Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θείων [37]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θείων


000-00-00 Serial Number=0747189224
Paedagogus Ante [Go Back]  
 [01354]  Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν [2.2.25.4] ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν.
 [02028]  Πρὸς δὲ καὶ ἀρούρας θηλείας ἀπέχεσθαι πάσης, ὅτι μὴ τῆς ἰδίας, ὁ καλὸς ἐκ τῶν θείων ἀναλεγόμενος γραφῶν συνεβούλευσεν Πλάτων ἐκεῖθεν τὸ νόμιμον ἐκλαβών·
 [02394]  Ὀφθαλμοὶ δὲ ὑπαληλιμμένοι λόγῳ καὶ ὦτα εἰς αἴσθησιν διατετρημένα θείων ἀκουστὴν καὶ ἁγίων ἐπόπτην παρασκευάζουσιν δεικνύντος ὡς ἀληθῶς τοῦ λόγου τὸ κάλλος τὸ ἀληθινόν, ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσε πρότερον.
 [03315]  [3.12.97.1] Ὀλίγα ταῦτα ἐκ πολλῶν δείγματος χάριν ἀπ' αὐτῶν διεξελθὼν τῶν θείων γραφῶν ὁ παιδαγωγὸς τοῖς αὑτοῦ παρατίθεται παισίν, δι' ὧν, ὡς ἔπος εἰπεῖν, ἄρδην [3.12.97.2] ἐκκόπτεται κακία καὶ περιγράφεται ἀδικία.
 [03335]  [3.12.100.1] Ὢ τῶν θείων δημιουργημάτων, ὢ τῶν θείων παραγγελμάτων·
000-00-00 Serial Number=0213674664
Stromata Ante [Go Back]  
 [00050]  κατὰ ταὐτὰ δὲ καὶ τοὺς τῶν θείων μεταλαμβάνοντας λόγων παραφυλακτέον, εἰ μὴ περιεργίας ἕνεκεν ἱστορήσοντες, ὥσπερ τῶν πόλεων τὰ οἰκοδομήματα, εἰς τόδε ἀφικνοῦνται, εἰ μὴ μεταλήψεως χάριν τῶν κοσμικῶν προσίασιν κοινωνικοὺς τῶν ἐπιτηδείων μαθόντες τοὺς καθωσιωμένους τῷ Χριστῷ.
 [00065]  ὅταν δ' ἐκ πίστεως ἕληταί τις ἑστιᾶσθαι, βέβαιος οὗτος εἰς θείων λόγων παραδοχήν, κρίσιν εὔλογον τὴν πίστιν κεκτημένος.
 [00114]  εἷς γὰρ ὁ διδάσκαλος καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ [1.1.13.1] ἐπιπηγάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον, ᾗ καὶ οὐ κεκώλυκεν ὁ κύριος ἀπὸ ἀγαθοῦ σαββατίζειν, μεταδιδόναι δὲ τῶν θείων μυστηρίων καὶ τοῦ φωτὸς ἐκείνου τοῦ ἁγίου τοῖς χωρεῖν δυναμένοις συγκεχώ [1.1.13.2] ρηκεν.
 [00254]  ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις <σοφίας>, ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων.
 [00298]  [1.6.35.3] τὴν ἐπιστήμην τῶν θείων καὶ ἀνθρωπίνων ἐντίθησιν ἡ διδασκαλία.
 [01222]  οἳ δὲ ἅτε ἔτι ὑπακούοντες Μακεδόσι τῶν παρὰ σφίσιν εὐδοκιμωτάτων περὶ τὰς γραφὰς ἐμπείρους καὶ τῆς Ἑλληνικῆς διαλέκτου εἰδήμονας ἑβδομήκοντα πρεσβυτέρους ἐκλεξάμενοι ἀπέστειλαν αὐτῷ μετὰ καὶ τῶν [1.22.149.2] θείων βίβλων.
 [01371]  νόμων τε αὖ ἐξηγητὴς οὗτος αὐτός, δι' οὗ ὁ νόμος ἐδόθη, ὁ πρῶτος ἐξηγητὴς τῶν θείων προσταγμάτων, ὁ τὸν κόλπον τοῦ πατρὸς ἐξηγούμενος υἱὸς [1.26.170.1] μονογενής.
 [01413]  μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις καὶ τὰς ἐξουσίας δοκιμάζουσα ὑπεξαναβαίνει ἐπὶ τὴν πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ' ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέπεται καὶ ἡ περὶ τῶν ἀνθρωπείων περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρῆσις.
 [01897]  καὶ μή τι ἡ παρ' ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής, ἅτε ἐκ θείων χορηγουμένη γραφῶν, τῶν ἱερῶν γραμμάτων [2.11.48.4] καὶ τῆς θεοδιδάκτου σοφίας κατὰ τὸν ἀπόστολον.
 [01921]  πίστις δὲ καὶ γνῶσις καὶ εἰρήνη ἡ τρυφή, ἧς ὁ παρακούσας ἐκβάλλεται, ὁ δὲ οἰη σίσοφος τὴν ἀρχὴν οὐδὲ ἐπαΐειν βούλεται τῶν θείων ἐντολῶν, ἀλλ' οἷον αὐτομαθὴς ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται, εἰς τὰ θνητά τε καὶ γεννητὰ καταβαίνων ἐκ τῆς τοῦ ἀγεννήτου [2.11.51.6] γνώσεως, ἄλλοτε ἀλλοῖα δοξάζων.
 [02689]  Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλείδου πυθομένων φασὶ τῶν ἀποστόλων μή ποτε ἄμεινόν ἐστι τὸ μὴ γαμεῖν ἀποκρίνασθαι λέγουσι τὸν κύριον·
 [03231]  μήτ' οὖν ἁμάρτημά τις ἡγείσθω τὸν γάμον τὸν κατὰ λόγον, εἰ μὴ πικρὰν ὑπολαμβάνει παιδοτροφίαν (πολλοῖς γὰρ ἔμπαλιν ἀτεκνία λυπηρότατον), μήτ', ἂν πικρὰ ἡ παιδοποιία φαίνηταί τινι μεταπερισπῶσα τῶν θείων διὰ τὰς χρειώδεις ἀσχολίας, μὴ φέρων δ' οὗτος εὐκόλως τὸν μονήρη βίον ἐπιθυμείτω γάμου, ἐπεὶ τὸ εὐάρεστον μετὰ σωφροσύνης ἀβλαβὲς καὶ κύριος [3.9.67.2] ἕκαστος ἡμῶν τυγχάνει τῆς περὶ τέκνων γονῆς αἱρέσεως.
 [03262]  ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ' ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους τριῶν ἡμερῶν κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου [3.11.73.2] ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων.
 [03816]  εἴη δ' ἂν ἡ τελεία εἰρηνοποίησις ἡ ἐπὶ παντὶ τῷ συμβαίνοντι ἄτρεπτον φυλάσσουσα τὸ εἰρηνικόν, ἁγίαν τε καὶ καλὴν τὴν διοίκησιν λέγουσα, ἐν ἐπιστήμῃ θείων καὶ ἀνθρωπίνων πραγμάτων καθεστῶσα, δι' ἧς τὰς ἐν τῷ κόσμῳ ἐναντιότητας [4.6.40.4] ἁρμονίαν κτίσεως καλλίστην λογίζεται.
 [04277]  εἶτά σοι σμῆνος ὑποδειγμάτων θείων παρίστησιν.
 [04723]  σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ [4.26.163.5] συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὁσιότης δὲ θεραπεία τοῦ θεοῦ.
 [04761]  ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, τὴν σύνεσιν ἀκοὴν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων [4.26.169.2] θέαν ἐπανῃρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι·
 [05178]  [5.7.41.1] Ὅθεν καὶ Αἰγύπτιοι οὐ τοῖς ἐπιτυχοῦσι τὰ παρὰ σφίσιν ἀνετίθεντο μυστήρια οὐδὲ μὴν βεβήλοις τὴν τῶν θείων εἴδησιν ἐξέφερον, ἀλλ' ἢ μόνοις γε τοῖς μέλλουσιν ἐπὶ βασιλείαν προϊέναι καὶ τῶν ἱερέων τοῖς κριθεῖσιν εἶναι δοκιμωτάτοις ἀπό τε τῆς τροφῆς καὶ τῆς παιδείας καὶ τοῦ γένους.
 [05579]  οὐκ οἶμαι δύνασθαι σαφέστερον ὑπὸ Ἑλλήνων προσμαρτυρήσεσθαι τὸν σωτῆρα ἡμῶν καὶ τοὺς εἰς προφητείαν κεχρισμένους, τοὺς μὲν παῖδας θεοῦ ἀνηγορευμένους, τὸν δὲ κύριον υἱὸν ὄντα γνήσιον, ἀληθεῖς εἶναι περὶ τῶν θείων μάρκυρας·
 [06116]  [5.14.140.5] ὄλβιος, ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ' ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.
 [06640]  [6.7.54.1] * * ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος.
 [07126]  [6.15.123.1] Εἴπερ οὖν καὶ κατὰ Πλάτωνα ἢ παρὰ τοῦ θεοῦ ἢ παρὰ τῶν ἐκγόνων τοῦ θεοῦ τὸ ἀληθὲς ἐκμανθάνειν μόνως οἷόν τε, εἰκότως παρὰ τῶν θείων λογίων τὰ μαρτύρια ἐκλεγόμενοι τὴν ἀλήθειαν αὐχοῦμεν ἐκδιδάσκεσθαι διὰ τοῦ υἱοῦ τοῦ θεοῦ, προφητευθέντων μὲν τὸ πρῶτον, ἔπειτα δὲ καὶ σαφηνισθέντων·
 [07199]  καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία.
 [07223]  ὅτι μόνος εἷς ἐστιν θεὸς παντοκράτωρ, ὃς ἐκ τῆς Αἰγύπτου τὸν λαὸν μετήγαγεν διὰ τῆς ἐρήμου εἰς τὴν πατρῴαν γῆν, ὅπως καταλαμβάνωσι μὲν διὰ τῶν θείων ἐνεργημάτων, ὡς ἐδύναντο, τὴν δύναμιν αὐτοῦ, ἀφιστῶνται δὲ τῆς τῶν γενητῶν εἰδωλολατρείας, τὴν πᾶσαν ἐλπίδα [6.16.137.3] ἐπὶ τὸν κατ' ἀλήθειαν ἔχοντες θεόν.
 [07234]  διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ' οὐσίαν λέγω) θείων καὶ [6.16.138.5] ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει.
 [07386]  ἀλλὰ καὶ αἱ τῶν ἐναρέτων ἀνθρώπων ἐπίνοιαι κατὰ ἐπίπνοιαν θείαν γίγνονται, διατιθεμένης πως τῆς ψυχῆς καὶ διαδιδομένου τοῦ θείου θελήματος εἰς τὰς ἀνθρωπίνας ψυχάς, τῶν ἐν μέρει θείων λειτουργῶν συλλαμβανομένων εἰς τὰς τοιαύτας διακονίας·
 [07411]  ἥ τε σοφία δύναμις οὖσα οὐκ ἄλλο τί ἐστιν ἢ ἐπιστήμη τῶν θείων καὶ τῶν [6.17.160.3] ἀνθρωπείων ἀγαθῶν.
 [07950]  [7.10.55.1] Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον, σύμφωνος καὶ ὁμόλογος [7.10.55.2] ἑαυτῇ τε καὶ τῷ θείῳ λόγῳ.
 [08080]  ἔμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονικὴ κτῆσις, ἐπιστήμη θείων καὶ [7.12.70.6] ἀνθρωπείων πραγμάτων ὑπάρχουσα.
 [08134]  [7.12.74.7] πολλοῦ γε δεῖ ταῖς ἐπιγείοις ἡδοναῖς τε καὶ θεωρίαις εὐαρεστεῖσθαι τοῦτον, ὃς καὶ τῶν κοσμικῶν καίτοι θείων ὄντων ἐπαγγελιῶν [7.12.74.8] κατεμεγαλοφρόνησεν.
 [08493]  ἐχομένους γὰρ καθήκει οὐ μόνον τῶν γραφῶν τῶν θείων, ἀλλὰ καὶ τῶν ἐννοιῶν τῶν κοινῶν τὰς ζητήσεις ποιεῖσθαι εἴς τι [8.1.2.5] πέρας ὠφέλιμον τῆς εὑρέσεως καταληγούσης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»