Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μετ [90]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μετ


000-00-00 Serial Number=0821233213
Paedagogus Ante [Go Back]  
 [00104]  Τοῦτό τοι καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ' ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον [1.5.13.3] οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου.
 [00547]  κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος.
 [00564]  Ὑπελείφθη δέ, φησίν, Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν μετ' αὐτοῦ ἄνθρωπος, ὁ παιδαγωγός, [1.7.57.1] μέχρι πρωί.
 [00734]  Ὅτι δὲ ὁ αὐτὸς μόνος ὢν θεὸς καὶ δίκαιός ἐστιν ἐν τῷ αὐτῷ μαρτυρήσει κύριος εὐαγγελίῳ λέγων πάτερ, οὓς ἔδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
 [00740]  Ἐπὶ τούτου καὶ ἡ σοφία διαρρήδην λέγει ἔλεος γὰρ καὶ ὀργὴ μετ' αὐτοῦ·
 [00757]  οὐ γάρ ἐστι διαστολή, καὶ προσέτι μαρτυρῶν τῇ ἀληθείᾳ μετ' ὀλίγα ἐπιφέρει ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τοῦ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως [1.8.73.3] Ἰησοῦν.
 [01023]  υἱέ, μὴ πλανήσωσί σε ἁμαρτωλοί, μηδὲ πορευθῇς μετ' αὐτῶν ὁδούς, μηδὲ πορευθῇς, ἐὰν παρακαλέσωσίν σε λέγοντες·
 [01045]  ἐπιστήμῃ μὲν ὅτι σοφία ἐστὶ πατρική, πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα·
 [01064]  λόγος ἐστὶν αὐταῖς ἡ τροφή, ὁ τὴν ἐνδεικτικὴν καὶ παιδευτικὴν ἡγεμονίαν κεκληρωμένος λόγος, παρ' οὗ τὸ εὐτελές τε καὶ ἄτυφον καὶ τὸ ὅλον φιλελεύθερον καὶ φιλάνθρωπον φιλόκαλόν τε ἐκμανθάνομεν, ἑνὶ λόγῳ μετ' [1.12.99.2] οἰκειότητος ἀρετῆς ἐξομοιούμενοι τῷ θεῷ.
 [01126]  Οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ' ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφιλῶν, ἃ ὁ θεὸς καταργήσει, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις.
 [01193]  μεταληπτέον δὲ τῶν παρατιθεμένων, ὡς πρέπον χριστιανῷ, τιμῶντας μὲν τὸν κεκληκότα κατὰ τὴν ἀβλαβῆ καὶ ἀπροσκορῆ τῆς συνουσίας κοινωνίαν, ἀδιάφορον δὲ ἡγουμένους τῶν εἰσκομιζομένων τὴν πολυτέλειαν, καταφρονοῦντας τῶν ὄψων [2.1.10.3] ὡς μετ' ὀλίγον οὐκ ὄντων.
 [01645]  Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμμετακλιθῇς ἐπ' ἀγκῶνα μετ' αὐτῆς.
 [01646]  Τοῦτ' ἔστι μὴ συνδείπνει πυκνότερον, μηδὲ ἔσθιε μετ' αὐτῆς.
 [01648]  Μηδὲ συμβολὰς ποίει μετ' αὐτῆς ἐν οἴνῳ, μή ποτε ἐκκλίνῃ ἡ καρδία σου ἐπ' αὐτήν, καὶ τῷ αἵματί σου ὀλισθήσῃ εἰς ἀπώλειαν·
 [01726]  μύρῳ γὰρ εὐώδει ἀλειφόμενοι οἱ πόδες θεϊκὴν αἰνίττονται διδασκαλίαν ἐπὶ τὰ πέρατα τῆς γῆς μετ' εὐκλείας ὁδεύουσαν·
 [01737]  ∆ιδάξει δὲ ἡμᾶς αὐτὸς ὁ κύριος, ὅτι δεδολωμένος ὁ Ἰούδας ἐστίν, ὃς ἂν ἐμβάψηται μετ' ἐμοῦ λέγων εἰς τὸ τρύβλιον, οὗτός με παραδώσει.
 [02036]  Οὐ γάρ πω εὔλογον τῷ ἀποκαθάρματι τοῦ σώματος τὸ γονιμώτατον τοῦ σπέρματος καὶ μετ' ὀλίγον ἄνθρωπον ὂν μολύνειν οὐδὲ μὴν ἀποκλύζειν τῷ ῥυπαρῷ τῆς ὕλης ῥεύματι καὶ ἀποκαθάρματι σπέρμα δὲ γενέσεως εὐφυοῦς τῶν τῆς μήτρας ἀποστερούμενον αὐλάκων.
 [02214]  τὴν μὲν αὐταῖν ἀφελῶς ἱσταμένην ἐποίησε καὶ λευχείμονα καὶ καθάριον, τὴν ἀρετήν, αἰδοῖ μόνῃ κεκοσμημένην τοιαύτην εἶναι χρὴ τὴν πίστιν, ἐνάρετον μετ' αἰδοῦς , θατέραν δὲ τοὐναντίον εἰσάγει, τὴν κακίαν, περιττῇ μὲν ἐσθῆτι ἠμφιεσμένην, ἀλλοτρίῳ δὲ χρώματι γεγανωμένην·
 [02676]  ἔριθοι δὲ καὶ ταλασίαι καὶ ἱστοπονίαι καὶ ἡ γυναικωνῖτις ἐργάνη καὶ ἡ οἰκουρία οὐδαμοῦ, ἀλλ' οἱ ψευδοποιοῦντες τὰς γυναῖκας διημερεύουσι μετ' αὐτῶν μύθους ἐρωτικοὺς ἀδολεσχοῦντες καὶ τὸ σῶμα καὶ τὰς ψυχὰς αὐτῶν διακναίοντες ψευδεργίᾳ καὶ ψευδολογίᾳ.
 [02713]  καὶ γὰρ ἐκπλήττουσαι τούτῳ τοὺς ἀπειροκάλους θαυμάζειν σφᾶς τεχνῶνται τοὺς ἐραστάς, οἳ μετ' ὀλίγον αὐταῖς ἐνυβρίζουσι γυμναῖς.
 [02725]  [3.5.33.2] Χρὴ τοίνυν τοὺς ἄνδρας γενναῖον ἀληθείας ὑπόδειγμα ταῖς γυναιξὶ γινομένους αἰσχύνεσθαι τὰς μετ' αὐτῶν ἀποδύσεις καὶ φυλάττεσθαι τὰς ὄψεις τὰς ὀλισθηράς·
 [02899]  κοσμιωδεστέρα γὰρ καὶ ἀνδρωδεστέρα μετ' εὐσχήμονος ῥώμης ἡ τοιαύτη διαπόνησις ὑγείας ἕνεκεν εὐχρήστου καὶ ὀνησιφόρου παραλαμβανομένη, οἱ δὲ ἄλλοι πόνοι γυμναστικῆς οὐκ ἐλευθέρων στάσεων μελέτην [3.10.51.2] καταγγέλλοντες.
 [02986]  Ἔπειτα καὶ τὸ σωματικὸν κάλλος ἠσκήσθω, συμμετρία μελῶν καὶ μερῶν μετ' εὐχροίας.
 [03290]  Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, ἐκ ψυχῆς μετ' εὐνοίας δουλεύοντες.
000-00-00 Serial Number=0308681369
Protrepticus Ante [Go Back]  
 [00089]  Ἐπειδὴ δὲ καὶ κίονος καὶ βάτου ἡ σὰρξ τιμιωτέρα, προφῆται μετ' ἐκεῖνα φθέγγονται, αὐτὸς ἐν Ἡσαΐᾳ ὁ κύριος λαλῶν, [1.8.4] αὐτὸς ἐν Ἠλίᾳ, ἐν στόματι προφητῶν αὐτός·
 [00342]  [2.33.3] Εἰς ὅσον διελήλακεν ἀσελγείας ὁ Ζεὺς ἐκεῖνος ὁ μετ' Ἀλκμήνης τοσαύτας ἡδυπαθήσας νύκτας;
 [01367]  εἰ βούλει, καὶ σὺ μυοῦ, καὶ χορεύσεις μετ' ἀγγέλων ἀμφὶ τὸν ἀγέννητον καὶ ἀνώ λεθρον καὶ μόνον ὄντως θεόν, συνυμνοῦντος ἡμῖν τοῦ θεοῦ λόγου.
000-00-00 Serial Number=0136803210
Quis dives salvetur Ante [Go Back]  
 [00026]  ἐλπίς, γνῶσις ἀληθείας, ·····, πραότης, εὐσπλαγχνία, σεμ νότης, ἵν', ὅταν ἡ ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ' ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.
 [00077]  [8.1] Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέγεθος τοῦ σωτῆρος μετ' ἐκεῖνον καὶ τὴν καινότητα τῆς χάριτος μαθεῖν, ὅτι δὴ κατὰ τὸν ἀπόστολον ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ·
 [00393]  ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ, ὃ δὲ παραμυθήσασθαι κάμνοντα, ὃ δὲ δακρῦσαι καὶ στενάξαι συμπα θῶς ὑπὲρ σοῦ πρὸς τὸν κύριον τῶν ὅλων, ὃ δὲ διδάξαι τι τῶν πρὸς τὴν σωτηρίαν χρησίμων, ὃ δὲ νουθετῆσαι μετὰ παρρησίας, ὃ δὲ συμ βουλεῦσαι μετ' εὐνοίας, πάντες δὲ φιλεῖν ἀληθῶς, ἀδόλως, ἀφόβως, [35.2] ἀνυποκρίτως, ἀκολακεύτως, ἀπλάστως.
 [00431]  παντὶ γὰρ τῷ μετ' ἀληθείας ἐξ ὅλης τῆς καρδίας ἐπιστρέψαντι πρὸς τὸν θεὸν ἀνεῴγασιν αἱ θύραι καὶ δέχεται τρισάσμενος πατὴρ υἱὸν ἀληθῶς μετανοοῦντα·
000-00-00 Serial Number=0218538761
Stromata Ante [Go Back]  
 [00023]  αὖθις ἐπανελθὼν τιθέναι λόγον μετ' αὐτῶν.
 [00159]  πιστὸς γὰρ εὖ μάλα ὁ μετ' ἐμπειρίας ἔλεγχος, ὅτι καὶ τελειοτάτη ἀπόδειξις εὑρίσκεται ἡ γνῶσις τῶν κατεγνωσμένων.
 [00211]  εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς [1.4.27.2] τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
 [00373]  ἄμπελος δὲ ὁ κύριος ἀλληγορεῖται, παρ' οὗ μετ' ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον.
 [00477]  παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, καὶ αἱ πληγαὶ καὶ οἱ ἔλεγχοι διδόασι παιδείαν σοφίας, οἱ μετ' ἀγάπης δηλονότι ἔλεγχοι·
 [00565]  τοῦτον διαδέχεται Κλεάνθης, ὃν Χρύσιππος καὶ οἱ μετ' αὐτόν.
 [01170]  ἐλέφαντος γοῦν ἐμπεσόντος εἰς βόρβορον καὶ βοήσαντος παρών τις ἄλλος καὶ τὸ συμβὰν θεωρήσας ὑποστρέψας μετ' οὐ πολὺ ἄγει μεθ' ἑαυτοῦ ἀγέλην ἐλεφάντων καὶ σῴζει τὸν [1.21.143.4] ἐμπεπτωκότα.
 [01298]  ἐν μέν γε ὅπλοις καὶ τοῖς μαχίμοις ζῴοις δι' ἐμψύχων τε καὶ ἀψύχων ψυχὴ τὸ τάττον ἐστὶ καὶ νοῦς, ἐν δὲ τοῖς τῆς ψυχῆς πάθεσιν, ὧν ἐπικρατοῦμεν τῇ ἀρετῇ, λογισμός ἐστι τὸ τακτικόν, ἐπισφραγιζόμενος ἐγκράτειαν καὶ σωφροσύνην μεθ' ὁσιότητος καὶ γνῶσιν ἀγαθὴν μετ' ἀληθείας, τὸ τέλος [1.24.159.4] εἰς εὐσέβειαν ἀναφέρων θεοῦ.
 [01318]  ἔργον μὲν οὖν ἦν τὸν Ἱππίαν λαθεῖν, ὅθεν εἰκότως ὁ Μιλτιάδης συγχρησάμενος ἀνοδίᾳ τε καὶ νυκτὶ ἐπιθέμενος τοῖς Πέρσαις, ὧν ∆ᾶτις ἡγεῖτο, τὰ κατὰ τὸν ἀγῶνα μετ' ἐκείνων ὧν αὐτὸς ἡγεῖτο κατώρθωσεν.
 [01441]  [1.29.181.6] τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς, ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ' αὐτῶν·
 [01856]  κατέβησαν οὖν μετ' αὐτῶν εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνέβησαν.
 [01860]  διὰ τοῦτο καὶ συνανέβησαν μετ' αὐτῶν καὶ συνήρμοσαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἀλατόμητοι συνῳκοδομήθησαν·
 [01926]  καὶ τῷ Μωυσεῖ λέγεται [2.11.52.2] σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ.
 [02004]  [2.14.60.1] Τὸ γοῦν ἀκούσιον οὐ κρίνεται (διττὸν δὲ τοῦτο, τὸ μὲν γινόμενον μετ' ἀγνοίας, τὸ δὲ ἀνάγκῃ)·
 [02229]  ὁρᾷς φιλανθρωπίαν μετ' ἐγκρατείας;
 [02352]  Βαβυλῶνα ᾤκει ∆ανιήλ, καθάπερ ὁ μὲν Λὼτ τὰ Σόδομα, τὴν Χαλδαίων δὲ γῆν ὁ Ἀβραὰμ ὁ μετ' [2.20.103.3] ὀλίγον φίλος τοῦ θεοῦ.
 [02360]  οὗτος τὸν σταυρὸν τοῦ σωτῆρος περιφέρων ἕπεται κυρίῳ μετ' ἴχνιον ὥστε θεοῖο, ἅγιος ἁγίων γενόμενος.
 [02450]  ταῦτ' ἔχω ὅσσ' ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος τέρπν' ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.
 [02668]  [2.23.145.1] Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ' ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος [2.23.145.2] ἄγουσιν.
 [02726]  λέγει τοίνυν οὗτος ἐν τῷ Περὶ δικαιοσύνης τὴν δικαιοσύνην τοῦ θεοῦ κοινωνίαν τινὰ εἶναι μετ' ἰσότητος.
 [02739]  κοινῇ τοίνυν ὁ θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθ' ὁμοίως τὰ ζῷα [3.2.8.2] κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ' ἰσότητος.
 [02917]  καὶ ἐὰν εἴπωμεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ, τουτέστι μετὰ τοῦ θεοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
 [02918]  ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτὸς ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα [3.4.33.1] Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας.
 [02980]  εἰ πάντα ἔξεστιν ἑλέσθαι βίον, δῆλον ὅτι καὶ τὸν μετ' ἐγκρατείας, καὶ εἰ πᾶς βίος ἀκίνδυνος ἐκλεκτῷ, δῆλον ὅτι <ὁ> μετὰ ἀρετῆς καὶ σωφροσύνης πολὺ μᾶλλον ἀκίνδυνος·
 [03375]  καὶ [3.12.85.1] μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
 [03376]  ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον.
 [03380]  καὶ καλὸν μένειν ὡς κἀγώ, ἀλλ' ὅ τε χρώμενος μετ' εὐχαριστίας ὅ τε αὖ μὴ χρώμενος καὶ αὐτὸς μετ' εὐχαριστίας [3.12.86.1] μετά τε ἐγκρατοῦς ἀπολαύσεως βιούτω κατὰ λόγον.
 [03446]  [7] καλῶς οὖν εἰρῆσθαι καὶ ταῦτα ἴσμεν ἡμεῖς, ἐπεὶ ὡς ξένοι καὶ παρεπιδημοῦντες πολιτεύεσθαι ὀφείλομεν, οἱ γαμοῦντες ὡς μὴ γαμοῦντες, οἱ κτώμενοι ὡς μὴ κτώμενοι, οἱ παιδοποιοῦντες ὡς θνητοὺς γεννῶντες, ὡς καταλείψοντες τὰ κτήματα, ὡς καὶ ἄνευ γυναικὸς βιωσόμενοι ἐὰν δέῃ, οὐ προσπαθῶς τῇ κτίσει χρώμενοι, μετ' εὐχαριστίας δ' ἁπάσης καὶ μεγαλοφρονοῦντες.
 [03521]  [3.18.105.1] Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότητος τὴν ἐγκράτειαν, ἐξὸν ἑλέσθαι τὴν εὐνουχίαν κατὰ τὸν ὑγιῆ κανόνα μετ' εὐσεβείας, εὐχαριστοῦντα μὲν ἐπὶ τῇ δοθείσῃ χάριτι, οὐ μισοῦντα δὲ τὴν κτίσιν οὐδὲ ἐξουθενοῦντα τοὺς γεγαμηκότας·
 [03525]  μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν, ἔκκλινον τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·
 [03648]  εἰσὶ δὲ καὶ οἳ ἐν πολέμῳ μετ' ἐπιθυμιῶν ἀποθνῄσκουσιν, οὐδὲν οὗτοι διαφέροντες, [4.4.15.3] <ἢ> εἰ καὶ νόσῳ κατεμαραίνοντο.
 [03649]  εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ [4.4.15.4] τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον, προχέουσα.
 [03749]  ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ [4.6.33.1] ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
 [03815]  τὸν ἀντιστρατηγοῦντα νόμον τῷ φρονήματι τοῦ νοῦ ἡμῶν, τοῦ θυμοῦ τὰς ἀπειλὰς καὶ τῆς ἐπιθυμίας τὰ δελέατα τά τε ἄλλα πάθη, ὅσα πολεμεῖ τὸν λογισμόν, τιθασεύσαντες καὶ ἐξημερώσαντες, οἱ μετ' ἐπιστήμης ἔργων τε ἀγαθῶν καὶ λόγου ἀληθοῦς καταβιώσαντες εἰς υἱοθεσίαν ἀποκατασταθήσονται [4.6.40.3] τὴν προσφιλεστάτην.
 [03896]  νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκουσι, λάμπει δὲ χρόνῳ ἔργα μετ' αἰθέρα λαμπευθέντα.
 [04212]  ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ·
 [04240]  εἰ ἐγὼ χάριτι μετ έχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
 [04894]  καὶ μετ' ὀλίγα ἐπιφέρει·
 [05322]  ὥσπερ οὖν λαμβάνομεν, ἐκ τῶν μετ' ἐπικρύψεως εἰρημένων.
 [05527]  [5.12.80.1] Ἀλλὰ κἀν τῇ πρὸς Κορινθίους Ῥωμαίων ἐπιστολῇ ὠκεανὸς [5.12.80.2] ἀπέραντος ἀνθρώποις γέγραπται καὶ οἱ μετ' αὐτὸν κόσμοι.
 [05922]  πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι καὶ μετ' ὀλίγα ἐπάγοντος λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας [5.14.119.2] ἀπὸ τῶν ψυχῶν ὑμῶν καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν·
 [05956]  [5.14.122.1] καὶ μετ' ὀλίγα αὖθις ἐπιφέρει·
 [06107]  ὅτε σὺν εὐδαίμονι χορῷ κατὰ τὸν Πλάτωνα μακαρίαν ὄψιν τε καὶ θέαν ἐποπτεύσομεν, ἑπόμενοι μετὰ μὲν ∆ιὸς ἡμεῖς, ἄλλοι δὲ μετ' ἄλλων θεῶν, τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὁλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὁλόκληρα δὲ καὶ ἀτρεμῆ φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ καὶ ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι.
 [06574]  κατέβησαν οὖν <μετ'> αὐτῶν εἰς τὸ ὕδωρ, ἀλλ' οὗτοι μὲν ζῶντες κατέβησαν καὶ ζῶντες ἀνέβησαν·
 [06775]  εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ' ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν [6.9.73.3] ὀρεγόμενος;
 [07049]  τὸ γὰρ εὖ μετ' ἐμοῦ καὶ τὸ δίκαιον σύμμαχον ἔσται, καὶ οὐ μή ποτε ἁλῶ, καλὰ πράσσων.
 [07155]  τοιοῦτον γὰρ ἡ παραβολή, λόγος ἀπό τινος οὐ κυρίου μέν, ἐμφεροῦς δὲ τῷ κυρίῳ ἐπὶ τἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα, ἤ, ὥς τινές φασι, λέξις [6.15.127.1] δι' ἑτέρων τὰ κυρίως λεγόμενα μετ' ἐνεργείας παριστάνουσα.
 [07160]  αὐτίκα οἱ προφῆται πάντες οἱ προθεσπίσαντες τὴν παρουσίαν τοῦ κυρίου καὶ σὺν αὐτῇ τὰ ἅγια μυστήρια ἐδιώχθησαν, ἐφονεύθησαν, καθάπερ καὶ αὐτὸς ὁ κύριος διασαφήσας αὐτῶν τὰς γραφὰς καὶ οἱ τούτου γνώριμοι οἱ κηρύξαντες [6.15.128.1] τὸν λόγον ὡσαύτως μετ' αὐτὸν τὸ ζῆν παρεβάλοντο.
 [07162]  ἡμεῖς δὲ ἀναπτύξαντες τὰς βίβλους ἃς εἴχομεν τῶν προφητῶν, ἃ μὲν διὰ παραβολῶν, ἃ δὲ δι' αἰνιγμάτων, ἃ δὲ αὐθεντικῶς καὶ αὐτολεξεὶ τὸν Χριστὸν Ἰησοῦν ὀνομαζόντων, εὕρομεν καὶ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν θάνατον καὶ τὸν σταυρὸν καὶ τὰς λοιπὰς κολάσεις πάσας ὅσας ἐποίησαν αὐτῷ οἱ Ἰουδαῖοι, καὶ τὴν ἔγερσιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν πρὸ τοῦ Ἱεροσόλυμα κτισθῆναι, καθὼς ἐγέγραπτο ταῦτα [6.15.128.2] πάντα, ἃ ἔδει αὐτὸν παθεῖν καὶ μετ' αὐτὸν ἃ ἔσται.
 [07164]  [6.15.128.3] καὶ μετ' ὀλίγα ἐπιφέρει πάλιν θείᾳ προνοίᾳ τὰς προφητείας γεγενῆσθαι παριστὰς ὧδε·
 [07186]  εἰκότως ἄρα καὶ τὸν Μωυσέα ἀναλαμβανόμενον διττὸν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὸν μὲν μετ' ἀγγέλων, [6.15.132.3] τὸν δὲ ἐπὶ τὰ ὄρη περὶ τὰς φάραγγας κηδείας ἀξιούμενον.
 [07468]  ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφῃ μετ' ἐνθουσιασμοῦ καὶ ἱεροῦ [6.18.168.3] πνεύματος, καλὰ κάρτα ἐστίν.
 [07571]  ταύτας φημὶ τὰς ἀρετὰς θυσίαν δεκτὴν εἶναι παρὰ θεῷ, τὴν ἄτυφον καρδίαν μετ' ἐπιστήμης ὀρθῆς ὁλοκάρπωμα τοῦ θεοῦ λεγούσης τῆς γραφῆς, ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ [7.3.14.2] ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου·
 [07898]  ἀλλὰ καὶ τὰς εὐχὰς ἁπάσας ἐπιεικῶς ἅμα καὶ μετ' ἐπιεικῶν ποιεῖσθαι πρέπον ἐστίν·
 [07969]  ἡ μὲν οὖν πίστις σύντομός ἐστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις, ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βέβαιος, διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένη τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ' ἐπιστήμης [7.10.57.4] καὶ καταληπτὸν παραπέμπουσα.
 [08169]  ὃ δὲ καὶ μετ' ἀγγέλων εὔχεται, ὡς ἂν ἤδη καὶ ἰσάγγελος, οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται·
 [08232]  ἰστέον δὲ ὅτι ἐὰν ἓν τούτων ὁ πιστὸς ἢ καὶ δεύτερον κατορθώσῃ, ἀλλ' οὔ τί γε ἐν πᾶσιν ἅμα οὐδὲ μὴν μετ' ἐπιστήμης τῆς ἄκρας, καθάπερ ὁ γνωστικός.
 [08739]  πᾶν τὸ ἐνεργοῦν παρέχει τὸ ἀποτέλεσμα μετ' ἐπιτηδειότητος τοῦ πάσχοντος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»