Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζῷα [28]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ζῷα


000-00-00 Serial Number=0730030000
Excerpta ex Theodoto Ante [Go Back]  
 [00519]  Καὶ τὰ ἄλογα ζῷα διὰ σφραγῖδος δείκνυσι τίνος ἐστὶν ἕκαστον·
000-00-00 Serial Number=0198013663
Fragmenta Ante [Go Back]  
 [00463]  ὑπέθετο δὲ ἀσωμάτους εἶναι ἀρχὰς καὶ σώματα μεταβάλλεσθαι καὶ τὰς ψυχὰς εἰς ἀλλογενῆ ζῷα εἰσιέναι.
000-00-00 Serial Number=0121638358
Paedagogus Ante [Go Back]  
 [00496]  Τὰ γὰρ ζῷα ταῦτα τοῦ ἔτους κατὰ τὴν ὥραν, [1.6.50.2] ἣν ἔαρ καλοῦμεν, ὑγροτέρου τοῦ περιέχοντος γεγονότος, ἀλλὰ καὶ τῆς πόας καὶ τῶν νομῶν εὐχύλων τὸ τηνικάδε οὐσῶν καὶ ἐνίκμων, αἵματος πίμπλαται πρότερον, ὡς ἐκ τῆς διατάσεως τῶν φλεβῶν, κυρτουμένων τῶν ἀγγείων, δείκνυται·
 [00807]  Πῶς γὰρ οὐ δεινόν, εἰ ὁ εἰδὼς τὸν θεὸν οὐ γνώσεται τὸν κύριον, ἀλλ' ὁ μὲν βοῦς καὶ ὁ ὄνος, τὰ νωθῆ ζῷα καὶ τὰ μωρά, εἴσεται τὸν τρέφοντα, ὁ δὲ Ἰσραὴλ ἀλογώτερος καὶ τούτων εὑρεθήσεται;
 [01109]  [2.1.1.4] Οἱ μὲν δὴ ἄλλοι ἄνθρωποι ζῶσιν, ἵνα ἐσθίωσιν, ὥσπερ ἀμέλει καὶ τὰ ἄλογα ζῷα, οἷς οὐδὲν ἀλλ' ἢ γαστήρ ἐστιν ὁ βίος, ἡμῖν δὲ ὁ παιδαγωγὸς ἐσθίειν παραγγέλλει, ἵνα ζῶμεν.
 [01242]  ὁ γὰρ καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ συνελόντι εἰπεῖν τὰ ἄλογα ζῷα διατρέφων εἷς ἐστιν, ὁ θεός·
 [01572]  ὡς δὲ ζῷα λογικὰ σφᾶς αὐτοὺς ἁρμοστέον εὐκράτως, τὸ αὐστηρὸν τῆς σπουδῆς ἡμῶν καὶ τὸ [2.5.46.3] ὑπέρτονον χαλῶντας ἐμμελῶς, οὐκ ἐκλύοντας ἐκμελῶς.
 [01963]  κατακόρως γάρ τοι περὶ τὰς μίξεις τὰ ζῷα ταῦτα ἐπτόηνται·
 [02508]  [3.2.11.1] Εἶτα οὐκ ἄτοπον ἵππους μὲν καὶ ὄρνεις καὶ τὰ ἄλλα ζῷα ἐκ τῆς χλόης καὶ τῶν λειμώνων ἀνίστασθαι καὶ ἀνίπτασθαι οἰκείῳ κόσμῳ χαίροντα, χαίτῃ ἱππικῇ καὶ χροιᾷ φυσικῇ καὶ πτερώσει ποικίλῃ, ὡς δὲ ἐνδεέστερον καὶ τῆς θηρείου φύσεως ἡ γυνὴ ἀκαλλὴς εἰς τοσοῦτον εἶναι οἴεται, ὡς ὀθνείου δεῖσθαι κάλλους, ὠνητοῦ καὶ [3.2.11.2] σκιαγραφουμένου;
000-00-00 Serial Number=0805537224
Protrepticus Ante [Go Back]  
 [00017]  [1.2.1] Πῇ δὴ οὖν μύθοις κενοῖς πεπιστεύκατε, θέλγεσθαι μουσικῇ τὰ ζῷα ὑπολαμβάνοντες;
 [00435]  Ὑμεῖς δὲ οἱ πάντ' ἀμείνους Αἰγυπτίων (ὀκνῶ δὲ εἰπεῖν χείρους), οἳ τοὺς Αἰγυπτίους ὁσημέραι γελῶντες οὐ παύεσθε, ὁποῖοί τινες καὶ περὶ τὰ ἄλογα ζῷα;
 [01150]  Ὥσπερ οὖν τὸν ἵππον ἀροῦν οὐ βιαζόμεθα οὐδὲ τὸν ταῦρον κυνηγετεῖν, πρὸς ὃ πέφυκε δὲ ἕκαστον τῶν ζῴων περιέλκομεν, οὕτως ἀμέλει καὶ τὸν ἄνθρωπον ἐπὶ τὴν οὐρανοῦ γενόμενον θέαν, φυτὸν οὐράνιον ὡς ἀληθῶς, ἐπὶ τὴν γνῶσιν παρακαλοῦμεν τοῦ θεοῦ, τὸ οἰκεῖον αὐτοῦ καὶ ἐξαίρετον καὶ ἰδιωματικὸν παρὰ τὰ ἄλλα ζῷα κατειλημμένοι, αὔταρκες ἐφόδιον αἰώνων, θεοσέ [10.100.4] βειαν, παρασκευάζεσθαι συμβουλεύοντες.
 [01167]  Οὔκουν ἔτ' ἂν εἰκότως ὕπνος καὶ θάνατος θεὼ διδυμάονε παρ' ὑμῖν νομίζοιντο, πάθη ταῦτα περὶ τὰ ζῷα συμβαίνοντα φυσικῶς·
000-00-00 Serial Number=0077021778
Stromata Ante [Go Back]  
 [02255]  [2.18.92.1] Ἐμοὶ δὲ δοκεῖ καὶ Πυθαγόρας τὸ ἥμερον τὸ περὶ τὰ ἄλογα ζῷα παρὰ τοῦ νόμου εἰληφέναι.
 [02272]  ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ' ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ ὅτι τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας [2.18.94.5] ὁρμώμενον.
 [02396]  [2.20.110.4] Τῶν γὰρ κινουμένων τὰ μὲν καθ' ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα, τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα.
 [02398]  ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυεῖν τῶν [2.20.111.2] προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα.
 [02739]  κοινῇ τοίνυν ὁ θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθ' ὁμοίως τὰ ζῷα [3.2.8.2] κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ' ἰσότητος.
 [05612]  πολλοῦ γε δεῖ ἄμοιρον εἶναι θείας ἐννοίας τὸν ἄνθρωπον, ὅς γε καὶ τοῦ ἐμφυσήματος ἐν τῇ γενέσει μεταλαβεῖν ἀναγέγραπται, καθαρωτέρας οὐσίας παρὰ τὰ ἄλλα ζῷα [5.13.88.1] μετασχών.
 [07328]  ναὶ μὴν ὡς τὸν αὐτὸν ἀέρα ἀναπνεῖ τὰ ζῷα ἅπαντα, ἄλλα δὲ ἄλλως καὶ εἴς τι διάφορον, οὕτως δὲ καὶ τὴν ἀλήθειαν μετίασιν οἱ πλείους, [6.17.149.4] μᾶλλον δὲ τὸν περὶ ἀληθείας λόγον.
 [07638]  [7.4.23.6] καίτοι καὶ τὰ ἄλλα ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.
 [07753]  ἐὰν δὲ λέγωσι τοῖς ἀνθρώποις δεδόσθαι τὰ ζῷα, καὶ ἡμεῖς συνομολογοῦμεν, πλὴν οὐ πάντως εἰς βρῶσιν οὐδὲ [7.6.33.2] μὴν πάντα, ἀλλ' ὅσα ἀεργά.
 [08190]  καὶ διδάσκει τὸν υἱόν, ἐὰν υἱὸς ᾖ τὸ γένος, ἀχώριστος ὢν τῆς ἐντολῆς καὶ τῆς ἐλπίδος, εὐχαριστῶν ἀεὶ τῷ θεῷ καθάπερ τὰ ζῷα τὰ δοξολόγα τὰ διὰ [7.12.80.5] Ἡσαΐου ἀλληγορούμενα, ὑπομονητικὸς πρὸς πᾶσαν πεῖραν·
 [08558]  εἰ γὰρ ζῷον εἴποι καλεῖν ὅτιπερ ἂν αὐξάνῃ καὶ τρέφηται, πάλιν αὖ προσανερωτήσομεν εἰ καὶ τὰ φυτὰ νομίζει ζῷα, κἄπειτα φάντος μὲν οὕτως ἐπιδεικνύειν ἤδη χρὴ τι τὸ κυούμενον <αὐξανόμενόν> τε καὶ [8.4.10.3] τρεφόμενον.
 [08559]  Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ τοῦ τρίτου τῆς ψυχῆς εἴδους, τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά, ζῷα δ' ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ·
 [08562]  ἀποφήσαντος δὲ τοῦ προβαλόντος εἶναι ζῷα καὶ τὰ φυτά, δείξομεν ἑαυτῷ μαχόμενα λέγειν.
 [08577]  [8.4.12.2] Ἀλλ' εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφ' ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ <μὴ> διαπεπλασμένα ἤδη καὶ τὰ ζῷα καὶ τὸ σπέρμα αὐτὸ <τὸ> καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ [8.4.12.3] ἔμβρυα καλούμενα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»