Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δεῖν [73]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δεῖν


000-00-00 Serial Number=0636590958
Excerpta ex Theodoto Ante [Go Back]  
 [00350]  [3.51.3] Περὶ τούτων τῶν δυεῖν καὶ ὁ Σωτὴρ λέγει φοβεῖσθαι δεῖν τὸν δυνάμενον ταύτην τὴν ψυχὴν καὶ τοῦτο τὸ σῶμα τὸ ψυχικὸν ἐν γεέννῃ ἀπολέσαι.
000-00-00 Serial Number=0754759014
Fragmenta Ante [Go Back]  
 [00452]  δι' ὅ φημι τοὺς βουλομένους Χριστιανοὺς εἶναι δεῖν μόνους τοὺς τοῦ Χριστοῦ λόγους ἀναλαμβάνειν καὶ μὴ δι' ἑτέρων ζητεῖν τοῦτό γε αὐτοῖς περιγενέσθαι.
000-00-00 Serial Number=0684617639
Paedagogus Ante [Go Back]  
 [00350]  Οὔ μοι γὰρ δοκεῖ ἰουδαϊκῶς ἐκδέχεσθαι δεῖν τὸ λεγόμενον.
 [00603]  [1.7.60.1] ∆ιὸ καὶ ἐπιφέρει προφήτην εἰς ἔθνη τέθεικά σε, προφητεῦσαι λέγων αὐτὸν δεῖν μηδὲ ὄνειδος εἶναι δοκεῖν τοῦ νεωτέρου τὴν προσηγορίαν τοῖς νηπίοις καλουμένοις.
 [01073]  Τὸ γάρ τοι ζῷον τὸ λογικόν, τὸν ἄνθρωπον λέγω, ἄλλο τι φαμὲν ἢ θεάσασθαι τὸ θεῖον δεῖν;
 [01172]  [2.1.8.3] Ἐνταῦθα ὑπομνηστέον καὶ περὶ τῶν εἰδωλοθύτων καλουμένων, ὅπως ποτὲ ἄρα παραγγέλλεται ἀποσχέσθαι δεῖν τούτων.
 [01187]  ταύτην γὰρ τὴν ἀγάπην ἐκδέχεσθαι δεῖν ἐμφαίνει [2.1.9.4] ἡ βρῶσις ἡ Χριστοῦ·
 [01323]  Τὸ τηνίκα δὲ ψυχρότερον καὶ τὸ περιέχον παρὰ τὸ μεθ' ἡμέραν γίγνεται, ὡς δεῖν ὑποτρέφειν τὴν ἐκλείπουσαν ἔμφυτον ἀλέαν ἐπεισάκτῳ θερμότητι, ὀλίγῳ δὲ τῷ οἴνῳ κἀνταῦθα·
 [01331]  Ἀρτώριος δέ τις ἐν τῷ Περὶ μακροβιοτίας, μέμνημαι γάρ, ἐφ' ὅσον βρέξαι τὰ σιτία μόνον οἴεται δεῖν προσάγειν, ἵνα μακροτέραν κτησώμεθα τὴν ζωήν.
 [01349]  [2.2.25.1] ∆ιὸ οἱ μὲν πλεῖστοι ἀνίεσθαί φασιν δεῖν παρὰ τοὺς πότους καὶ τὰ σπουδαῖα εἰς ἕω ὑπερτίθεσθαι.
 [01916]  ∆ιὸ καὶ παραλαμβάνεσθαί φημι δεῖν αὐτὸν οὐκ ἐπὶ ῥᾳθυμίᾳ, ἀλλ' ἐπὶ τῇ τῶν πράξεων ἀναπαύλῃ.
 [01967]  [2.10.84.1] Ἀλλὰ τὸ μὲν μὴ δεῖν ἐξομοιοῦσθαι τοῖσδε τοῖς ζῴοις διὰ τῆς προκειμένης ἀπαγορεύσεως ὁμολογουμένως τὸν πάνσοφον Μωσέα αἰνίττεσθαι σύμφημι κἀγώ·
 [01997]  Ἐντεῦθεν συμφανὲς ἡμῖν ὁμολογουμένως παραι τεῖσθαι δεῖν τὰς ἀρρενομιξίας καὶ τὰς ἀκάρπους σπορὰς καὶ τὰς κατόπιν εὐνὰς καὶ τὰς ἀσυμφυεῖς ἀνδρογύνους κοινωνίας, ἑπομένους τῇ φύσει αὐτῇ ἀπαγορευούσῃ διὰ τῆς τῶν μορίων κατασκευῆς, οὐκ εἰς παραδοχὴν σπέρματος, εἰς δὲ τὴν πρόεσιν αὐτοῦ τὸ ἄρρεν [2.10.87.4] ἀνδρωσάσῃ.
 [02645]  Οἱ γὰρ καὶ τὰ μάλιστα πρὸς τὰς ἄλλας πεπολεμωμένοι τρίχας μόνον τὰς ἐπὶ τῇ κεφαλῇ περιέπουσι μικροῦ δεῖν ἀναδούμενοι κεκρυφάλοις τὰς κόμας ὥσπερ [3.3.24.1] αἱ γυναῖκες.
 [02862]  Ἀλλὰ καὶ τὸ ὑπὸ πλειόνων οἰκετῶν καταιονεῖσθαι ἐξυβρίζειν ἐστὶν εἰς τοὺς πλησίον, πλεονεκτούντων τῇ τρυφῇ καὶ συνιέναι μὴ ἐθελόντων, ὡς κοινὸν ἐπ' ἴσης εἶναι τῶν λουομένων τὸ [3.9.47.4] βαλανεῖον δεῖν.
 [02893]  Ἀλλὰ γὰρ μικροῦ δεῖν ἔλαθέν με εἰπεῖν ὁ Πιττακὸς ἐκεῖνος, ὅτι ἤληθεν ὁ Μιτυληναίων βασιλεὺς ἐνεργῷ γυμνασίῳ χρώμενος.
 [03074]  Ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην [3.11.75.4] κακόχαρτον ἡδονὴν χαίρουσιν.
000-00-00 Serial Number=0229453385
Protrepticus Ante [Go Back]  
 [00067]  ἀλλ' οὐ πρό γε τοῦ κόσμου τοῦδε τούτων οὐδὲ εἷς, πρὸ δὲ τῆς τοῦ κόσμου καταβολῆς ἡμεῖς, οἱ τῷ δεῖν ἔσεσθαι ἐν αὐτῷ πρότερον γεγεννημένοι τῷ θεῷ, τοῦ θεοῦ λόγου τὰ λογικὰ πλάσματα ἡμεῖς, δι' ὃν ἀρχαΐζομεν, ὅτι ἐν ἀρχῇ ὁ λόγος [1.6.5] ἦν.
 [00138]  [2.13.1] Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμο λογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς ∆ηοῦς τῆς πρὸς ∆ία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν ∆ιόνυσον·
 [00553]  οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσίριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις.4.49.1 Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακεν θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον, Ἀντίνοον, ὃν ἀνιέρωσεν οὕτως ὡς Γανυμήδην ὁ Ζεύς·
000-00-00 Serial Number=0029211283
Stromata Ante [Go Back]  
 [00809]  [1.19.91.5] ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ' Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ' ἐπίγνωσιν δὲ δεῖν δι' [1.19.92.1] υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.
 [01309]  τὸ γοῦν στρατήγημα τοῦ Μωυσέως διδάσκει πρὸ τῶν κινδύνων δεῖν τὰ χρήσιμα συνιδεῖν καὶ οὕτως ἐπιβαλεῖν.
 [01469]  βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι [2.2.4.2] τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν.
 [01499]  πῶς δ' οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν [2.2.7.2] φιλοσόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
 [02180]  ἔοικεν δὲ ὁ νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν, δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τὰς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ [2.18.83.2] τὸν λόγον τὸν γνωστικὸν κατασκευάζει·
 [02186]  γυναικῶν δὲ ἅμα καὶ ἡδονῆς ἡττηθέντες ἀπέστησαν μὲν τοῦ θεοῦ, ἀπέστησαν δὲ καὶ τοῦ νόμου, καὶ μικροῦ δεῖν ὁ πᾶς λεὼς ὑποχείριος τοῖς πολεμίοις γυναικείῳ στρατηγήματι ἐγεγόνει, ἕως [2.18.84.1] αὐτοὺς κινδυνεύοντας ἀνεχαίτισε νουθετήσας φόβος.
 [02199]  ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τὸν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν·
 [02273]  ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορία, μὴ δεῖν ἐπ' ἴσης καθαρῷ καὶ ἀκαθάρτῳ, πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δὲ τῶν ἀκαθάρτων λελόγισται.
 [02279]  εἴη δ' ἂν οὗτος ὁ τῆς γεωργίας τύπος διδασκαλίας τρόπος, διδάσκων δεῖν τὰς παραφύσεις τῶν ἁμαρτιῶν ἐπικόπτειν καὶ τὰς συναναθαλλούσας τῷ γονίμῳ καρπῷ ματαίας τῆς ἐννοίας πόας, ἔστ' ἂν τελειωθῇ καὶ βέβαιον γένηται τὸ [2.18.96.2] ἔρνος τῆς πίστεως.
 [02284]  ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.
 [02310]  ἑνὸς γὰρ δεῖν ὀρέγεσθαι διδάσκει, δι' οὗ τὰ πάντα γέγονεν καὶ τοῖς [2.19.100.1] ἀξίοις τὰ ἐπηγγελμένα νέμεται.
 [02445]  τοιοῦτοι δὲ καὶ οἱ φάσκοντες ἑαυτοὺς Νικολάῳ ἕπεσθαι, ἀπομνημόνευμά τι τἀνδρὸς φέροντες ἐκ παρατροπῆς τὸ δεῖν [2.20.118.4] παραχρῆσθαι τῇ σαρκί.
 [02446]  ἀλλ' ὁ μὲν γενναῖος κολούειν δεῖν ἐδήλου τάς τε ἡδονὰς τάς τε ἐπιθυμίας καὶ τῇ ἀσκήσει ταύτῃ καταμαραίνειν τὰς [2.20.118.5] τῆς σαρκὸς ὁρμάς τε καὶ ἐπιθέσεις.
 [02621]  ἀδελφή μοί ἐστιν ἐκ πατρός, ἀλλ' οὐκ ἐκ μητρός, ἐγένετο δέ μοι καὶ εἰς γυναῖκα, τὰς ὁμομητρίους μὴ δεῖν ἄγεσθαι πρὸς γάμον διδάσκων.
 [02721]  ἡμεῖς εὐνουχίαν μὲν καὶ οἷς τοῦτο δεδώρηται ὑπὸ θεοῦ μακαρίζομεν, μονογαμίαν δὲ καὶ τὴν περὶ τὸν ἕνα γάμον σεμνότητα θαυμάζομεν, συμπάσχειν δὲ δεῖν λέγοντες καὶ ἀλλήλων τὰ βάρη βαστάζειν, μή ποτέ τις δοκῶν καλῶς ἑστάναι καὶ αὐτὸς πέσῃ.
 [03016]  [3.6.45.1] Τοῖς δὲ εὐφήμως δι' ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γάμον καὶ παιδοποιίαν μηδὲ ἀντεισά γειν τῷ κόσμῳ δυστυχήσοντας ἑτέρους μηδὲ ἐπιχορηγεῖν τῷ θανάτῳ τροφὴν ἐκεῖνα λεκτέον·
 [03324]  αὐτίκα φησὶν ἐπισκόπους δεῖν καθίστασθαι τοὺς ἐκ τοῦ ἰδίου οἴκου καὶ τῆς [3.12.79.7] ἐκκλησίας ἁπάσης προΐστασθαι μελετήσαντας.
 [03667]  δι' ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα·
 [03727]  δεῖν δ' οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, δι' αὐτὸ δὲ τὸ ἀγαθὸν [4.6.30.1] προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.
 [03761]  ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπ' αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον [4.6.33.7] αἰτουμένους.
 [03818]  [4.6.41.1] Κεφάλαιον δ', οἶμαι, πάσης ἀρετῆς κύριος παιδεύων ἡμᾶς τὸ δεῖν γνωστικώτερον δι' ἀγάπην τὴν πρὸς τὸν θεὸν θανάτου [4.6.41.2] καταφρονεῖν·
 [03978]  ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν.
 [04027]  οὐδὲν γὰρ κωλύει πολλάκις τὴν αὐτὴν παρατίθεσθαι γραφὴν εἰς ἐντροπὴν Μαρκίωνος, ἤν πως μεταβάληται πεισθείς, εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ τῷ καλέσαντι ἡμᾶς καὶ εὐαγγελισαμένῳ ἐν σώματι.
 [04141]  εἰ δὲ ἐκ τῆς ἀποβάσεως καὶ τὸ μὴ δεῖν κολασθῆναι τοῦτον φήσει, τὴν ἀπώλειαν τῶν ἀρνησομένων ἐκ προνοίας ἄκων [4.12.84.3] προσμαρτυρήσει.
 [04146]  ἀλλὰ ἀποσεῖσαι τῆς πίστεως ἡμᾶς βουλόμενος καὶ ὑπάγεσθαι ἑαυτῷ πειράζει, ὅπερ καὶ μόνον ἐπιτέτραπται αὐτῷ διά τε τὸ ἡμᾶς ἐξ ἑαυτῶν σῴζεσθαι δεῖν, ἀφορμὰς παρὰ τῆς ἐντολῆς εἰληφότας, διά τε τὸν καταισχυμμὸν τοῦ πειράσαντος καὶ ἀποτυχόντος διά τε τὴν ἰσχυροποίησιν τῶν κατὰ τὴν ἐκκλησίαν διά τε τὴν συνείδησιν τῶν [4.12.85.2] θαυμασάντων τὴν ὑπομονήν.
 [04229]  ἐμήνυσαν γὰρ ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, [4.15.97.4] ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν.
 [04471]  χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναί φησι τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ [4.20.128.2] λόγος τοῦ θεοῦ βλασφημῆται.
 [04486]  οὕτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα [4.21.130.4] κατὰ τὸν ἀπόστολον πλήρωμα νόμου τὸν Χριστόν.
 [04575]  ταύτῃ τοι λελουμένους φασὶ δεῖν ἐπὶ τὰς [4.22.142.1] ἱεροποιίας καὶ τὰς εὐχὰς ἰέναι, καθαροὺς καὶ λαμπρούς·
 [04642]  μυστικῶς οὖν ἐφ' ἡμῶν καὶ τὸ Πυθαγόρειον ἐλέγετο ἕνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἷς, ἑνὸς ὄντος τοῦ θεοῦ [4.23.152.1] κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἕξιν.
 [04902]  [5.1.11.1] Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν.
 [05068]  οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὀργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν [5.5.27.9] ἀπαλείφειν μνησικακίαν.
 [05073]  τάχα δὲ καὶ φαντασίαν τὴν ζοφερὰν συγχεῖν τῷ τῆς ἀληθείας φωτὶ δεῖν ᾐνίσσετο·
 [05075]  [5.5.28.3] Πάλιν ἐπὶ γῆς μὴ πλεῖν Πυθαγόρειόν ἐστι σύμβολον, δηλοῖ δὲ τὰ τέλη καὶ τὰ ὅμοια τῶν μισθωμάτων ταραχώδη καὶ ἄστατα ὄντα παραιτεῖσθαι δεῖν.
 [05077]  [5.5.28.4] Πάλιν δ' αὖ δακτύλιον μὴ φορεῖν μηδὲ εἰκόνας αὐτοῖς ἐγχαράσσειν θεῶν παρεγγυᾷ ὁ Πυθαγόρας, ὥσπερ Μωυσῆς πρόπαλαι διαρρήδην ἐνομοθέτησεν μηδὲν δεῖν γλυπτὸν ἢ χωνευτὸν ἢ πλαστὸν ἢ γραπτὸν ἄγαλμά τε καὶ ἀπεικόνισμα ποιεῖσθαι, ὡς μὴ τοῖς αἰσθητοῖς [5.5.28.5] προσανέχωμεν, ἐπὶ δὲ τὰ νοητὰ μετίωμεν·
 [05092]  καὶ τοῖς περὶ πρωτείων φιλονικοῦσι γνωρίμοις μετὰ ἁπλότητος τὴν ἰσότητα [5.5.30.4] παρεγγυᾷ λέγων ὡς τὰ παιδία αὐτοὺς γενέσθαι δεῖν.
 [05097]  [5.5.31.1] Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον, ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν [5.5.31.2] οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις.
 [05104]  [5.5.31.5] ∆ιὰ τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις.
 [05204]  [5.8.44.5] Ἀνάχαρσίν τε τὸν Σκύθην φασὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν τῇ μὲν λαιᾷ τὰ αἰδοῖα, τῇ δεξιᾷ δὲ τὸ στόμα, αἰνιττόμενον δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἢ ἡδονῆς.
 [05258]  σημαίνει δ', οἶμαι, διὰ τῆς τῶν στοιχείων καὶ τοῦ κόσμου διοικήσεως τὴν ὁδὸν ἡμῖν δεῖν ἐπὶ τὴν τῶν τελειοτέρων γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνῳ περιγινομένης τῆς αἰωνίου σωτηρίας·
 [05274]  ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν μετὰ τῶν φοβουμένων τὸν κύριον καὶ μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη [5.8.51.5] ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου.
 [05496]  λέγει δὲ καὶ Ζήνων ὁ τῆς Στωϊκῆς κτίστης αἱρέσεως ἐν τῷ τῆς πολιτείας βιβλίῳ μήτε ναοὺς δεῖν ποιεῖν μήτε ἀγάλματα·
 [05580]  διὸ καὶ δεῖν πιστεύειν αὐτοῖς ἐνθέοις οὖσι προσέθηκε.
 [05693]  ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώπῳ ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα [5.14.96.3] χρόνον.
 [06480]  τοῦτόν φασι δύο βίβλους ἀνειληφέναι δεῖν ἐκ τῶν Ἑρμοῦ, ὧν θάτερον μὲν ὕμνους περιέχει θεῶν, ἐκλογισμὸν δὲ βασιλικοῦ βίου τὸ δεύτερον.
 [06773]  [6.9.72.3] λῆρος γὰρ καὶ τὸ φάσκειν τὸν γνωστικὸν καὶ τέλειον μὴ δεῖν ἀφαιρεῖν θυμοῦ καὶ θάρσους, ὡς μὴ καὶ ἄνευ τούτων [6.9.73.1] κατεξαναστησομένου τῶν περιστάσεων οὐδ' ὑπομενοῦντος τὰ δεινά, ἀλλ', εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, ὡς πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος.
 [07224]  ὁ δεύτερος δὲ ἐμήνυεν λόγος μὴ δεῖν λαμβάνειν μηδὲ ἐπιφέρειν τὸ μεγαλεῖον κράτος τοῦ θεοῦ (ὅπερ ἐστὶ τὸ ὄνομα·
 [07772]  [7.7.35.1] Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν αὐτὸν καὶ λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι' αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡμέραις, ὥσπερ ἄλλοι τινές, ἀλλὰ συνεχῶς τὸν ὅλον βίον τοῦτο πράττοντες καὶ κατὰ πάντα τρόπον.
 [07818]  [7.7.41.1] Ἐνταῦθα γενόμενος ὑπεμνήσθην τῶν περὶ τοῦ μὴ δεῖν εὔχεσθαι πρός τινων ἑτεροδόξων, τουτέστιν τῶν ἀμφὶ τὴν Προδίκου αἵρεσιν, [7.7.41.2] παρεισαγομένων δογμάτων.
 [08030]  ὅθεν ἐπιστημόνως ὑφίσταται ἃ δεῖν καὶ προσήκειν αὐτῷ ὁ λόγος ὑπαγορεύει, διακρίνων ἐπιστημόνως τὰ τῷ ὄντι θαρραλέα (τουτέστι τὰ ἀγαθὰ) ἀπὸ τῶν φαινομένων καὶ τὰ φοβερὰ ἀπὸ τῶν δοκούντων, οἷον θανάτου καὶ νόσου καὶ [7.11.65.4] πενίας, ἅπερ δόξης μᾶλλον ἢ ἀληθείας ἔχεται.
 [08255]  ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας [7.14.86.2] εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν <δεῖν> εἶναι ἀδελφούς.
 [08288]  [7.15.89.2] Πρῶτον μὲν οὖν αὐτὸ τοῦτο προσάγουσιν ἡμῖν λέγοντες, μὴ δεῖν πιστεύειν διὰ τὴν διαφωνίαν τῶν αἱρέσεων·
 [08290]  πρὸς οὕς φαμεν ὅτι καὶ παρ' ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ' Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις, καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς [7.15.89.4] ἀλλήλας τῶν παρ' ὑμῖν αἱρέσεων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»