Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὕστερον [60]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὕστερον


000-00-00 Serial Number=0944216609
Excerpta ex Theodoto Ante [Go Back]  
 [00020]  Αὐτὸς γὰρ καὶ ἄνω Φῶς ἦν, καὶ ἐστὶ τὸ ἐπιφανὲν ἐν σαρκὶ καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω·
 [00329]  [3.48.1] ∆ιακρίνας δὲ ὁ ∆ημιουργὸς τὰ καθαρὰ ἀπὸ τοῦ ἐμβριθοῦς, ὡς ἂν ἐνιδὼν τὴν ἑκατέρου φύσιν, φῶς ἐποίησεν, τουτέστιν ἐφανέρωσεν καὶ εἰς φῶς καὶ ἰδέαν προσήγαγεν, ἐπεὶ τό γε ἡλιακὸν καὶ οὐράνιον φῶς πολλῷ ὕστερον ἐργάζεται.
000-00-00 Serial Number=0315158427
Paedagogus Ante [Go Back]  
 [00012]  ὃ μὲν γὰρ ἐν τοῖς δογματικοῖς δηλωτικὸς καὶ ἀποκαλυπτικός, ὁ διδασκαλικός, πρακτικὸς δὲ ὢν ὁ παιδαγωγὸς πρότερον μὲν εἰς διάθεσιν ἠθοποιίας προὐτρέψατο, ἤδη δὲ καὶ εἰς τὴν τῶν δεόντων ἐνέργειαν παρακαλεῖ, τὰς ὑποθήκας τὰς ἀκηράτους παρεγγυῶν καὶ τῶν πεπλανημένων πρότερον τοῖς ὕστερον ἐπιδεικνὺς τὰς εἰκόνας.
 [00576]  Οὗτός ἐστιν ὁ θεός, ὁ λόγος, ὁ παιδαγωγός, ὁ φήσας αὐτῷ πάλιν ὕστερον μὴ φοβοῦ καταβῆναι εἰς Αἴ γυπτον.
 [01878]  ἐπειδὴ δὲ ἐπαύσατο τῆς νομοθεσίας καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας ὁ λόγος, ὁ κύριος μυστικῶς αὖθις ἀναστέφεται ἀκάνθῃ, ἐνθένδε ἀπιὼν ἐκεῖσε ὅθεν κατῆλθεν, ἀνακεφαλαιούμενος τὴν ἀρχὴν τῆς καθόδου τῆς παλαιᾶς, ὅπως ὁ διὰ βάτου τὸ πρῶτον ὀφθείς, ὁ λόγος, διὰ τῆς ἀκάνθης ὕστερον ἀναληφθεὶς μιᾶς ἔργον τὰ πάντα δείξῃ δυνάμεως, εἷς ὢν ἑνὸς ὄντος τοῦ πατρός, ἀρχὴ καὶ τέλος αἰῶνος.
 [01974]  ἀλλ' ἡ μὲν τῶν πτερῶν νεοφυΐα νεαρᾶς ἐσθῆτος δίκην ἐξανθεῖ βαφήν τινα πτερῶν, ὀλίγῳ δ' ὕστερον διαπνεῖ κατὰ τὴν χειμέριον ἀπειλήν, καθάπερ ἄνθος μαραινομένης τῆς χρόας·
 [03013]  Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς χάριν λαλοῦσα λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον ἢ μάχαιραν δίστομον·
000-00-00 Serial Number=0428590298
Protrepticus Ante [Go Back]  
 [00075]  καὶ τὸ ζῆν ἐν ἀρχῇ μετὰ τοῦ πλάσαι παρασχὼν ὡς δημιουργός, τὸ εὖ ζῆν ἐδίδαξεν ἐπιφανεὶς ὡς διδάσκαλος, [1.7.4] ἵνα τὸ ἀεὶ ζῆν ὕστερον ὡς θεὸς χορηγήσῃ.
 [00124]  Θύραν δὲ εὖ οἶδ' ὅτι τὴν ἀποκεκλεισμένην τέως ὁ ἀνοιγνὺς ὕστερον ἀποκαλύπτει τἄνδον καὶ δείκνυσιν ἃ μηδὲ γνῶναι οἷόν τε ἦν πρότερον, εἰ μὴ διὰ Χριστοῦ πεπορευμένοις, δι' οὗ μόνου θεὸς ἐποπτεύεται.
 [00179]  Ζεὺς δὲ ὕστερον ἐπιφανείς (εἰ θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβών, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοί) κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ ∆ιονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται κατα θάψαι.
 [00412]  οὐ γὰρ ἀπὸ δρυός εἰσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης, ἀλλ' ἀνδρῶν γένος εἰσί, μικρὸν δὲ ὕστερον καὶ δρύες [2.38.2] ὄντες εὑρεθήσονται καὶ πέτραι.
 [00493]  Καὶ γὰρ δὴ καὶ κατὰ χρόνους ὕστερον ἀνέπλαττον θεούς, οἷς προσκυνοῖεν.
 [00519]  καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανίς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο.
 [00735]  [5.64.2] Στοιχεῖα μὲν οὖν ἀρχὰς ἀπέλιπον ἐξυμνήσαντες Θαλῆς ὁ Μιλήσιος τὸ ὕδωρ καὶ Ἀναξιμένης ὁ καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα, ᾧ ∆ιογένης ὕστερον ὁ Ἀπολλωνιάτης κατηκο λούθησεν.
 [00752]  [5.65.3] Μετὰ πολλὰς μέντοι ὕστερον περιόδους ἐτῶν ἀνθρωποειδῆ ἀγάλματα σέβειν αὐτοὺς Βήρωσσος ἐν τρίτῃ Χαλδαϊκῶν παρίστησι, τοῦτο Ἀρταξέρξου τοῦ ∆αρείου τοῦ Ὤχου εἰσηγησαμένου, ὃς πρῶτος τῆς Ἀφροδίτης Ἀναΐτιδος τὸ ἄγαλμα ἀναστήσας ἐν Βαβυλῶνι καὶ Σούσοις καὶ Ἐκβα τάνοις Πέρσαις καὶ Βάκτροις καὶ ∆αμασκῷ καὶ Σάρδεσιν [5.65.4] ὑπέδειξε σέβειν.
000-00-00 Serial Number=0097022712
Quis dives salvetur Ante [Go Back]  
 [00451]  ὥστε καὶ τῷ τὰ μέγιστα εὖ πεποιηκότι κατὰ τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξο κείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῆς καταστροφῆς τοῦ δράματος ἐξάθλῳ γενομένῳ, τῷ τε χεῖρον καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον ἔστιν ὕστερον μετανοήσαντι πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν χρόνω·
000-00-00 Serial Number=0003041387
Stromata Ante [Go Back]  
 [00007]  ἀλλ' ἄρα Θεοπόμπῳ μὲν καὶ Τιμαίῳ μύθους καὶ βλασφημίας συντάττουσιν, πρὸς δὲ καὶ Ἐπικούρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν;
 [00260]  ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.
 [00530]  [1.14.60.1] ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρ' Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεται·
 [00619]  [1.15.71.3] Φιλοσοφία τοίνυν πολυωφελές τι χρῆμα πάλαι μὲν ἤκμασε παρὰ βαρβάροις κατὰ τὰ ἔθνη διαλάμψασα, ὕστερον δὲ καὶ εἰς Ἕλληνας [1.15.71.4] κατῆλθεν.
 [00816]  εἰ δὲ ὀρθῶς προὐθυμήθην καί τι ἠνύσαμεν, ἐκεῖσε ἐλθόντες τὸ σαφὲς [1.19.93.1] εἰσόμεθα, ἐὰν θεὸς θέλῃ, ὀλίγον ὕστερον.
 [00889]  [1.21.101.1] Καὶ περὶ μὲν τοῦ παρ' Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χρόνων ἤδη λεκτέον, δι' ὧν δειχθήσεται ἀναμφηρίστως πάσης σοφίας ἀρχαιοτάτη ἡ κατὰ [1.21.101.2] Ἑβραίους φιλοσοφία.
 [00929]  [1.21.106.3] Λέων δὲ ὁ τὰ περὶ τῶν κατ' Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων ∆ήμητρα καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα γίνεται [1.21.106.4] ἑνδεκάτῃ ὕστερον Μωυσέως γενεᾷ.
 [00931]  τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον [1.21.106.6] εἶναι ὃν Αἰγύπτιοι σέβουσιν, Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινὶ τῶν [1.21.107.1] ἐγχωρίων ὕστερον.
 [00937]  κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ' ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσι ἑπτὰ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν [1.21.107.5] Ἡρακλέους διδάσκαλον.
 [00950]  δεηθέντες δὲ ὕστερον τοῦ θεοῦ λαμβάνουσιν ἡγεμόνα Γοθονιὴλ τὸν ἀδελφὸν τοῦ Χαλὲβ τὸν νεώτερον ἐκ φυλῆς Ἰούδα, ὃς ἀποκτείνας τὸν τῆς [1.21.109.6] Μεσοποταμίας βασιλέα ἦρξε τοῦ λαοῦ ἔτεσιν ἐφεξῆς νʹ.
 [00998]  [1.21.117.1] Ἀπὸ δὲ τῶν Τρωϊκῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται ὕστερον τῆς Ἰωνικῆς ἀποικίας·
 [01001]  [1.21.117.4] Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου [1.21.117.5] ἁλώσεως.
 [01022]  ∆ιευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἐνενηκοστὸν ἔτος ὕστερον [1.21.119.5] τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει·
 [01237]  εὐπατρίδην δὲ τὸν παῖδα ὄντα τρεῖς ἐφεξῆς κρύπτοντες ἔτρεφον μῆνας οἱ γονεῖς νικώσης τῆς φυσικῆς εὐνοίας τὴν τυραννικὴν ὠμότητα, δείσαντες δὲ ὕστερον μὴ συναπόλωνται τῷ παιδί, ἐκ βίβλου τῆς ἐπιχωρίου σκεῦός τι ποιησάμενοι τὸν παῖδα ἐνθέμενοι ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑλώδους ὄντος, ἐπετήρει δὲ τὸ ἀποβησόμενον ἄπωθεν [1.23.152.1] ἑστῶσα τοῦ παιδὸς ἡ ἀδελφή.
 [01249]  φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας.
 [01498]  δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη [2.2.7.1] δέδεικται, μικρὸν δ' ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.
 [01785]  [2.8.37.1] Μιᾶς δ' οὔσης ἀρχῆς, ὡς δειχθήσεται ὕστερον, τερετίσματα καὶ [2.8.37.2] μινυρίσματα ἀναπλάσσοντες οἵδε οἱ ἄνδρες φανήσονται.
 [02085]  οὐχὶ καὶ ὁ θεὸς μετὰ τὴν ἐπὶ τῷ Κάιν συγγνώμην ἀκολούθως οὐ πολλῷ ὕστερον τὸν μετανοήσαντα Ἐνὼχ εἰσάγει δηλῶν ὅτι συγγνώμη μετάνοιαν πέφυκε γεννᾶν;
 [02227]  ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλὰ τὰς λʹ ἡμέρας ἐπιτρέψας φησὶ πενθῆσαι οὓς βούλεται, μεταμφιάσας ὕστερον ὡς γαμετῇ νόμῳ συνέρχου·
 [02405]  [2.20.113.2] Ἀλλὰ πρὸς μὲν τὸ δόγμα τοῦτο διαλεξόμεθα ὕστερον, ὁπηνίκα περὶ ψυχῆς διαλαμβάνομεν·
 [02412]  δύο γὰρ δὴ ψυχὰς ὑποτίθεται καὶ οὗτος ἐν [2.20.114.3] ἡμῖν, καθάπερ οἱ Πυθαγόρειοι, περὶ ὧν ὕστερον ἐπισκεψόμεθα.
 [02518]  κατὰ δὲ τοὺς περὶ Καλλιφῶντα ἕνεκα μὲν τῆς ἡδονῆς παρεισῆλθεν ἡ ἀρετή, χρόνῳ δὲ ὕστερον τὸ περὶ αὐτὴν κάλλος κατιδοῦσα ἰσότιμον ἑαυτὴν τῇ ἀρχῇ, τουτέστι τῇ ἡδονῇ, παρέσχεν.
 [02556]  ἢ γὰρ οὐχ οὕτως τινὲς τῶν ἡμετέρων τὸ μὲν κατ' εἰκόνα εὐθέως κατὰ τὴν γένεσιν εἰληφέναι τὸν ἄνθρωπον, τὸ καθ' ὁμοίωσιν δὲ ὕστερον κατὰ τὴν τελείωσιν μέλλειν ἀπολαμβάνειν [2.22.132.1] ἐκδέχονται;
 [02767]  [3.3.12.1] Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας), ἀλλ' οἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν ἔκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου [3.3.12.2] γενομένην δημιουργοῦ·
 [02993]  ὥστ' οὐκ ἄλλο τί μοι δοκοῦσιν οἱ τοῦτον ἐπανῃρημένοι τὸν τρόπον ἀλλ' ἢ τὸ λεγόμενον δὴ τοῦτο, πρός τ' αἴσχεσιν ἄλγεα πάσχειν, [3.5.42.3] ἐπίσπαστον ἑαυτοῖς αἱρούμενοι κακὸν νῦν καὶ ἐς ὕστερον.
 [03258]  ὅθεν [3.11.72.1] οὐ δείξειας <ἂν> ἐγκύμονι πλησιάσαντα τῶν πρεσβυτέρων τινὰ κατὰ τὴν γραφήν, ἀλλ' ὕστερον μετά τε τὴν κυοφορίαν μετά τε τὴν τοῦ τεχθέντος γαλακτουχίαν εὕροις ἂν πάλιν πρὸς τῶν ἀνδρῶν [3.11.72.2] γινωσκομένας τὰς γυναῖκας.
 [03443]  [3.14.95.2] χιτῶνας δὲ δερματίνους ἡγεῖται ὁ Κασσιανὸς τὰ σώματα περὶ ὧν ὕστερον καὶ τοῦτον καὶ τοὺς ὁμοίως αὐτῷ δογματίζοντας πεπλανημένους ἀποδείξομεν, ὅταν περὶ τῆς ἀνθρώπου γενέσεως τὴν ἐξήγησιν ἑπομένως τοῖς προλεχθῆναι δεομένοις μεταχειριζώμεθα.
 [03568]  ἐπὶ τούτοις ὕστερον πληρωθείσης ὡς ἔνι μάλιστα τῆς κατὰ τὰ προκείμενα ἡμῖν ὑποτυπώσεως τὰ περὶ ἀρχῶν φυσιολογηθέντα τοῖς τε Ἕλλησι τοῖς τε ἄλλοις βαρβάροις, ὅσων ἧκον εἰς ἡμᾶς αἱ δόξαι, ἐξιστορητέον καὶ πρὸς τὰ κυριώτατα τῶν [4.1.2.2] τοῖς φιλοσόφοις ἐπινενοημένων ἐγχειρητέον.
 [04880]  ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς [5.1.8.7] καὶ φιλόθεος γενόμενος.
 [04889]  οἶδεν γὰρ καὶ οὗτος ἐκ τῆς βαρβάρου φιλοσοφίας μαθὼν τὴν διὰ πυρὸς κάθαρσιν τῶν κακῶς βεβιωκότων, ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωϊκοί·
 [05953]  χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.
 [06364]  πᾶσι μὲν ἀνθρώποις ὀφείλεται ἀποθανεῖν ἢ [6.2.22.5] πρότερον ἢ εἰς ὕστερον, ὅ τε ∆ημοσθένης·
 [06737]  ἐπεὶ πῶς ἂν ἀπατήσειέν τινα, μὴ διὰ τῶν ἀληθῶν ὑπαγόμενος τὸν φιλομαθῆ εἰς οἰκειότητα καὶ οὕτως ὕστερον [6.8.66.4] εἰς ψεῦδος ὑποσύρων;
 [06763]  ἔφαγεν γὰρ οὐ διὰ τὸ σῶμα, δυνάμει συνεχόμενον ἁγίᾳ, ἀλλ' ὡς μὴ τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν ὑπεισέλθοι, ὥσπερ ἀμέλει ὕστερον δοκήσει τινὲς αὐτὸν πεφανερῶσθαι ὑπέλαβον·
 [06962]  πρώτη γὰρ ὠφέλεια ἡ ἕξις ἡ γνωστική, ἡδονὰς ἀβλαβεῖς παρεχομένη [6.12.99.4] καὶ ἀγαλλίασιν καὶ νῦν καὶ εἰς ὕστερον.
 [07181]  [6.15.131.4] ἀλλὰ καὶ Ἡσαΐας ὁ προφήτης βιβλίον καινὸν κελεύεται λαβὼν ἐγγράψαι τινά, τὴν γνῶσιν τὴν ἁγίαν διὰ τῆς τῶν γραφῶν ἐξηγήσεως ὕστερον ἔσεσθαι προφητεύοντος τοῦ πνεύματος τὴν ἔτι κατ' ἐκεῖνον τὸν καιρὸν ἄγραφον τυγχάνουσαν διὰ τὸ μηδέπω γινώσκεσθαι·
 [07187]  εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ, ἀλλ' οὐχ ὁμοίως ἄμφω θεῶνται, ἀλλ' ὃ μὲν καὶ θᾶττον κατῆλθεν, πολὺ τὸ βρῖθον ἐπαγόμενος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγεῖτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἳ μὲν τὸ σῶμα τῶν γραφῶν, τὰς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυσέως, προσβλέπουσιν, οἳ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα διορῶσι, τὸν [6.15.132.4] μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες.
 [07337]  τὸ ὕστερον οὖν ὁ γνωστικὸς ἐπὶ τέλει τῶν κατορθωμάτων μιμεῖται τὸν κύριον, εἰς ὅσον ἐφικτὸν ἀνθρώποις, ποιότητά τινα κυριακὴν λαβὼν εἰς ἐξομοίωσιν θεοῦ.
 [07476]  τῶν δὲ λέξεων τῶν προφητικῶν ἐπὶ τοῦ παρόντος οὐκ ἐπιμνησθησόμεθα, κατὰ τοὺς ἐπικαίρους τόπους ὕστερον ταῖς γραφαῖς συγχρησόμενοι·
 [07606]  οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες, οὔτε γενομένοις, ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν, φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ' ἂν ἦν ἔθ' ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων καὶ <τῆς> ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή [7.3.19.4] (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)·
 [07704]  καὶ τὸ ἱδρῦσθαι νομισθὲν πῶς, ὃ φθάσαν εἶχεν ὄν, τοῦθ' ἑαυτὸ [7.5.29.2] ὕστερον ποιοίη;
 [07994]  τὸν βίον γὰρ τοῦ γνωστικοῦ διαγράφειν ἡμῖν πρόκειται τὰ νῦν, οὐχὶ τὴν τῶν δογμάτων θεωρίαν παρατίθεσθαι, ἣν ὕστερον κατὰ τὸν ἐπιβάλλοντα καιρὸν ἐκθησόμεθα, σῴζοντες ἅμα καὶ τὴν ἀκολουθίαν.
 [08254]  εἰ γὰρ καὶ ὁ νῦν διεχθρεύων ὕστερον πιστεύσει, οὐκ ἴσμεν οὐδέπω ἡμεῖς.
 [08458]  [7.17.108.1] Ταυτὶ μὲν οὖν καὶ εἰς ὕστερον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»