Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔνδον [26]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔνδον


000-00-00 Serial Number=0959546089
Excerpta ex Theodoto Ante [Go Back]  
 [00312]  καὶ οὐχ ὥσπερ τὰ τῆς ἔνδον διεφορήθη, ἀλλ' εἰς οὐσίαν ἤγαγεν αὐτά τε καὶ τὰ τῆς δευτέρας διαθέ [3.45.3] σεως.
000-00-00 Serial Number=0226323307
Paedagogus Ante [Go Back]  
 [00060]  Εἰ μὲν οὖν δι' αὑτὸ αἱρετὸν ὁ ἄνθρωπος, ἀγαθὸς ὢν ἀγαθὸν ἠγάπησεν, καὶ τὸ φίλτρον ἔνδον ἐστὶν ἐν τῷ ἀνθρώπῳ, τοῦθ' ὅπερ ἐμφύσημα εἴρηται θεοῦ·
 [01463]  *** Τοῦτο ὑπολείπεται μὴ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες ἔξωθεν κεχρισμέναι καταπληκτικῶς εἰς σεμνότητα, τὰ ἔνδον ἄθλιοι.
 [01938]  Τὸ οὖν φῶς τοῦτο οἱ τοῦ φωτὸς τοῦ ἀληθινοῦ υἱοὶ μὴ ἀποκλείσωμεν θύραζε, ἔνδον δὲ εἰς ἡμᾶς ἀποστρέψαντες, τοῦ κεκρυμμένου τὰς ὄψεις ἀνθρώπου φωτίσαντες τήν τε ἀλήθειαν αὐτὴν ἐποπτεύσαντες καὶ τῶν ταύτης ῥευμάτων μεταλαμβάνοντες, τοὺς ἀληθεῖς τῶν ὀνείρων ἐναργῶς καὶ φρονίμως ἀποκαλυπτώμεθα.
 [02043]  Αἱ δὲ ὀρέξεις αὐτῆς αἱ τέως περὶ τὰς φιλοστόργους συμπλοκὰς δεδονημέναι, ἀποστραφεῖσαι, ἔνδον περὶ τὴν παιδοποιίαν ἀσχολούμεναι συνεργοῦσι [2.10.93.2] τῷ δημιουργῷ.
 [02196]  οὔτε γὰρ ἡ χρῆσις ὠφέλιμος οὐ γὰρ πρὸς τὸ κρύος εὔθετος οὔτε πρὸς σκέπην ἔχει τι περιττὸν παρὰ τὴν ἄλλην ἐσθῆτα ἢ τὸν ψόγον μόνον, καὶ τὸ ἐπιτερπὲς τῆς χροιᾶς τοὺς λίχνους ἀνιᾷ εἰς τὴν ἀνόητον ὀφθαλμίαν ἐρεθίζον, τοὺς δὲ λευκοὺς καὶ οὐ νόθους τὰ ἔνδον λευκαῖς καὶ ἀπεριέργοις ἁρμοδιώτατον ἐσθήσεσι χρῆσθαι.
 [02399]  [3.1.1.2] Τριγενοῦς οὖν ὑπαρχούσης τῆς ψυχῆς τὸ νοερόν, ὃ δὴ λογιστικὸν καλεῖται, ὁ ἄνθρωπός ἐστιν ὁ ἔνδον, ὁ τοῦ φαινομένου τοῦδε ἄρχων ἀνθρώπου, αὐτὸν δὲ ἐκεῖνον ἄλλος ἄγει, θεός·
 [02444]  Οὐ γὰρ θεὸς ὁ ζητούμενος ἔνδον εὑρεθήσεται, ἐφ' ὃν ἐσπεύσαμεν, αἴλουρος δὲ ἢ κροκόδειλος ἢ αὐτόχθων ὄφις ἤ τι τοιοῦτον θηρίον ἀνάξιον μὲν τοῦ νεώ, χηραμοῦ δὲ ἢ φωλεοῦ ἢ βορβόρου ἀντάξιον·
 [02447]  [3.2.5.2] Ἀλλ' ἢν ἀποκαλύψῃ τις τὸ καταπέτασμα τοῦ νεώ, τὸν κεκρύφαλον λέγω, τὴν βαφήν, τὴν ἐσθῆτα, τὸ χρυσίον, τὸ φῦκος, τὰ ἐντρίμματα, τουτέστι τὸ ἐκ τούτων συγκείμενον ὕφος, τὸ καταπέτασμα, ὡς ἔνδον εὑρήσων τὸ [3.2.5.3] κάλλος τὸ ἀληθινόν, μυσάξεται, εὖ οἶδ' ἐγώ.
 [02448]  Οὐ γὰρ τὴν εἰκόνα τοῦ θεοῦ κατοικοῦσαν ἔνδον εὑρήσει τὴν ἀξιόλογον, πόρνη δὲ ἀντ' αὐτῆς καὶ μοιχαλὶς τῆς ψυχῆς κατείληφε τὸ ἄδυτον, τό τε ἀληθινὸν θηρίον ἐλεγχθήσεται ψιμυθίῳ πίθηκος ἐντετριμμένος, καὶ ὁ παλίμβολος ὄφις ἐκεῖνος διαβιβρώσκων τὸ νοερὸν τῆς ἀνθρώπου διὰ τῆς φιλοδοξίας χηραμὸν ἔχει τὴν [3.2.5.4] ψυχήν·
 [02691]  Αἳ δὲ ἀνδρογύνων συνουσίαις ἥδονται, παρεισρέουσι δὲ ἔνδον κιναίδων ὄχλοι ἀθυρόγλωσσοι, μιαροὶ μὲν τὰ σώματα, μιαροὶ δὲ τὰ φθέγματα, εἰς ὑπουργίας ἀκολάστους ἠνδρωμένοι, μοιχείας διάκονοι, κιχλίζοντες καὶ ψιθυρίζοντες καὶ τὸ πορνικὸν ἀνέδην εἰς ἀσέλγειαν διὰ ῥινῶν ἐπιψοφοῦντες ἐπικιναίδισμα, ἀκολάστοις ῥήμασι καὶ σχήμασι τέρπειν πειρώμενοι καὶ [3.4.29.3] εἰς γέλωτα ἐκκαλούμενοι πορνείας πρόδρομον·
 [02865]  ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔνδον δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
 [02868]  Καθάρισον πρῶτον τὸ ἔνδον τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν.
 [02992]  ἣ μὲν γὰρ ἔνδον τοῦ σώματος ἐργάζεται, τὸ δὲ εἰς τὸ ἐκτὸς τοῦ σώματος ἐξανθῆσαν φανερὰν ἐνδείκνυται τὴν [3.11.65.1] εὔχροιαν.
 [03031]  Λύχνος γὰρ τοῦ σώματός ἐστιν ὁ ὀφθαλ μός, φησὶν ἡ γραφή, δι' οὗ καταφαίνεται τὰ ἔνδον φωτὶ τῷ φαινομένῳ καταυγαζόμενα.
 [03121]  καὶ τὸν περὶ θεοῦ λόγον σεβασάμενοι καταλελοίπασιν ἔνδον οὗ ἤκουσαν, ἔξωθεν δὲ ἄρα μετὰ τῶν ἀθέων ἀλύουσι, κρουμάτων καὶ τερετισμάτων ἐρωτικῶν αὐλῳδίας τε καὶ κρότου καὶ μέθης καὶ παντὸς ἀναπιμπλάμενοι συρφετοῦ·
 [03130]  Οἳ δὲ οὐδὲν ἀλλ' ἢ φιλήματι καταψοφοῦσι τὰς ἐκκλησίας, τὸ φιλοῦν ἔνδον [3.11.81.3] οὐκ ἔχοντες αὐτό.
000-00-00 Serial Number=0948635697
Protrepticus Ante [Go Back]  
 [00790]  οὐδὲ γὰρ ἥλιος ἐπιδείξει ποτ' ἂν τὸν θεὸν τὸν ἀληθῆ, ὁ δὲ λόγος ὁ ὑγιής, ὅς ἐστιν ἥλιος ψυχῆς, δι' οὗ μόνου ἔνδον ἀνατείλαντος ἐν τῷ βάθει τοῦ νοῦ αὐτοῦ καταυγάζεται τὸ [6.68.5] ὄμμα·
 [01306]  Λαμψάτω οὖν ἐν τῷ ἀποκεκρυμμένῳ τοῦ ἀνθρώπου, ἐν τῇ καρδίᾳ, τὸ φῶς, καὶ τῆς γνώσεως αἱ ἀκτῖνες ἀνατειλάτωσαν τὸν ἐγκεκρυμμένον ἔνδον ἐκφαίνουσαι καὶ ἀποστίλβουσαι ἄνθρω πον, τὸν μαθητὴν τοῦ φωτός, τὸν Χριστοῦ γνώριμόν τε καὶ συγκληρονόμον, μάλιστα ἐπειδὰν τὸ τιμιώτατον καὶ σεβασ μιώτατον εὐσεβεῖ τε καὶ ἀγαθῷ παιδὶ ἀγαθοῦ πατρὸς ὄνομα εἰς γνῶσιν ἀφίκηται, προστάττοντος ἤπια καὶ τῷ παιδὶ [11.115.5] ἐγκελευομένου τὰ σωτήρια.
000-00-00 Serial Number=0401266396
Quis dives salvetur Ante [Go Back]  
 [00386]  ἀλλ' ἔνδον κρυπτὸς ἐνοικεῖ ὁ πατὴρ καὶ ὁ τούτου παῖς ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν καὶ μεθ' ἡμῶν ἀναστάς.
 [00389]  καὶ μαίνονται περὶ τὸ σαρκίον, οὗ καταφρονοῦσιν ὡς ἀσθενοῦς, τῶν ἔνδον ὄντες τυφλοὶ κτημάτων, οὐκ ἐπιστάμενοι πηλίκον τινὰ θη σαυρὸν ἐν ὀστρακίνῳ σκεύει βαστάζομεν, δυνάμει θεοῦ πατρὸς καὶ αἵματι θεοῦ παιδὸς καὶ δρόσῳ πνεύματος ἁγίου περιτετειχισμένον.
000-00-00 Serial Number=0622170687
Stromata Ante [Go Back]  
 [01324]  ἔνδον δὲ θαλάμοις βουκόλων κομῶντα κισσῷ στῦλον Εὐίου θεοῦ.
 [01510]  πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτ' ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν [2.2.8.4] ἀπιστίας;
 [03331]  ἀλλ' ἐπὶ μὲν τῆς προτέρας περικοπῆς ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνὴν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, ἵνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, τὴν λεγομένην ζωήν, καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου [3.12.80.3] πανουργίας παραβῶμεν τὰς ἐντολάς.
 [05125]  ἔνδον μὲν οὖν τοῦ καλύμματος ἱερατικὴ κέκρυπται διακονία καὶ τοὺς ἐν αὐτῇ πονουμένους πολὺ τῶν ἔξω [5.6.34.4] εἴργει.
 [07335]  ὅταν δέ τις ἔναυσμα λαβὼν τοῦ πράγματος ἐξάψῃ τοῦτο ἔνδον ἐν τῇ ψυχῇ πόθῳ καὶ μαθήσει, πάντα ἐπὶ [6.17.150.2] τούτοις κινεῖ πρὸς τὸ ἐπιγνῶναι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»