Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αὖ [165]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αὖ


000-00-00 Serial Number=0157956421
Fragmenta Ante [Go Back]  
 [00435]  ὅτε αὖ πάλιν σώφρων καὶ σοφός, τοῖς τὰ αὐτὰ αὐτῷ μετιοῦσιν.
000-00-00 Serial Number=0499561548
Paedagogus Ante [Go Back]  
 [00398]  [1.6.39.3] Εἴτε γὰρ τὸ ἐπιχορηγούμενον αἷμα τῷ ἐμβρύῳ καὶ διὰ μητρῴου πρότερον ἐπιπεμπόμενον ὀμφαλοῦ εἴτε αὖ τὸ καταμήνιον αὐτό, ἀποκλεισθὲν τῆς οἰκείας φορᾶς, κατὰ φυσικὴν ἀνάχυσιν χωρεῖν κελεύεται πρὸς τοῦ παντρόφου καὶ γενεσιουργοῦ θεοῦ ἐπὶ τοὺς φλεγμαίνοντας ἤδη μαστοὺς καὶ ὑπὸ πνεύματος ἀλλοιούμενον θερμοῦ ποθεινὴ σκευάζεται τῷ νηπίῳ τροφή, αἷμα τὸ μεταβάλλον ἐστί.
 [00401]  εἴτε αὖ ἀπὸ τῶν ἐν μαστοῖς παρακειμένων φλεβῶν ἀναστομουμένων κατὰ τὰς διατάσεις τῆς κυήσεως τὸ αἷμα μεταχεῖται εἰς τὰς φυσικὰς τῶν μαστῶν σήραγγας, τούτῳ δὲ ἀνακιρνάμενον τὸ ἀπὸ τῶν γειτνιωσῶν καταπεμπόμενον ἀρτηριῶν πνεῦμα, μενούσης ἔτι τῆς ὑποκειμένης ἀκεραίου τοῦ αἵματος οὐσίας, ἐκκυμαινόμενον λευκαίνεται καὶ τῇ τοιαύτῃ ἀνακοπῇ κατ' ἐξαφρισμὸν μεταβάλλεται, παραπλήσιόν τι πεπονθὸς τῇ θαλάττῃ, ἣν δὴ κατὰ τὰς ἐμβολὰς τῶν πνευμάτων οἱ ποιηταί φασιν [1.6.40.1] ἀποπτύειν ἁλὸς ἄχνην·
 [00672]  παιδαγωγὸς γὰρ ἅτε ἀγαθὸς ἐντέχνως σφόδρα διὰ τῆς λοιδορίας ὑποδύεται τὸν ψόγον, οἱονεὶ μάστιγι τῇ βλασφημίᾳ τὸ νωθρὸν τῆς διανοίας ἐπεγείρων, πάλιν τε αὖ ἐν [1.8.66.3] μέρει προτρέπειν ἐπιχειρεῖ τοὺς αὐτούς.
 [00966]  Ἀλλὰ γὰρ τὸ μὲν ψεκτικὸν καὶ ἀποτρεπτικὸν εἶδος ὑποδέδεικται ἡμῖν ἤδη πρότερον, νῦν δὲ αὖ τὸ προτρεπτικὸν καὶ ἐπαινετικὸν μεταχειριστέον καὶ καθάπερ ἐπὶ ζυγοῦ τὰς ἰσοστασίους ἀντισηκώσωμεν τοῦ δικαίου πλάστιγγας.
 [01290]  Ἐλθόντα δέ με, φησίν, ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλικῶν τε καὶ Συρακουσσίων τραπεζῶν πλήρης, οὐδαμῶς ἤρεσεν, δὶς τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε μόνον κοιμώμενον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ·
 [01457]  εἴτε γὰρ αὐτοῖς ἐγχέαι τις θερμοῦ κράματος, διαπυρουμένων τῶν σκευῶν ἐπώδυνος ἡ λῆψις, εἴτε αὖ ψυχρὸν πάλιν ἐγχέαι, μεταδίδωσι τῆς ποιότητος ἡ ὕλη λυμαινομένη τὸ κρᾶμα καὶ ἔστιν ἐπιβλαβὴς ἡ [2.3.35.2] πόσις ἡ πλουσία.
 [01569]  Καὶ γὰρ αὖ καὶ αὐτὸς ὃν μὲν δεῖ τρόπον ἐξαγόμενος ἐμφαίνει κοσμιότητα, μὴ ταύτῃ δὲ χωρῶν ἀκολασίαν ἐνδείκνυται.
 [01596]  Πάλιν τε αὖ·
 [01697]  Ταύτῃ γὰρ αὖ τὸν Θερσίτην πληγαῖς ᾐκίσατο ὁ σώφρων Ὀδυσσεύς, ὅτι μόνος ἀμετροεπὴς ἐκολῴα, ὅς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον.
 [01905]  Πάλιν τε αὖ κενοδοξίας ἐστὶ κυνικῆς καθάπερ τὸν ∆ιομήδη ἐπιτηδεύειν εὕδειν, ὑπὸ δ' ἔστρωται ῥινὸν βοὸς ἀγραύλοιο, [2.9.78.2] πλὴν εἰ μὴ ἄρα ἡ περίστασις ἀναγκάζοι.
 [02463]  Ἔρχεται, μετέρχεται αὖ, προσέρχεται αὖ, μετέρχεται, ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται, σμῆται, κτενίζεται, ἐμβέβηκε, τρίβεται, λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται, κοσμεῖται, ἀλείφεται·
 [02819]  ἐσθλὸς δ' αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·
 [02857]  [3.9.47.1] Οὐδὲ μὴν ἑκάστοτε λουτέον, ἀλλ' εἴτε λίαν τις εἴη κενὸς ἢ αὖ πλήρης ἄγαν, παραιτητέον τὸ βαλανεῖον·
 [02903]  [3.10.51.3] Καθάπερ γὰρ ἐπὶ τῆς τροφῆς διεξεληλύθαμεν, παραπλησίως ἐν πᾶσι καὶ πανταχοῦ οὐ πρὸς ἡδυπάθειαν τετράφθαι καὶ ἀκόλαστον χρὴ δίαιταν οὐδ' αὖ πρὸς τὴν ἐναντίαν τὴν ἄκρατον, ἀλλὰ τὴν μεταξὺ τούτων τὴν ἐμμελῆ τε καὶ σώφρονα καὶ καθαρὰν ἑκατέρας κακίας, τρυφῆς [3.10.52.1] τε καὶ φειδωλίας.
000-00-00 Serial Number=0836013258
Protrepticus Ante [Go Back]  
 [00066]  Εἴτ' οὖν ἀρχαίους τοὺς Φρύγας διδάσκουσιν αἶγες μυθικαί, εἴτε αὖ τοὺς Ἀρκάδας οἱ προσελήνους ἀναγράφοντες ποιηταί, εἴτε μὴν αὖ τοὺς Αἰγυπτίους οἱ καὶ πρώτην ταύτην ἀναφῆναι τὴν γῆν θεούς τε καὶ ἀνθρώπους ὀνειρώσσοντες·
 [00326]  [2.32.1] Ἀκούετε δὴ οὖν τῶν παρ' ὑμῖν θεῶν τοὺς ἔρωτας καὶ τὰς παραδόξους τῆς ἀκρασίας μυθολογίας καὶ τραύματα αὐτῶν καὶ δεσμὰ καὶ γέλωτας καὶ μάχας δουλείας τε ἔτι καὶ συμπόσια συμπλοκάς τ' αὖ καὶ δάκρυα καὶ πάθη καὶ [2.32.2] μαχλώσας ἡδονάς.
 [00615]  Φρύνη δὲ ὁπηνίκα ἤνθει ἡ ἑταίρα ἡ Θεσπιακή, οἱ ζωγράφοι πάντες τῆς Ἀφροδίτης εἰκόνας πρὸς τὸ κάλλος ἀπεμιμοῦντο Φρύνης, ὥσπερ αὖ καὶ οἱ λιθοξόοι τοὺς Ἑρμᾶς Ἀθήνησι πρὸς Ἀλκιβιάδην ἀπείκαζον.
 [00686]  Τοσούτων ὑμῖν οἱ δημιουργοὶ ἀθυρμάτων ὀλεθρίων οἱ λιθοξόοι καὶ οἱ ἀνδριαντοποιοὶ γραφεῖς τε αὖ καὶ τέκτονες καὶ ποιηταί, πολύν τινα καὶ τοιοῦτον ὄχλον παρεισάγοντες, κατ' ἀγροὺς μὲν Σατύρους καὶ Πᾶνας, ἀνὰ δὲ τὰς ὕλας Νύμφας τὰς ὀρειάδας καὶ τὰς ἁμαδρυάδας, ναὶ μὴν ἀλλὰ καὶ περὶ τὰ ὕδατα καὶ περὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς Ναΐδας καὶ περὶ τὴν θάλατταν [4.58.3] τὰς Νηρεΐδας.
 [00706]  Οἷαι δὲ αὖ καὶ ἄλλαι ὑμῶν εἰκόνες, πανίσκοι τινὲς καὶ γυμναὶ κόραι καὶ σάτυροι μεθύον τες καὶ μορίων ἐντάσεις, ταῖς γραφαῖς ἀπογυμνούμεναι, [4.61.2] ἀπὸ τῆς ἀκρασίας ἐλεγχόμεναι.
 [00890]  Πάλιν δὲ αὖ διὰ Ἡσαΐου Τίς μετρήσει, φησί, τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;
 [01119]  [10.98.1] Ὁ Φειδίας ὑμῶν καὶ ὁ Πολύκλειτος ἡκόντων Πραξι τέλης τε αὖ καὶ Ἀπελλῆς καὶ ὅσοι τὰς βαναύσους μετέρχονται τέχνας, γήινοι γῆς ὄντες ἐργάται.
 [01325]  οὐ γὰρ μιμεῖσθαί τις δυνήσεται τὸν θεὸν ἢ δι' ὧν ὁσίως θεραπεύσει οὐδ' αὖ θεραπεύειν καὶ σέβειν ἢ μιμού [11.117.2] μενος.
000-00-00 Serial Number=0680356860
Quis dives salvetur Ante [Go Back]  
 [00019]  καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς διὰ οἰκείαν φιλοκέρδειαν, πρῶτον μὲν αὐτῶν ἐξαιρεῖν τῷ λόγῳ τὴν κενὴν ἀπόγνωσιν καὶ δηλοῦν μετὰ τῆς δεούσης ἐξηγήσεως τῶν λογίων τοῦ κυρίου διότι οὐκ ἀποκέκο πται τέλεον αὐτοῖς ἡ κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν [3.2] ὑπακούσωσι ταῖς ἐντολαῖς·
 [00118]  καὶ γὰρ αὖ κἀκεῖνό ἐστι·
 [00191]  πάλιν αὖ κατὰ τὸν αὐτὸν τρόπον καὶ γνήσιος πτωχὸς καὶ νόθος ἄλλος πτωχὸς καὶ ψευδώνυμος.
 [00293]  διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη προκατεγνωσμένους οὐδὲ καταποντι στέον αὖ πάλιν τὸν πλοῦτον οὐδὲ καταδικαστέον ὡς τῆς ζωῆς ἐπί βουλον καὶ πολέμιον, ἀλλὰ μαθητέον τίνα τρόπον καὶ πῶς πλούτῳ [27.2] χρηστέον καὶ τὴν ζωὴν κτητέον.
000-00-00 Serial Number=0773729861
Stromata Ante [Go Back]  
 [00046]  σκοπεῖσθαι οὖν ἀκόλουθον ἄρα τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανῃρημένῳ, εἰ μὴ θρασέως καί τισιν ἀντιζηλούμενος ἐπεπήδησεν τῇ διδασκαλίᾳ, εἰ μὴ φιλόδοξος ἡ κοινωνία τοῦ λόγου, εἰ τοῦτον μόνον καρποῦται τὸν μισθόν, τὴν σωτηρίαν τῶν ἐπαϊόντων, τό τε μὴ πρὸς χάριν ὁμιλεῖν δωροδοκίας [1.1.6.2] τε αὖ διαβολὴν διαπέφευγεν ὁ δι' ὑπομνημάτων λαλῶν·
 [00204]  πάλιν τε αὖ διαρρήδην ἐξ ὀνόματος κυρίου γέγραπται·
 [00278]  [1.5.32.4] Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως (ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν ἐγώ εἰμι ἡ ἀλήθεια), τήν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς.
 [00283]  ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ παρακολουθοῦντος, ὥστε μηδ' ἂν ἄλλως ἔχειν τὸ ἀποδειχθὲν οἴεσθαι, τοῖς τε αὖ δι' ἀπάτην ὑποτρέχουσιν ἡμῖν ὑποπίπτειν [1.6.33.3] οὐκ ἐᾷ.
 [00292]  τὸ δ' ἄλλους παρ' ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων [1.6.34.4] παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ' ἀρετὴν οὐδ' ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλο κἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί.
 [00293]  φύσει δ' αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς [1.6.35.1] ἐδημιούργησεν.
 [00341]  ἥ τε αὖ θρυλουμένη κατὰ τὰς διατριβὰς διαλεκτικὴ γύμνασμα φιλοσόφου περὶ τὸ ἔνδοξον δείκνυται ἀντιλογικῆς ἕνεκεν δυνάμεως·
 [00370]  βιάζεταί τε πολλάκις ὀδύνη τε καὶ ἀλγηδὼν φιλονικία τε αὖ καὶ θυμὸς μεταδοξάσαι, καὶ ἐπὶ πᾶσι γοητεύονται οἱ ἤτοι ὑφ' ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου δείσαντες·
 [00490]  σχεδὸν γὰρ οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδ' αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ [1.12.56.1] ἐνθουσιαστικώτερα.
 [00513]  πάλιν τε αὖ βεβαιοῖ σαφέστερον τὰ εἰρημένα ἥδε ἡ ῥῆσις·
 [00538]  πάλιν αὖ Χίλωνι τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ μηδὲν ἄγαν·
 [00645]  Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυσαν μηδ' εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς [1.16.74.3] ἀλούτους ἐνομοθέτησαν γεωμετρίας τε αὖ εὑρεταὶ <οἱ αὐτοὶ> γεγόνασιν.
 [00655]  [1.16.75.4] Κέλμις τε αὖ καὶ ∆αμναμενεὺς οἱ τῶν Ἰδαίων δάκτυλοι πρῶτοι σί δηρον εὗρον ἐν Κύπρῳ, ∆έλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, [1.16.75.5] ὡς δὲ Ἡσίοδος, Σκύθης.
 [00686]  μέλος τε αὖ πρῶτος περιέθηκε τοῖς ποιήμασι καὶ τοὺς Λακεδαιμονίων νόμους ἐμελοποίησε Τέρπανδρος ὁ Ἀντισσαῖος, διθύραμβον δὲ ἐπενόησεν Λᾶσος Ἑρμιονεύς,ὕμνον Στησίχορος Ἱμεραῖος, χορείαν Ἀλκμὰν Λακεδαιμόνιος, τὰ ἐρωτικὰ Ἀνακρέων Τήιος, ὑπόρχησιν Πίνδαρος Θηβαῖος νόμους τε πρῶτος [1.16.79.1] ᾖσεν ἐν χορῷ καὶ κιθάρᾳ Τιμόθεος ὁ Μιλήσιος.
 [00696]  Ἀντίλοχος δὲ αὖ ὁ τοὺς ἵστορας πραγματευσάμενος ἀπὸ τῆς Πυθαγόρου ἡλικίας ἐπὶ τὴν Ἐπικούρου τελευτήν, ** γαμηλιῶνος δὲ δεκάτῃ ἱσταμένου γενομένην, ἔτη [1.16.80.3] φέρει τὰ πάντα τριακόσια δώδεκα.
 [00827]  εἴτ' αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι, τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν, καθὸ καὶ τὴν δικαιοσύνην φυσικὴν εἰρήκαμεν, εἴτε μὴν κοινὸν ἐσχηκέναι νοῦν, τίς ὁ τούτου πατὴρ καὶ τῆς κατὰ τὴν τοῦ [1.19.94.3] νοῦ διανομὴν δικαιοσύνης σκοπήσωμεν.
 [01040]  προφητεύουσι δὲ καὶ ἐπὶ Σεδεκίου ἔτι Ἱερεμίας καὶ Ἀμβακούμ, ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι προφητεύει Ἰεζεκιήλ, μεθ' ὃν Ναοὺμ ὁ προφήτης, ἔπειτα ∆ανιήλ, πάλιν αὖ μετὰ τοῦτον προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας ἐπὶ ∆αρείου τοῦ πρώτου ἔτη δύο, [1.21.123.1] μεθ' ὃν ὁ ἐν τοῖς δώδεκα Ἄγγελος.
 [01081]  τούτου δ' αὖ ὁπόσοις ἔτεσι Μωυσῆς προτερεῖ, ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται.
 [01098]  σιγάσθω γὰρ Κομήτης ὁ Κρής, Κινύρας ὁ Κύπριος, Ἄδμητος ὁ Θετταλός, Ἀρισταῖος ὁ Κυρηναῖος, Ἀμφιάραος ὁ Ἀθηναῖος, Τιμόξενος ὁ Κερκυραῖος, ∆ημαίνετος ὁ Φωκαεύς, Ἐπιγένης ὁ Θεσπιεύς, Νικίας ὁ Καρύστιος, Ἀρίστων ὁ Θετταλός, ∆ιονύσιος ὁ Καρχηδόνιος, Κλεοφῶν ὁ Κορίνθιος, Ἱππώ τε ἡ Χείρωνος καὶ Βοιὼ καὶ Μαντὼ καὶ τῶν Σιβυλλῶν τὸ πλῆθος, ἡ Σαμία ἡ Κολοφωνία ἡ Κυμαία ἡ Ἐρυθραία ἡ Φυτὼ ἡ Ταραξάνδρα ἡ Μακέτις ἡ Θετταλὴ ἡ Θεσπρωτίς, Κάλχας τε αὖ καὶ Μόψος, οἳ κατὰ τὰ Τρωϊκὰ γεγόνασι, πρεσβύτερος δὲ ὁ Μόψος, [1.21.133.1] ὡς ἂν συμπλεύσας τοῖς Ἀργοναύταις.
 [01103]  ἀλλὰ καὶ τῶν παρ' Αἰγυπτίοις ἀνθρώπων ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν, Ἑρμῆς τε ὁ Θηβαῖος καὶ Ἀσκληπιὸς ὁ Μεμφίτης, Τειρεσίας τε αὖ καὶ Μαντὼ ἐν Θήβαις, ὥς φησιν Εὐριπίδης, Ἕλενος ἤδη καὶ Λαοκόων καὶ Οἰνώνη Κεβρῆνος ἐν [1.21.134.2] Ἰλίῳ·
 [01156]  πάλιν τε αὖ ἀπὸ τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταῖα δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἓν μῆνες ἓξ ἡμέραι εἴκοσι τέσσαρες.
 [01198]  φασὶ δὲ εἶναι τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος τὴν πεντεκαιδεκάτην τοῦ [1.21.146.3] Τυβὶ μηνός, τινὲς δὲ αὖ τὴν ἑνδεκάτην τοῦ αὐτοῦ μηνός.
 [01289]  πάλιν τε αὖ τὸ νομοθετικὸν μέρος [1.24.158.2] ἂν εἴη τοῦ βασιλικοῦ, καθάπερ καὶ τὸ δικαστικόν.
 [01371]  νόμων τε αὖ ἐξηγητὴς οὗτος αὐτός, δι' οὗ ὁ νόμος ἐδόθη, ὁ πρῶτος ἐξηγητὴς τῶν θείων προσταγμάτων, ὁ τὸν κόλπον τοῦ πατρὸς ἐξηγούμενος υἱὸς [1.26.170.1] μονογενής.
 [01375]  τόν τε Μίνω παρὰ ∆ιὸς δι' ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ ∆ιὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς ∆ελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν.
 [01530]  ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ' ἕκαστον διάστημα, κατ' ἐπακολούθημα δ' αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ [2.3.11.1] ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν.
 [01630]  πλουσίους δ' αὖ σφόδρα εἶναι καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι·
 [01643]  καλὸν δ' αὖ εἶναι τὸν σοφὸν ὁ Ἀθηναῖος ξένος ὡδὶ λέγει·
 [01717]  εἰ δὲ αἱ αὐταὶ αἱ μοναὶ ὑπὸ τῆς προφητείας ἡμῖν τε αὖ καὶ τοῖς πατριάρχαις καταγγέλλονται, εἷς ἀμφοῖν ταῖν [2.6.29.1] διαθήκαιν δείκνυται ὁ θεός.
 [01834]  στέρξις δ' αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως, ἀγάπησις δὲ ἀπόδεξις παντελής, καὶ τὸ ἀγαπᾶν [2.9.42.2] ἀρέσκεσθαι τῷ ἤθει, ἀγόμενόν τε καὶ ἀπαγόμενον·
 [01938]  ἀγαπῶμέν τε αὖ, οὕτως ἔχειν τὰ παρῳχηκότα πίστει πεπεισμένοι, τὰ μέλλοντα ἐλπίδι [2.12.53.2] ἀπεκδεχόμενοι.
 [01989]  καὶ πάλιν αὖ·
 [02204]  [2.18.86.2] ἔν τε αὖ τῇ τρυγῇ τὸ ἐπιέναι πάλιν τὰ καταλειφθέντα δρεπομένους καὶ τὸ τὰς ἀποπιπτούσας ῥῶγας συλλέγειν κεκώλυκεν·
 [02212]  πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἃ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ [2.18.86.7] ὑποσχόντας δίκην μὴ διὰ βίου κολάζεσθαι ἐθέλων.
 [02264]  [2.18.93.2] πάλιν αὖ ὁ χρηστὸς νόμος ἀπαγορεύει ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν ἔκγονον καὶ μητέρα.
 [02312]  [2.19.100.2] πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ·
 [02398]  ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυεῖν τῶν [2.20.111.2] προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα.
 [02403]  [2.20.112.1] Οἱ δ' ἀμφὶ τὸν Βασιλείδην προσαρτήματα τὰ πάθη καλεῖν εἰώθασι, πνεύματά <τέ> τινα ταῦτα κατ' οὐσίαν ὑπάρχειν προσηρτημένα τῇ λογικῇ ψυχῇ κατά τινα τάραχον καὶ σύγχυσιν ἀρχικὴν ἄλλας τε αὖ πνευμάτων νόθους καὶ ἑτερογενεῖς φύσεις προσεπιφύεσθαι ταύταις οἷον λύκου, πιθήκου, λέοντος, τράγου, ὧν τὰ ἰδιώματα περὶ τὴν ψυχὴν φανταζόμενα τὰς ἐπιθυμίας τῆς ψυχῆς τοῖς ζῴοις ἐμφερῶς [2.20.112.2] ἐξομοιοῦν λέγουσιν·
 [02526]  [2.21.129.1] Πάλιν δ' αὖ Ζήνων μὲν ὁ Στωϊκὸς τέλος ἡγεῖται τὸ κατ' ἀρετὴν ζῆν, Κλεάνθης δὲ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, <∆ιογένης δὲ τὸ τέλος κεῖσθαι ἡγεῖτο> ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν [2.21.129.2] ἐκλογῇ κεῖσθαι διελάμβανεν.
 [02528]  Ἀρχέδημός τε αὖ οὕτως ἐξηγεῖτο εἶναι τὸ τέλος, <ζῆν> ἐκλεγόμενον τὰ κατὰ φύσιν [2.21.129.4] μέγιστα καὶ κυριώτατα, οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν.
 [02629]  οὐκ ἂν οὖν ἐκφύγοιεν τὴν Βουζύγιον ἀρὰν ὅσοι μὴ δοκιμάζοντες σφίσι συμφέρειν τινὰ ἑτέροις ταῦτα παρακελεύονται ποιεῖν, ἢ [2.23.139.2] αὖ τοὔμπαλιν.
 [02661]  πυρῶν γὰρ οἶμαι καὶ κριθῶν τε αὖ κατὰ τοὺς οἰκείους καιροὺς καταβαλλομένων σπερμάτων τιμιώτερός ἐστιν ὁ σπειρόμενος ἄνθρωπος, ᾧ πάντα φύεται, κἀκεῖνά γε καὶ νήφοντες καταβάλλουσι [2.23.143.3] τὰ σπέρματα οἱ γεωργοί.
 [02791]  τὸν δ' αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.
 [02838]  ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ' αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων [3.3.21.1] μυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες.
 [02857]  [3.3.23.1] πάλιν δ' αὖ τὰ ὅμοια τούτοις ὧδε ἀποδίδωσι·
 [02954]  [3.4.37.3] ὁμοίως τε αὖ καὶ τῇ ἀγαπήσεις τὸν κύριον ἐντολῇ ἀντιτασσομένους ἔδει οὐδὲ τὸν τῶν ὅλων θεὸν ἀγαπῆσαι, καὶ πάλιν εἰπόντος οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτὸν ὑμᾶς ἀκόλουθον ἦν καὶ τὰ γλυπτὰ [3.4.37.4] προσκυνεῖν.
 [02977]  [3.5.40.1] Ἵν' οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ' αὖ καθ' ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώμεθά τε ἐπ' αὐτοῖς καὶ ἐπὶ μήκιστον τὰ ὑπομνήματα προάγωμεν, φέρε εἰς δύο διελόντες [3.5.40.2] τάγματα ἁπάσας τὰς αἱρέσεις ἀποκρινώμεθα αὐτοῖς.
 [03134]  πάλιν τε αὖ ὅταν εἴπῃ·
 [03210]  ἄνθρωπον δὲ καλεῖ ἡ γραφὴ διχῶς, τόν τε φαινόμενον καὶ τὴν ψυχήν, πάλιν τε αὖ τὸν σῳζόμενον καὶ τὸν μή.
 [03260]  ἥ τε αὖ Λευιτικὴ φυλὴ τοῦτον φυλάσσουσα τὸν τῆς φύσεως νόμον ἐκ θεοῦ ἐλάττων τὸν ἀριθμὸν παρὰ τὰς ἄλλας εἰς τὴν προκατηγγελμένην εἰσῆλθε γῆν·
 [03295]  πάλιν τε αὖ (κάμνει γὰρ οὐδ' ὁπωστιοῦν ὠφελῶν) οὐκ ὀκνεῖ ἐπιλέγειν·
 [03319]  ἡ πρόθεσίς τε ἑκάστου τοῦ τε ἑαυτὸν εὐνουχίσαντος τοῦ τε αὖ γάμῳ διὰ παιδοποιίαν συζεύξαντος ἀνένδοτος πρὸς τὸ ἧττον [3.12.79.4] διαμένειν ὀφείλει.
 [03326]  πάλιν τε αὖ περὶ τοῦ νόμου διαλεγόμενος ἀλληγορίᾳ χρώμενος ἡ γὰρ ὕπανδρος γυνὴ φησὶ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ καὶ τὰ ἑξῆς.
 [03380]  καὶ καλὸν μένειν ὡς κἀγώ, ἀλλ' ὅ τε χρώμενος μετ' εὐχαριστίας ὅ τε αὖ μὴ χρώμενος καὶ αὐτὸς μετ' εὐχαριστίας [3.12.86.1] μετά τε ἐγκρατοῦς ἀπολαύσεως βιούτω κατὰ λόγον.
 [03417]  πάλιν τε αὖ ὁ σωτὴρ τοὺς Ἰουδαίους γενεὰν εἰπὼν πονηρὰν καὶ μοιχαλίδα διδάσκει μὴ ἐγνωκότας νόμον ὡς ὁ νόμος βούλεται, παραδόσει δὲ τῇ τῶν πρεσβυτέρων καὶ ἐντάλμασιν ἀνθρώπων κατηκολουθηκότας, μοιχεύειν τὸν νόμον, οὐχ ὡς ἄνδρα καὶ κύριον τῆς παρθενίας [3.12.90.3] αὐτῶν δεδεγμένους.
 [03475]  πάλιν τε αὖ Κορινθίοις γράφων ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ λέγει, ἀλλ' οὐ πολλοὺς πατέρας·
 [03599]  τούτου τε αὖ οἱ τοῦ θεοῦ ἄγγελοι σοφώτεροι·
 [03639]  οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δι' ἀγάπης πιστόν, τῷ δ' αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει [4.4.13.3] θεόν.
 [03783]  πάλιν τε αὖ θεασάμενος εἰς τὸ γαζοφυλάκιον τὸν μὲν πλούσιον ἀναλόγως τῇ κτήσει βεβληκότα, τὴν δὲ χήραν χαλκοῦς δύο, πλεῖον ἔφη τὴν χήραν βεβληκέναι πάντων·
 [03790]  [4.6.36.5] πάλιν τε αὖ τὰς κατ' ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς, διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ <διὰ> τοῦ ἑκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπ' ἴσης δίκαιον μεμήνυκεν διὰ [4.6.37.1] τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων.
 [03793]  διὰ σαφεστέρων τε αὖ τὸ αὐτὸ ὧδέ πως λέγει·
 [03836]  <ὅτι> ὁ δι' ἀγάπην τὴν πρὸς τὸν θεὸν παθὼν διὰ τὴν ἰδίαν ἔπαθε σωτηρίαν ὅ τε αὖ διὰ τὴν ἰδίαν ἀποθνῄσκων σωτηρίαν διὰ τὴν ἀγάπην ὑπομένει τοῦ κυρίου.
 [03858]  πάλιν τε αὖ·
 [04211]  πάλιν δ' αὖ φησιν·
 [04261]  πάλιν τε αὖ τῷ γνωστικῷ ποθοῦντι γενέσθαι γέγραπται·
 [04422]  πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν [4.19.119.2] διὰ πίστεως ἀναλύουσα δόγμα·
 [04451]  ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἂν δοξάζοιτο εἶναι κακὸν ἢ τοῦ ἀκολασταίνοντος, σωφροσύνη δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου.
 [04507]  πάλιν τε αὖ ἑκάστῳ [4.21.132.3] δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
 [04564]  ὅσα δ' αὖ περὶ ὕπνου λέγουσι, τὰ αὐτὰ χρὴ καὶ περὶ θανάτου ἐξακούειν.
 [04574]  [4.22.141.4] ἡμέραν δὲ τὸν υἱὸν ἀλληγορεῖ καὶ φῶς, τάς τε αὖ παραγγελίας ὅπλα φωτὸς μεταφορικῶς.
 [04651]  καὶ δὴ αἱ ἐντολαὶ οἷαί τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφ' ἡμῶν, οἷς εὐλόγως ἕπεται ἔπαινός τε καὶ ψόγος, οἵ τ' αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπ' αὐτοῖς μόνοις κολάζονται·
 [04718]  ᾗ δ' αὖ ἐστι νοῦς, τοῦ λογικοῦ καὶ κριτικοῦ τόπου·
 [04732]  ἀλλ' οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ [4.26.164.4] σῶμα, οὐδὲ μὴν ὃ μή ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν.
 [04760]  ἄλλος δ' αὖ προφήτης φησίν·
 [04762]  ἔμπαλιν γὰρ αὖ τὸν ἑλόμενον τὴν ἀμαθίαν καὶ τὴν σκληροκαρδίαν γῆν εἴρηκεν καὶ τὸ ἐνωτίζου ἀπὸ τῶν ὀργάνων τῆς ἀκοῆς τῶν ὤτων προσηγόρευσεν, τὰ σαρκικὰ τοῖς προσανέχουσι τοῖς αἰσθητοῖς ἀπονείμας.
 [04845]  ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.
 [04897]  ὅταν δ' αὖ θεοὶ γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται, βουκόλοι νομεῖς, οἱ δ' ἐν ταῖς παρ' ἡμῖν πόλεσιν εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν φέρονται.
 [04908]  [5.1.11.4] ἀλλὰ τὸ μὲν διορατικὸν τῆς ψυχῆς ἀποτείνειν πρὸς τὴν εὕρεσιν χρὴ καὶ τὰ ἐμποδὼν διακαθαίρειν φιλονικίαν τε αὖ καὶ φθόνον καὶ τὴν ἔριν αὐτὴν τὴν κάκιστα ἐξ ἀνθρώπων ὀλουμένην ἀπορρῖψαι τέλεον.
 [04915]  ὃ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπ' ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοὶ περὶ ψευδαποφάσκοντος λόγου καὶ κερατίνου διαλεληθότος τε αὖ καὶ κροκοδειλίνου σωρίτου τε ἔτι καὶ ἐγκεκαλυμμένου περί τε ἀμφιβολιῶν καὶ σοφισμάτων.
 [04955]  τῷ δ' αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει.
 [05014]  [5.4.21.4] Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρ' Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.
 [05077]  [5.5.28.4] Πάλιν δ' αὖ δακτύλιον μὴ φορεῖν μηδὲ εἰκόνας αὐτοῖς ἐγχαράσσειν θεῶν παρεγγυᾷ ὁ Πυθαγόρας, ὥσπερ Μωυσῆς πρόπαλαι διαρρήδην ἐνομοθέτησεν μηδὲν δεῖν γλυπτὸν ἢ χωνευτὸν ἢ πλαστὸν ἢ γραπτὸν ἄγαλμά τε καὶ ἀπεικόνισμα ποιεῖσθαι, ὡς μὴ τοῖς αἰσθητοῖς [5.5.28.5] προσανέχωμεν, ἐπὶ δὲ τὰ νοητὰ μετίωμεν·
 [05097]  [5.5.31.1] Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον, ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν [5.5.31.2] οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις.
 [05182]  ναὶ μὴν καὶ ἐν ∆ιοσπόλει τῆς Αἰγύπτου ἐπὶ τοῦ ἱεροῦ καλουμένου πυλῶνος διατετύπωται παιδίον μὲν γενέσεως σύμβολον, φθορᾶς δὲ ὁ γέρων, θεοῦ τε αὖ ὁ ἱέραξ, ὡς ὁ ἰχθὺς μίσους, καὶ κατ' ἄλλο πάλιν [5.7.42.1] σημαινόμενον ὁ κροκόδειλος ἀναιδείας.
 [05187]  ὥσπερ ἀμέλει γῆς τε αὐτῆς καὶ γεωργίας καὶ τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ [5.7.42.4] μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα.
 [05214]  [5.8.45.6] οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς δι' ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλον ται, ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι αὖ καίονται, οὕτως καὶ <αὐ>τοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.
 [05262]  μίτον δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι, καὶ δάκρυα ∆ιὸς τὸν ὄμβρον δηλοῦν, Μοίρας τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν·
 [05290]  [5.8.52.5] ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγῃ ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος, τὴν ἐπιθυμίαν, σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι ἔρριψεν εἰς θάλασσαν, εἰς τὰς [5.8.53.1] κοσμικὰς ἀταξίας ἀποβαλών.
 [05514]  Ὀρφεύς τε αὖ ὁ θεολόγος ἐντεῦθεν ὠφελημένος εἰπών·
 [05636]  [5.14.90.4] Τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ [5.14.90.5] ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο.
 [05732]  [5.14.99.1] Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, ἐκεῖνο ἀπεικαστέον·
 [05742]  [5.14.100.2] πάλιν τε αὖ ὁ αὐτός τε εἴ σε (ἔφη) ὁ Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας, [5.14.100.3] Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει Ἥφαιστον δ' ἐκέλευσε περικλυτὸν ὅτ<τ>ι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον.
 [05789]  πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ [5.14.105.3] Ἡρακλείτῳ.
 [05969]  αὐτὸς δ' αὖ μέγαν αὖτις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ' ὑπὸ ποσσὶ βέβηκεν.
 [06039]  [5.14.131.1] Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων·
 [06162]  [6.2.5.9] Πάλιν δ' αὖ Ὁμήρου εἰπόντος·
 [06165]  φοβερὸν ἀνθρώποις τόδ' αὖ, κταμένοις ἐπ' αἰζηοῖσιν καυχᾶσθαι μέγα.
 [06221]  καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
 [06237]  [6.2.11.3] Πάλιν αὖ τὸ Ὁμηρικὸν παραφράζων Εὐριπίδης·
 [06291]  Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ' αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται.
 [06320]  [6.2.18.4] Ἰσοκράτους τε αὖ εἰπόντος δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενη [6.2.18.5] μένοις τεκμαίρεσθαι Ἀνδοκίδης οὐκ ὀκνεῖ λέγειν·
 [06366]  [6.2.23.1] Ἡροδότου τε αὖ ἐν τῷ περὶ Γλαύκου τοῦ Σπαρτιάτου λόγῳ φήσαντος τὴν Πυθίαν εἰπεῖν τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι [6.2.23.2] ἴσον γενέσθαι, Ἀριστοφάνης ἔφη·
 [06770]  νοερὸς γὰρ ὁ λόγος τοῦ θεοῦ, καθ' ὃ ὁ τοῦ νοῦ εἰκονισμὸς ὁρᾶται ἐν μόνῳ τῷ ἀνθρώπῳ, ᾗ καὶ θεοειδὴς καὶ θεοείκελος ὁ ἀγαθὸς ἀνὴρ κατὰ ψυχὴν ὅ τε αὖ θεὸς ἀνθρωποειδής·
 [06787]  ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι' ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
 [06814]  ἔκ τε αὖ τῆς ἀστρονομίας γῆθεν αἰωρούμενος τε τῷ νῷ συνυψωθήσεται οὐρανῷ καὶ τῇ περιφορᾷ συμπεριπολήσει, ἱστορῶν ἀεὶ τὰ θεῖα καὶ τὴν πρὸς ἄλληλα συμφωνίαν, ἀφ' ὧν [6.10.80.4] ὁρμώμενος Ἀβραὰμ εἰς τὴν τοῦ κτίσαντος ὑπεξανέβη γνῶσιν.
 [06907]  πάλιν τε αὖ ἀκούειν ἔξεστιν·
 [06941]  [6.12.96.3] Πάντες μὲν οὖν, ὡς ἔφην, πρὸς ἀρετῆς κτῆσιν πεφύκασιν, ἀλλ' ὃ μὲν μᾶλλον, ὃ δ' ἧττον πρόσεισι τῇ τε μαθήσει τῇ τε ἀσκήσει, διὸ καὶ οἳ μὲν ἐξήρκεσαν μέχρι τῆς τελείας ἀρετῆς, οἳ δὲ μέχρι τινὸς ἔφθασαν, ἀμεληθέντες δ' αὖ τινες, καὶ εἰ ἄλλως ἦσαν εὐφυεῖς, εἰς [6.12.96.4] τοὐναντίον ἀπετράπησαν.
 [06968]  τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ' οὖν παῖδας μήτ' αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ [6.12.100.3] δικαιοσύνης προτιμῶν.
 [07128]  ἡ γοῦν φιλο σοφία, πρόνοιαν καταγγέλλουσα καὶ τοῦ μὲν εὐδαίμονος βίου τὴν ἀμοιβήν, τοῦ δ' αὖ κακοδαίμονος τὴν κόλασιν, περιληπτικῶς θεολογεῖ, τὰ πρὸς ἀκρίβειαν δὲ καὶ τὰ ἐπὶ μέρους οὐκέτι σῴζει.
 [07173]  ἀλλὰ μὴν καὶ σοφία λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ παιδεία λόγοι τε αὖ φρονήσεως καὶ στροφαὶ λόγων καὶ δικαιοσύνη ἀληθὴς διδασκαλία τε αὖ τοῦ κατευθῦναι κρῖμα καὶ πανουργία ἀκάκοις κατὰ τὴν παιδείαν περιγινομένη [6.15.130.2] αἴσθησίς τε καὶ ἔννοια τῷ νεοκατηχήτῳ γινομένη.
 [07197]  ἡ δὲ τῆς γῆς εἰκὼν περιέχει ἀνθρώπους, κτήνη, ἑρπετά, θηρία καὶ τῶν ἐνύδρων ἰχθύας καὶ κήτη, τῶν τε αὖ πτηνῶν ὁμοίως τά τε σαρκοβόρα καὶ τὰ ἡμέρῳ χρώμενα τροφῇ, φυτῶν τε ὡσαύτως τὰ καρποφόρα καὶ ἄκαρπα.
 [07220]  πάλιν τε αὖ ὡς αἴσθησις πρὸς τὸ αἰσθητόν, οὕτως νόησις πρὸς τὸ νοητόν.
 [07302]  πᾶν τε αὖ τὸ καλὸν καὶ σεμνὸν παρὰ τοῦ θεοῦ δι' υἱοῦ γιγνώσκεται.
 [07366]  ταύτῃ φησὶν ἡ γραφὴ πνεῦμα αἰσθήσεως δεδόσθαι τοῖς τεχνίταις ἐκ τοῦ θεοῦ, τὸ δὲ οὐδὲν ἀλλ' ἢ φρόνησίς ἐστι, δύναμις ψυχῆς θεωρητικὴ τῶν ὄντων καὶ τοῦ ἀκολούθου ὁμοίου τε καὶ ἀνομοίου διακριτική τε αὖ καὶ συνθετικὴ καὶ προστακτικὴ καὶ ἀπαγορευτικὴ τῶν τε μελλόντων καταστοχαστική.
 [07371]  πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι' ὅλου τεταμένη τοῦ κόσμου διά τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ' ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσίς τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένη τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἀν τοῖς αἰσθητοῖς πιστωσαμένη τό γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὀρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ' ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοίων καὶ μεταβάσει ποιήσει τινὰ [6.17.155.4] ὁρμὴν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται.
 [07552]  διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ <αἱ> πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (δικαίῳ γὰρ νόμος οὐ κεῖται) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ' αὖ κακία ἡσθέντα συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην ἐπεκτεινομένην εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν καταντήσῃ εἰς ἄνδρα [7.2.10.2] τέλειον, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν.
 [07555]  διὸ καὶ τὰς ἐντολὰς ἃς ἔδωκεν τάς τε προτέρας τάς τε δευτέρας ἐκ μιᾶς ἀρυτόμενος πηγῆς ὁ κύριος, οὔτε τοὺς πρὸ νόμου ἀνόμους εἶναι ὑπεριδὼν οὔτ' αὖ τοὺς μὴ ἐπαΐοντας τῆς [7.2.11.2] βαρβάρου φιλοσοφίας ἀφηνιάσαι συγχωρήσας.
 [07559]  [7.2.12.1] Πάντ' οὖν ὅσα μηδὲν ἐκώλυεν ἑκούσιον εἶναι τῷ ἀνθρώπῳ τὴν αἵρεσιν, συνεργὰ πρὸς ἀρετὴν ἐποίησέν τε καὶ ἔδειξεν, ὅπως ἁμῇ γέ πῃ καὶ τοῖς ἀμυδρῶς διορᾶν δυναμένοις ὁ τῷ ὄντι μόνος εἷς παντοκράτωρ ἀγαθὸς ἀναφαίνηται θεός, ἐξ αἰῶνος εἰς αἰῶνα σῴζων διὰ [7.2.12.2] υἱοῦ, κακίας δ' αὖ πάντῃ πάντως ἀναίτιος.
 [07568]  αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά τε τὴν διδασκαλίαν κατά τε τὴν δι' ἔργων [7.3.13.3] εὐποιίαν.
 [07578]  οὔτ' οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖον, πλῆρες ὂν καὶ πάντα παρέχον παντὶ τῷ γενητῷ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ' αὖ δόξῃ καὶ τιμῇ κηλεῖται τὸ θεῖον ἢ παράγεται τοιούτοις τισίν, ἀλλ' ὅμοιον τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσι φαίνεται, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδῷεν ἢ φόβου ἕνεκεν ἀπειλουμένου ἢ δώρων ὑποσχέσει [7.3.15.2] μειζόνων.
 [07592]  τίνα τε αὖ τὰ μὲν ὡς διήκοντα, τὰ δὲ ὡς περιέχοντα, καὶ τίνα μὲν συνημμένα, τίνα δὲ διεξευγμένα.
 [07594]  ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτός ἐστιν ὁ ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστίν, πῶς τε αὖ ποιεῖν ἢ πάσχειν προσήκει, τίνες τε ἀρεταὶ τούτου καὶ κακίαι τίνες, περί τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μέσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε [7.3.17.4] ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης.
 [07595]  ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνῃ εἰς τὴν τῆς σοφίας κατακέχρηται κτῆσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικὰ ὑπομένειν μόνον, ἀλλὰ κἀν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὀργῆς <κρατεῖν> καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας ἢ μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς [7.3.17.5] ἀντιτάσσεσθαι.
 [07600]  σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων <καλῶν> ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει <πάντα> πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν [7.3.18.3] περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ.
 [07732]  φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ' αὖ καὶ ἐξ αὐτῆς τῆς [7.6.31.6] τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν.
 [08044]  οὔτ' οὖν φόβῳ τῶν μειζόνων δεινῶν τὰ ἐλάττω καθάπερ οἱ λοιποὶ ὑπομένοντες οὔτ' αὖ ψόγον τὸν ἀπὸ τῶν ὁμοτίμων καὶ ὁμογνωμόνων ὑφορώμενοι τῇ τῆς κλήσεως ἐμμένουσιν ὁμολογίᾳ, ἀλλὰ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην ἑκόντες πείθονται τῇ κλήσει, μηδένα ἕτερον σκοπὸν ἑλόμενοι ἢ τὴν πρὸς τὸν θεὸν εὐαρέστησιν, οὐχὶ δὲ διὰ τὰ [7.11.67.2] ἆθλα τῶν πόνων.
 [08052]  οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ' αὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ' οὐδὲ δι' ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ' ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα [7.11.67.7] καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς).
 [08195]  χρὴ γὰρ μήτε, ἐὰν ἀγαθὰ ᾖ, προστετηκέναι τούτοις ἀνθρωπίνοις οὖσι, μήτε αὖ, ἐὰν κακά, ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλὰ ἐπάνω εἶναι ἀμφοῖν τὰ μὲν πατοῦντα.
 [08390]  μυρίων γοῦν ὄντων κατ' ἀριθμὸν ἃ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω δὲ ἐφ' ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν), τούτων δὲ δι' ἣν μὲν οὐ καλῶς κρίνουσι, δι' ἣν δὲ οὐκ ἰσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν <ἀκολουθεῖν>·
 [08468]  ἔμπαλίν τε αὖ ἀκάθαρτα ὁμοίως κἀκεῖνα, ὅσα διχηλεῖ μέν, μηρυκισμὸν δὲ οὐκ [7.18.109.6] ἀνάγει.
 [08489]  οὐδὲ διερευνήσασθαι μέν, οὐχὶ δὲ διαπτύξαι καὶ ἀναπετάσαι δι' ἐρωτήσεως εἰς σαφήνειαν ἄγοντα τὸ ζητούμενον, οὐδ' αὖ διὰ πάσης ἐξετάσεως χωρήσαντα μὴ οὐχὶ λοιπὸν τὸ ἔπαθλον λαβεῖν, τὴν ἐπιστήμην τοῦ [8.1.2.3] ζητουμένου.
 [08558]  εἰ γὰρ ζῷον εἴποι καλεῖν ὅτιπερ ἂν αὐξάνῃ καὶ τρέφηται, πάλιν αὖ προσανερωτήσομεν εἰ καὶ τὰ φυτὰ νομίζει ζῷα, κἄπειτα φάντος μὲν οὕτως ἐπιδεικνύειν ἤδη χρὴ τι τὸ κυούμενον <αὐξανόμενόν> τε καὶ [8.4.10.3] τρεφόμενον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»