Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μετανοίας [16]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μετανοίας


000-00-00 Serial Number=0586921692
Paedagogus Ante [Go Back]  
 [00785]  Ἐμφαίνει γὰρ ἄμφω, καὶ τὸ θεῖον προειδὼς τὸ ἐσόμενον, καὶ τὸ φιλάνθρωπον τὸ αὑτοῦ τῷ αὐτεξουσίῳ τῆς [1.9.76.4] ψυχῆς ἀφορμὰς μετανοίας χαριζόμενος.
 [01723]  ἀμέλει καὶ τῷ κόσμῳ τοῦ σώματος, ταῖς θριξὶ ταῖς ἑαυτῆς, ἀπεψᾶτο τὸ περιττὸν τοῦ μύρου, [2.8.61.3] ἐπισπένδουσα τῷ κυρίῳ μετανοίας δάκρυα.
000-00-00 Serial Number=0636188686
Quis dives salvetur Ante [Go Back]  
 [00119]  δύναταί τις ἀποφορτισάμενος τὴν κτῆσιν οὐδὲν ἧττον ἔτι τὴν ἐπιθυμίαν καὶ τὴν ὄρεξιν τῶν χρημάτων ἔχειν ἐντετηκυῖαν καὶ συζῶ σαν καὶ τὴν μὲν χρῆσιν ἀποβεβληκέναι, ἀπορῶν δὲ ἅμα καὶ ποθῶν ἅπερ ἐσπάθησε διπλῇ λυπεῖσθαι, καὶ τῇ τῆς ὑπηρεσίας ἀπουσίᾳ καὶ [12.5] τῇ τῆς μετανοίας συνουσίᾳ.
 [00461]  ἔστιν μὲν οὖν ἀδύνατον ἴσως ἀθρόως ἀποκόψαι πάθη σύντροφα, ἀλλὰ μετὰ θεοῦ δυνάμεως καὶ ἀνθρωπείας ἱκεσίας καὶ ἀδελφῶν βοηθείας καὶ εἰλικρινοῦς μετανοίας καὶ συνεχοῦς μελέτης κατορθοῦται.
 [00511]  ὃ δὲ ἐγγυώμενος, ἐπομνύμενος ὡς ἄφεσιν αὐτῷ παρὰ τοῦ σωτῆρος εὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην καταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψιλέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατεπᾴδων αὐτοῦ τὴν γνώμην, οὐ πρότερον ἀπῆλθεν, ὥς φασι, πρὶν αὐτὸν ἐπιστῆσαι τῇ ἐκκλησίᾳ, διδοὺς μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπομένης.
 [00516]  ὁ γὰρ ἐνταῦθα τὸν ἄγγελον τῆς μετανοίας προσιέμενος οὐ μετανοήσει τότε, ἡνίκα ἂν καταλίπῃ τὸ σῶμα, οὐδὲ καταισχυνθήσεται, τὸν σωτῆρα προσιόντα μετὰ τῆς αὑτοῦ δόξης καὶ στρατιᾶς ἰδών·
000-00-00 Serial Number=0843062997
Stromata Ante [Go Back]  
 [00741]  λέγει δὲ καὶ ὁ ποιμήν, ὁ ἄγγελος τῆς μετανοίας τῷ Ἑρμᾷ περὶ τοῦ ψευδοπροφήτου·
 [01451]  οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ' ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ' ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν ἔν τε τοῖς περὶ πίστεως περί τε σοφίας γνώσεώς τε καὶ ἐπιστήμης ἐλπίδος τε καὶ ἀγάπης περί τε μετανοίας καὶ ἐγκρατείας [2.1.1.2] καὶ δὴ καὶ φόβου θεοῦ (σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν)·
 [01970]  ἄφεσις τοίνυν ἁμαρτιῶν μετανοίας διαφέρει, ἄμφω δὲ δείκνυσι τὰ ἐφ' ἡμῖν.
 [01987]  δόκησις τοίνυν μετανοίας, οὐ μετάνοια, τὸ πολλάκις αἰτεῖσθαι συγγνώμην ἐφ' οἷς πλημμελοῦμεν πολλάκις·
 [02421]  ἤτοι γὰρ οὐκ ἔστιν ἀξία (καὶ πῶς ὥσπερ ἐκ μετανοίας ἡ πρόνοια πρόσεισιν αὐτῇ;) ἢ φύσις σῳζομένη, ὡς αὐτὸς βούλεται, τυγχάνει καὶ ἀνάγκη ταύτην ἐξ ἀρχῆς διὰ συγγένειαν προνοουμένην μηδεμίαν παρείσδυσιν τοῖς ἀκαθάρτοις παρέχειν πνεύμασιν, [2.20.115.2] ἐκτὸς εἰ μὴ βιασθείη καὶ ἀσθενὴς ἐλεγχθείη.
 [03435]  [3.13.93.2] ὅταν οὖν μήτε τις θυμῷ μήτ' ἐπιθυμίᾳ χαρισάμενος, ἃ δὴ καὶ ἐξ ἔθους καὶ τροφῆς κακῆς αὐξήσαντα ἐπισκιάζει καὶ ἐγκαλύπτει τὸν λογισμόν, ἀλλ' ἀποδυσάμενος τὴν ἐκ τούτων ἀχλὺν ἐκ μετανοίας καταισχυνθεὶς πνεῦμα καὶ ψυχὴν ἑνώσῃ κατὰ τὴν τοῦ λόγου ὑπακοήν, τότε, ὡς καὶ ὁ Παῦλός φησιν, οὐκ ἔνι ἐν ὑμῖν οὐκ ἄρρεν, οὐ θῆλυ.
 [03715]  [4.6.27.3] ὁ τοίνυν ἐπιγινώσκων κατὰ τὸν τῆς μετανοίας λόγον ἁμαρτωλὸν τὴν ψυχὴν ἀπολέσει αὐτὴν τῆς ἁμαρτίας ἧς ἀπέσπασται, ἀπολέσας δὲ εὑρήσει κατὰ τὴν ὑπακοὴν τὴν ἀναζήσασαν μὲν τῇ πίστει, ἀποθανοῦσαν δὲ τῇ ἁμαρτίᾳ.
 [07019]  διὰ πολλῆς τοίνυν τῆς παιδείας ἀπεκδυσάμενος τὰ πάθη ὁ πιστὸς ἡμῖν μέτεισιν ἐπὶ τὴν βελτίονα τῆς προτέρας μονῆς, μεγίστην κόλασιν ἐπιφερόμενος τὸ ἰδίωμα τῆς μετανοίας ὧν [6.14.109.4] ἐξήμαρτεν μετὰ τὸ βάπτισμα.
 [08244]  [7.14.85.1] Καλὸν οὖν καὶ φρένας καλὰς ἐκ μετανοίας αὐτοὺς τῆς εἰς τὴν πίστιν μεταλαβεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»