Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἵματος [32]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἵματος


000-00-00 Serial Number=0984649658
Paedagogus Ante [Go Back]  
 [00391]  δι' ὧν ἡ ἐκκλησία, καθάπερ ἄνθρωπος ἐκ πολλῶν συνεστηκυῖα μελῶν, ἄρδεταί τε καὶ αὔξεται συγκροτεῖταί τε καὶ συμπήγνυται ἐξ ἀμφοῖν, σώματος μὲν τῆς πίστεως, ψυχῆς δὲ τῆς ἐλπίδος, ὥσπερ καὶ ὁ κύριος ἐκ σαρκὸς καὶ αἵματος.
 [00393]  ∆ιαπνευσάσης δὲ τῆς ἐλπίδος δίκην ἐκρυέντος αἵματος τὸ ζωτικὸν τῆς πίστεως ὑπεκλύεται.
 [00397]  καὶ ἔστι μὲν τῆς σαρκὸς ὑγρότερον τὸ αἷμα, οἷον ὑγρά τις οὖσα σάρξ, τοῦ δὲ αἵματος νοστιμώτερον τὸ γάλα καὶ λεπτομερέστερον.
 [00400]  Ἐπὰν οὖν κατὰ τοὺς τόκους ἀποκοπὴν λάβῃ τὸ ἀγγεῖον, δι' οὗ πρὸς τὸ ἔμβρυον τὸ αἷμα ἐφέρετο, μύσις μὲν γίνεται τοῦ πόρου, τὴν δὲ ὁρμὴν ἐπὶ τοὺς μαστοὺς τὸ αἷμα λαμβάνει καὶ πολλῆς τῆς ἐπιφορᾶς γενομένης διατείνονται καὶ μεταβάλλει τὸ αἷμα εἰς γάλα, ἀναλόγως τῇ ἐπὶ τῆς [1.6.39.5] ἑλκώσεως εἰς πῦον τοῦ αἵματος μεταβολῇ·
 [00401]  εἴτε αὖ ἀπὸ τῶν ἐν μαστοῖς παρακειμένων φλεβῶν ἀναστομουμένων κατὰ τὰς διατάσεις τῆς κυήσεως τὸ αἷμα μεταχεῖται εἰς τὰς φυσικὰς τῶν μαστῶν σήραγγας, τούτῳ δὲ ἀνακιρνάμενον τὸ ἀπὸ τῶν γειτνιωσῶν καταπεμπόμενον ἀρτηριῶν πνεῦμα, μενούσης ἔτι τῆς ὑποκειμένης ἀκεραίου τοῦ αἵματος οὐσίας, ἐκκυμαινόμενον λευκαίνεται καὶ τῇ τοιαύτῃ ἀνακοπῇ κατ' ἐξαφρισμὸν μεταβάλλεται, παραπλήσιόν τι πεπονθὸς τῇ θαλάττῃ, ἣν δὴ κατὰ τὰς ἐμβολὰς τῶν πνευμάτων οἱ ποιηταί φασιν [1.6.40.1] ἀποπτύειν ἁλὸς ἄχνην·
 [00474]  τύπος γὰρ ὁ δίκαιος ὁ παλαιὸς τοῦ νέου δικαίου καὶ τὸ αἷμα τὸ ἐντυγχάνον τὸ παλαιὸν ὑπερεντυγχάνει τοῦ αἵματος τοῦ νέου.
 [00478]  ἡ γὰρ ἐν τούτῳ δύναμις, θρομβοῦσα τοῦ αἵματος τὴν φύσιν, ὃν τρόπον ἡ πυτία συνίστησι τὸ γάλα, οὐσίαν ἐργάζεται μορφώσεως·
 [00481]  Τινὲς δὲ καὶ τὸ σπέρμα τοῦ ζῴου ἀφρὸν εἶναι τοῦ αἵματος κατ' οὐσίαν ὑποτίθενται, ὃ δὴ τῇ ἐμφύτῳ τοῦ ἄρρενος θέρμῃ παρὰ τὰς συμπλοκὰς ἐκταραχθὲν ἐκριπιζόμενον ἐξαφροῦται κἀν ταῖς σπερματίτισιν παρατίθεται φλεψίν·
 [00486]  αἵματος γὰρ φύσις τοῦ γάλακτος ἡ ῥύσις, καὶ πηγὴ τροφῆς τὸ γάλα, ᾧ δὴ καὶ γυνὴ δήλη τεκοῦσα ἀληθῶς καὶ μήτηρ, δι' οὗ καὶ φίλτρον εὐνοίας προσλαμβάνει.
 [00494]  Ἐφεῖται τοιγαροῦν ἡμῶν ἑκάστῳ τῶν νηπίων ἐγκαυχᾶσθαι τῷ κυρίῳ, ἐπιφθεγγομένοις πατρὸς δ' ἐξ ἀγαθοῖο καὶ αἵματος εὔχομαι εἶναι.
 [00495]  Ὡς δ' ἐξ αἵματος γάλα κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφές, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ποιμνίων ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν.
 [00496]  Τὰ γὰρ ζῷα ταῦτα τοῦ ἔτους κατὰ τὴν ὥραν, [1.6.50.2] ἣν ἔαρ καλοῦμεν, ὑγροτέρου τοῦ περιέχοντος γεγονότος, ἀλλὰ καὶ τῆς πόας καὶ τῶν νομῶν εὐχύλων τὸ τηνικάδε οὐσῶν καὶ ἐνίκμων, αἵματος πίμπλαται πρότερον, ὡς ἐκ τῆς διατάσεως τῶν φλεβῶν, κυρτουμένων τῶν ἀγγείων, δείκνυται·
 [00497]  ἐκ δὲ τοῦ αἵματος δαψιλέστερον χεῖται τὸ γάλα·
 [00710]  μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά [1.8.69.2] μου φάγεται κρέα ἀπὸ αἵματος τραυματιῶν.
 [01024]  ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος ἀθῴου, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, ἀφανίσωμεν αὐτὸν ὥσπερ Ἅιδης [1.10.95.1] ζῶντα.
 [01391]  Μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα ἀκόλαστον οἶνος φησὶν καὶ [2.2.29.2] ὑβριστικὸν μέθη.
 [01666]  [2.7.56.2] Οἱ δὲ αὐτοὶ οὗτοι ἀπόστολοι τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς ἐπιστέλλοντες ἔδοξεν ἔφασαν τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιθέσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ [2.7.56.3] τῆς πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε.
 [02658]  Εἰ δὲ καὶ ποτὸν ἐπιλίποι τοῖς βαρβάροις, ἀμέλγονται τοῦ γάλακτος, κενουμένης δὲ ἤδη τῆς τροφῆς, ἀλλ' οὐδὲ τοῦ αἵματος φείδονται, ᾗ φασι λυττήσαντας τοὺς λύκους.
 [02661]  οὐδὲ γὰρ θιγεῖν αἵματος ἀνθρώποις θέμις, οἷς τὸ σῶμα οὐδὲν ἀλλ' ἢ σάρξ ἐστιν αἵματι γεωργουμένη.
000-00-00 Serial Number=0591442287
Protrepticus Ante [Go Back]  
 [00183]  οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ Κορυ [2.19.3] βαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι·
 [00185]  τοὺς <γὰρ> ἀποπεπτωκότας χαμαὶ ἐκ τῶν τοῦ ∆ιο νύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τὰς ῥοιάς.
 [00387]  οἱ γὰρ ἰχῶρες οἱ ποιητικοὶ εἰδεχθέστεροι καὶ τῶν αἱμάτων, σῆψις γὰρ αἵματος ἰχὼρ νοεῖται.
 [00580]  [4.51.2] Ἀλλὰ γὰρ ἀναισθήτῳ λίθῳ καὶ ξύλῳ καὶ χρυσίῳ πλουσίῳ οὐθ' ὁτιοῦν μέλει, οὐ κνίσης, οὐχ αἵματος, οὐ καπνοῦ, ᾧ δὴ τιμώμενοι καὶ τυφόμενοι ἐκμελαίνονται·
000-00-00 Serial Number=0531989694
Quis dives salvetur Ante [Go Back]  
 [00240]  ἢ εἰ μισητέον τοὺς πρὸς αἵματος, πολὺ μᾶλλον τοὺς ἐχθροὺς προβάλ λεσθαι κατιὼν ὁ λόγος διδάσκει, ὥστε ἀλλήλους ἀναιροῦντες ἐλέγχοιντ' [22.5] ἂν οἱ λόγοι.
 [00278]  μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ' ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, [25.8] τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς.
 [00304]  οὐ τὸν αὐτὸν τρόπον Ἰουδαίοις προωρίσατο τὸν πρὸς αἵματος οὐδὲ τὸν πολίτην οὐδὲ τὸν προσήλυτον οὐδὲ τὸν ὁμοίως περιτετμη [28.3] μένον οὐδὲ τὸν ἑνὶ καὶ ταὐτῷ νόμῳ χρώμενον·
000-00-00 Serial Number=0615071595
Stromata Ante [Go Back]  
 [00044]  ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον καὶ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
 [02178]  ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ' ἡμέραν καί, εἴ που μαρτυρίου δι' αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται.
 [03844]  [4.7.44.1] Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ δι' αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ, οὐκ εἰδόσι τῆς ὄντως οὔσης ζωῆς ἀρχὴν εἶναι τὴν τοιαύτην τοῦ θανάτου πύλην.
 [04229]  ἐμήνυσαν γὰρ ἐπάναγκες ἀπέχεσθαι δεῖν εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, [4.15.97.4] ἐξ ὧν διατηροῦντας ἑαυτοὺς εὖ πράξειν.
 [04489]  οὐδ' οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς, ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι καὶ παραστῆσαι κυρίως δι' ἀγάπης γνωστικῆς εὐχαριστηθέντος [4.21.131.1] αἵματος παραπεμπομένου τὸ πνεῦμα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»