Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μεταλαμβάνειν [16]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μεταλαμβάνειν


000-00-00 Serial Number=0796660423
Paedagogus Ante [Go Back]  
 [00664]  [1.8.65.2] Ἡ νουθέτησις οὖν οἱονεὶ δίαιτά ἐστι νοσούσης ψυχῆς, ὧν χρὴ μεταλαμβάνειν συμβουλευτικὴ καὶ ὧν οὐ χρὴ ἀπαγορευτική·
 [01180]  Ἀλλὰ οὐκ εὔλογον τραπέζης δαιμονίων μεταλαμβάνειν τοὺς θείας μετέχειν καὶ πνευματικῆς κατηξιωμένους τροφῆς.
 [01235]  Καὶ γὰρ εἰ πάντων μεταλαμβάνειν ἔξεστί μοι, ἀλλ' οὐ πάντα συμφέρει·
 [01325]  [2.2.22.3] Τοῖς δὲ ἤδη παρηβηκόσιν ἱλαρώτερον ἐπιτρεπτέον μεταλαμβάνειν τοῦ ποτοῦ, τὸ καταψυχόμενον τῆς ἡλικίας, οἷον μαραινόμενον ὑπὸ χρόνου, ἀναζωπυροῦντας ἀβλαβῶς τῷ τῆς ἀμπέλου φαρμάκῳ·
 [01946]  καὶ τῷ μὲν φιλολογητέον, τῷ δὲ τῆς αὑτοῦ τέχνης ἀπαρκτέον, γυναιξὶ δὲ ταλασίας ἐφαπτέον, πᾶσι δὲ ὡς ἔπος εἰπεῖν διαμαχητέον ἡμῖν πρὸς τὸν ὕπνον ἠρέμα ἐκ προσαγωγῆς ἐθίζουσιν, ὡς πλείονα χρόνον τοῦ ζῆν διὰ τὴν ἐγρήγορσιν μεταλαμβάνειν ὁ γὰρ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισυν ἡμῖν τοῦ βίου συνδιαιρεῖται χρόνον , πολλοῦ γε δεῖ μεθ' ἡμέραν ἐπιτρέπειν καθεύδειν τοῖς καὶ τῆς νυκτὸς τὸ πλεῖστον εἰς ἐγρήγορσιν ἀποτεμνομένοις.
 [01962]  Οὐ βούλεται τῆς ποιότητος αὐτῶν μεταλαμβάνειν τὸν ἄνθρωπον οὐδὲ μὴν τῆς ἴσης ἀσελγείας [2.10.83.5] ἀπογεύσασθαι·
 [02789]  Χρὴ δὲ τὸν ἀναβαίνειν βιαζόμενον εἰς τοὺς οὐρανοὺς καλὴν βακτηρίαν τὴν εὐεργεσίαν περιφέρειν καὶ τοῖς θλιβομένοις μεταδεδωκότα τῆς ἀληθοῦς ἀναπαύσεως μεταλαμβάνειν·
 [03074]  Ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην [3.11.75.4] κακόχαρτον ἡδονὴν χαίρουσιν.
000-00-00 Serial Number=0826308429
Protrepticus Ante [Go Back]  
 [01059]  Ἢ τίς οὐρανοῦ πολίτης εἶναι δυνάμενος ἔρεβος διώκει, ἐξὸν παράδεισον γεωργεῖν καὶ οὐρανὸν περιπολεῖν καὶ τῆς ζωτικῆς καὶ ἀκηράτου μεταλαμβάνειν πηγῆς, κατ' ἴχνος ἐκείνης τῆς φωτεινῆς ἀεροβατοῦντα νεφέλης, ὥσπερ [10.92.4] ὁ Ἠλίας, θεωροῦντα τὸν ὑετὸν σωτήριον;
000-00-00 Serial Number=0814695954
Stromata Ante [Go Back]  
 [02361]  [2.20.105.1] Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον·
 [02365]  τῶν τε ἰχθύων ὁμοίως ἀπηγόρευσε μεταλαμβάνειν, στέλλων ἡμῶν τὰς ἐπιθυμίας ἐκείνων οἷς μήτε πτερύγια μήτε λεπίδες εἰσίν·
 [07339]  μεταλαμβάνειν οὖν τῶν γνωστικῶν θεωρημάτων οὐχ οἷόν τε, ἐὰν μὴ τῶν προτέρων διανοημάτων κενώσωμεν ἑαυτούς.
 [07354]  [6.17.152.2] οὐ τοίνυν ὑπισχνεῖται βούλεσθαι μεταλαμβάνειν, ἀλλὰ ἄρχεται·
 [07748]  ἐξῆν δὲ καὶ ἄλλως ἄνευ τῆς τοιαύτης [7.6.32.7] εἰδωλολατρείας μεταλαμβάνειν κρεῶν τὸν βουλόμενον.
 [08503]  πᾶν οὖν τὸ προβληθὲν ὄνομα μεταλαμβάνειν χρὴ εἰς λόγον ὁμολογούμενόν τε καὶ σαφῆ τοῖς κοινωνοῦσι τῆς σκέψεως, ἀρχὴν μὲν τῆς διδασκαλίας ἐσόμενον, ἐξηγησόμενον δὲ τὴν τῶν ζητουμένων [8.2.4.3] εὕρεσιν.
 [08541]  [8.3.8.4] Περὶ παντὸς τοῦ ζητουμένου καθ' ἕκαστον πρόβλημα διαφόρων μὲν δεῖ τῶν λημμάτων, οἰκείων δὲ τῷ προβληθέντι, καὶ <τὸ> προβληθὲν αὐτὸ εἰς λόγον μεταλαμβάνειν ἀναγκαῖον, τόν τε λόγον [8.3.8.5] τοῦτον ὁμολογούμενον ἅπασιν εἶναι προσήκει·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»