου καὶ φιλοθέου παιδευτοῦ δυναμένοις, εἰς παράστασιν τῆς ἀληθείας τῶν λόγων, εἰς ἐνέργειαν τῆς [7.9.53.6] ἀγάπης τῆς πρὸς τὸν κύριον.
 [08194]  τὸ δὲ ὅσιον τὰ πρὸς τὸν θεὸν δίκαια κατὰ τὴν πᾶσαν οἰκονομίαν μηνύει, ἃ δὴ [7.12.80.8] ἐπιστάμενος γνωστικὸς ἦν.
 [08223]  [7.13.83.1] Ἐπ' οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων <οὐδὲν> οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους, ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον [7.13.83.2] γενήσεσθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»