Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νήπιοι [18]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νήπιοι


000-00-00 Serial Number=0199805975
Paedagogus Ante [Go Back]  
 [00053]  [1.2.6.5] Ἡμεῖς δὲ ἅμα νοήματι νήπιοι γεγόναμεν, τὴν ἀρίστην καὶ βεβαιοτάτην τάξιν παρὰ τῆς αὐτοῦ εὐταξίας μεταλαμβάνοντες, ἣ πρῶτον μὲν ἀμφὶ τὸν κόσμον καὶ τὸν οὐρανὸν τάς τε ἡλιακὰς περιδινήσεις κύκλους τε καὶ τῶν λοιπῶν ἄστρων τὰς φορὰς ἀσχολεῖται διὰ τὸν ἄνθρωπον, ἔπειτα δὲ περὶ τὸν ἄνθρωπον [1.2.6.6] αὐτόν, περὶ ὃν ἡ πᾶσα σπουδὴ καταγίνεται·
 [00138]  Οὐκ ἄρ' ἔτι κυλιόμεθα οἱ νήπιοι χαμαὶ οὐδὲ ἕρπομεν ὡς τὸ πρόσθεν ἐπὶ γῆς ὄφεων δίκην, ὅλῳ τῷ σώματι περὶ τὰς ἀνοήτους ἐπιθυμίας ἰλυσπώμενοι, ἀνατεινόμενοι δὲ ἄνω τῇ ἐννοίᾳ, κόσμῳ καὶ ἁμαρτίαις ἀποτεταγμένοι, ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς, ὅσον ἐν κόσμῳ εἶναι δοκεῖν, σοφίαν μεταδιώκομεν ἁγίαν·
 [00140]  Παῖδες οὖν εἰκότως οἱ θεὸν μόνον πατέρα ἀφελεῖς καὶ νήπιοι καὶ ἀκέραιοι, οἱ κεράτων μονοκερώτων ἐρασταί.
 [00152]  Σαφέστατα δὲ Ἐφεσίοις γράφων ἀπεκάλυψεν τὸ ζητούμενον ὧδέ πως λέγων μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν [1.5.18.4] εἰς αὐτὸν τὰ πάντα·
 [00154]  Ἡμεῖς δὲ οἱ νήπιοι τοὺς παραφυσῶντας εἰς φυσίωσιν φυλαξάμενοι τῶν αἱρέσεων ἀνέμους καὶ μὴ καταπιστεύοντες τοῖς ἄλλους ἡμῖν νομοθετοῦσι πατέρας.
 [00207]  Τί οὖν τὸ παιδίον τὸ νήπιον, οὗ κατ' εἰκόνα ἡμεῖς οἱ νήπιοι;
 [00220]  οὐ γὰρ παῖδες ἡμεῖς καὶ νήπιοι πρὸς τὸ παιδαριῶδες καὶ εὐκαταφρόνητον τῆς μαθήσεως προσηγορεύμεθα, καθὼς οἱ εἰς γνῶσιν πεφυσιωμένοι διαβεβλήκασιν·
 [00327]  Νήπιοι ἄρα εἰκότως οἱ παῖδες τοῦ θεοῦ οἱ τὸν μὲν παλαιὸν ἀποθέμενοι ἄνθρωπον καὶ τῆς κακίας ἐκδυσάμενοι τὸν χιτῶνα, ἐπενδυσά μενοι δὲ τὴν ἀφθαρσίαν τοῦ Χριστοῦ, ἵνα καινοὶ γενόμενοι, λαὸς ἅγιος, ἀναγεννηθέντες ἀμίαντον φυλάξωμεν τὸν ἄνθρωπον καὶ νήπιοι ὦμεν ὡς βρέφος τοῦ θεοῦ κεκαθαρμένον πορνείας καὶ πονηρίας.
 [00337]  Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι·
 [00370]  Πίνειν μὲν γὰρ οἱ [1.6.36.5] τέλειοι λέγονται, θηλάζειν δὲ οἱ νήπιοι.
 [00433]  Ἡ τροφὴ τὸ γάλα τοῦ πατρός, ᾧ μόνῳ τιτθευόμεθα οἱ νήπιοι.
 [00524]  ἁπλοῖ γὰρ οἱ νήπιοι [1.7.53.3] ὡς πρόβατα ἀλληγορούμενοι·
 [00588]  Ἡμεῖς δὲ τὰς ἄλλων ἁμαρτίας ὡς νήπιοι δι' ἀκοῆς παραδεξάμενοι φόβῳ τῆς ἀπειλῆς τοῦ μὴ τὰ ὅμοια παθεῖν ἀποσχώμεθα τῶν ἴσων πλημμελημάτων.
 [03329]  τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι' ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς [3.12.99.2] μανθάνει.
000-00-00 Serial Number=0934010446
Stromata Ante [Go Back]  
 [00470]  ἐπεὶ ὅτε ἦμεν νήπιοι, φησὶν ὁ αὐτὸς ἀπόστολος, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
 [00472]  νήπιοι οὖν καὶ οἱ φιλόσοφοι, ἐὰν μὴ ὑπὸ τοῦ Χριστοῦ ἀπανδρωθῶσιν.
 [01281]  ἔτι δὲ Αἰγύπτιοι ἀκοῇ μὴ παραδεχόμενοι τὰ τῆς δυνάμεως ἀποτελέσματα, δι' ἀφροσύνην οἱ νήπιοι ἀπιστοῦντες, τότε ὡς εἴρηται, ῥεχθὲν δέ τε οἱ νήπιοι ἔγνωσαν ὕστερόν τε ἐξιόντες οἱ Ἑβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπῄεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί φασιν (οὐδὲ γὰρ ἀλλοτρίων αὐτοὺς [1.23.157.3] ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός), ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς Ἑβραίους [1.23.157.4] τῇ καταδουλώσει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»