Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑνὸς [82]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑνὸς


000-00-00 Serial Number=0692413211
Excerpta ex Theodoto Ante [Go Back]  
 [00099]  Μὴ καταφρο νήσητε ἑνὸς τῶν μικρῶν τούτων·
 [00143]  [1.17.2] Ἡ γοῦν ἀνθρωπίνη μίξις ἡ κατὰ γάμον ἐκ δυεῖν μεμιγμένων σπερμάτων ἑνὸς γένεσιν παιδίου ἀποτελεῖ, καὶ τὸ σῶμα εἰς γῆν ἀναλυθὲν κέκραται τῇ γῇ καὶ τὸ ὕδωρ τῷ οἴνῳ·
 [00267]  [2.36.1] Ἐν ἑνότητι μέντοι γε προεβλήθησαν οἱ Ἄγγελοι ἡμῶν, φασίν, εἷς ὄντες, ὡς ἀπὸ ἑνὸς προελθόντες.
 [00358]  ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν·
000-00-00 Serial Number=0239513934
Paedagogus Ante [Go Back]  
 [00732]  ἓν [1.8.71.2] δὲ ὁ θεὸς καὶ ἐπέκεινα τοῦ ἑνὸς καὶ ὑπὲρ αὐτὴν μονάδα.
 [01342]  κινουμένη μὲν γὰρ ὑπὸ τῆς τοῦ οἴνου θερμότητος ἡ ὄψις πυκνότερον πολλαπλασίονα τοῦ ἑνὸς φαντάζεται τὴν οὐσίαν·
 [01401]  σώφρονι συμπότῃ οἶνος εἷς, ἑνὸς γεώργιον [2.2.30.3] θεοῦ.
 [01493]  Ἑνὸς γὰρ ὄντας θεράποντας θεοῦ χρὴ καὶ τὰ κτήματα καὶ τὰ ἐπ' αὐτοῖς ἔπιπλα ἑνὸς ἐπιδείκνυσθαι σύμβολα βίου καλοῦ, καὶ τὸν καθ' ἕνα τῶν ἀνθρώπων ἀδιακρίτῳ πίστει, τῇ μονοπροσώπῳ ταύτῃ ἐνστάσει, τὰ ἑξῆς ἀκόλουθα καὶ σύμφωνα τῇ διαθέσει τῇ [2.3.38.4] μιᾷ φαίνεσθαι ποιοῦντα.
 [01878]  ἐπειδὴ δὲ ἐπαύσατο τῆς νομοθεσίας καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας ὁ λόγος, ὁ κύριος μυστικῶς αὖθις ἀναστέφεται ἀκάνθῃ, ἐνθένδε ἀπιὼν ἐκεῖσε ὅθεν κατῆλθεν, ἀνακεφαλαιούμενος τὴν ἀρχὴν τῆς καθόδου τῆς παλαιᾶς, ὅπως ὁ διὰ βάτου τὸ πρῶτον ὀφθείς, ὁ λόγος, διὰ τῆς ἀκάνθης ὕστερον ἀναληφθεὶς μιᾶς ἔργον τὰ πάντα δείξῃ δυνάμεως, εἷς ὢν ἑνὸς ὄντος τοῦ πατρός, ἀρχὴ καὶ τέλος αἰῶνος.
 [02830]  ἑνὸς δὲ ὑποδείγματος μνησθήσομαι καὶ διὰ βραχέων παραθήσομαι·
 [03181]  Θησαυροὶ δὲ ὑφ' ἑνὸς πολλοὶ χορηγούμενοι θεοῦ, οἳ μὲν διὰ τοῦ νόμου, οἳ δὲ διὰ προφητῶν ἀποκαλύπτονται, οἳ δὲ τῷ θείῳ στόματι, ἄλλος δὲ τοῦ πνεύματος τῇ ἑπτάδι ἐπᾴδων·
000-00-00 Serial Number=0148687840
Protrepticus Ante [Go Back]  
 [00847]  εἷς ἔστ', αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται·
 [01368]  Ἀίδιος οὗτος Ἰησοῦς, εἷς ὁ μέγας ἀρχιερεὺς θεοῦ τε ἑνὸς τοῦ αὐτοῦ καὶ πατρός, ὑπὲρ ἀνθρώπων εὔχεται καὶ ἀνθρώποις ἐγκελεύεται κέκλυτε, μυρία φῦλα, μᾶλλον δὲ ὅσοι τῶν ἀνθρώπων λογικοί, καὶ βάρβαροι καὶ Ἕλληνες·
000-00-00 Serial Number=0457237899
Quis dives salvetur Ante [Go Back]  
 [00336]  μὴ καταφρονήσητε λέγων ἑνὸς τῶν μικρῶν τούτων·
 [00434]  μεγάλην γάρ φησι καὶ ἀνυπέρβλητον εἶναι χαρὰν καὶ ἑορτὴν ἐν οὐρανοῖς τῷ πατρὶ καὶ τοῖς ἀγγέλοις ἑνὸς ἁμαρτωλοῦ ἐπιστρέψαντος καὶ μετανοήσαντος.
 [00463]  αἰδοῦ κἂν ἕνα, φοβοῦ κἂν ἕνα, μελέτησον ἀκούειν κἂν [41.2] ἑνὸς παρρησιαζομένου καὶ στύφοντος ἅμα καὶ θεραπεύοντος.
000-00-00 Serial Number=0360872388
Stromata Ante [Go Back]  
 [00806]  ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν ἄν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος·
 [00859]  ὡς δέ, ἑνὸς ὄντος τοῦ εὐδαιμονεῖν, αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πλείονες ὑπάρχουσαι, καὶ ὡς τοῦ θερμαίνεσθαι ὅ τε ἥλιος τό τε πῦρ βαλανεῖόν τε καὶ ἐσθής, οὕτω μιᾶς οὔσης τῆς ἀληθείας πολλὰ τὰ συλλαμβανόμενα [1.20.97.3] πρὸς ζήτησιν αὐτῆς, ἡ δὲ εὕρεσις δι' υἱοῦ.
 [01293]  τρίτον δὲ τὸ ἑνὸς ἐφιέμενον τοῦ νικῆσαι μόνον καὶ καταστρέψασθαι (τὸ δὲ πρὸς κακὸν ἢ ἀγαθὸν τὴν νίκην ποιεῖσθαι τῷ τοιούτῳ οὐ πρόσεστιν)·
 [01306]  τύπου δὲ ἕνεκεν ἑνὸς ἢ καὶ δευτέρου ἐπιμνησθήσομαι παραδείγματος στρατηγικοῦ.
 [01403]  ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὅς ἐστι δύναμις καὶ σοφία τοῦ θεοῦ, ὅ τε νόμος τό τε εὐαγγέλιον, καὶ ὃν ἐγέννησε φόβον ὁ νόμος, ἐλεήμων οὗτος εἰς σωτηρίαν.
 [01498]  δῆλον οὖν ἡμῖν ἐπικεκρύφθαι τὴν ἀλήθειαν, ᾗ καὶ ἐξ ἑνὸς παραδείγματος ἤδη [2.2.7.1] δέδεικται, μικρὸν δ' ὕστερον καὶ διὰ πλειόνων παραστήσομεν.
 [01720]  ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ' ἡλικίαν καὶ προκοπὴν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἣ μὲν [2.6.29.3] παλαιά, ἣ δὲ καινή, διὰ υἱοῦ παρ' ἑνὸς θεοῦ χορηγοῦνται.
 [01722]  δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, τὴν μίαν τὴν ἐκ προφητείας εἰς εὐαγγέλιον τετελειωμένην δι' ἑνὸς καὶ τοῦ αὐτοῦ [2.6.29.4] κυρίου διδάσκων σωτηρίαν.
 [02079]  μεγάλη γὰρ χαρὰ παρὰ τῷ πατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος, ὁ [2.15.69.4] κύριός φησι.
 [02131]  καὶ σύνεσις ἐπιστήμη συμβλητοῦ ἢ σύμβλησις ἀμετάπτωτος ἢ συμβλητικὴ δύναμις ὧν φρόνησίς ἐστι καὶ ἐπιστήμη, καὶ ἑνὸς καὶ ἑκάστου καὶ πάντων τῶν εἰς ἕνα λόγον·
 [02310]  ἑνὸς γὰρ δεῖν ὀρέγεσθαι διδάσκει, δι' οὗ τὰ πάντα γέγονεν καὶ τοῖς [2.19.100.1] ἀξίοις τὰ ἐπηγγελμένα νέμεται.
 [02506]  οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας [2.20.126.4] περιγένηται καρπός.
 [02682]  πῶς γὰρ οὐχί, ἑνὸς ὄντος ἀμφοῖν χορηγοῦ τοῦ κυρίου;
 [03214]  διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ' ᾧ πάντες ἥμαρτον·
 [03236]  βούλεσθαι γὰρ λέγειν τὸν κύριον ἐξηγοῦνται μετὰ μὲν τῶν πλειόνων τὸν δημιουργὸν εἶναι τὸν γενεσιουργὸν θεόν, μετὰ δὲ τοῦ ἑνὸς τοῦ ἐκλεκτοῦ τὸν σωτῆρα, ἄλλου [3.10.68.4] δηλονότι θεοῦ τοῦ ἀγαθοῦ υἱὸν πεφυκότα.
 [03247]  ἢ μή τι μετὰ μὲν τοῦ ἑνὸς τοῦ Ἰουδαίου ὁ κύριος νομοθετῶν ἦν, προφητεύων δὲ ἤδη καὶ τὸν Ἱερεμίαν ἀποστέλλων εἰς Βαβυλῶνα, ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν διὰ τῆς προφητείας καλῶν, συνῆγε λαοὺς τοὺς δύο, τρίτος δὲ ἦν ἐκ τῶν δυεῖν κτιζόμενος εἷς εἰς καινὸν ἄνθρωπον, ᾧ δὴ ἐμπεριπατεῖ τε καὶ κατοικεῖ ἐν αὐτῇ τῇ [3.10.70.3] ἐκκλησίᾳ;
 [03331]  ἀλλ' ἐπὶ μὲν τῆς προτέρας περικοπῆς ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνὴν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, ἵνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, τὴν λεγομένην ζωήν, καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου [3.12.80.3] πανουργίας παραβῶμεν τὰς ἐντολάς.
 [03356]  οὐ γὰρ ἐπάναγκες παιδοποιίας ἀφίστησι τοὺς πιστεύοντας δι' ἑνὸς βαπτίσματος εἰς τὸ παντελὲς τῆς ὁμιλίας ἀπολούσας ὁ κύριος, ὁ καὶ τὰ πολλὰ Μωυσέως δι' [3.12.83.1] ἑνὸς περιλαβὼν βαπτίσματος.
 [03408]  ὡς γὰρ ἡ πλεονεξία πορνεία λέγεται τῇ αὐταρκείᾳ ἐναντιουμένη, καὶ ὡς <ἡ> εἰδωλολατρεία ἐκ τοῦ ἑνὸς εἰς τοὺς πολλοὺς ἐπινέμησις οὖσα θεούς, οὕτως πορνεία ἡ ἐκ τοῦ ἑνὸς γάμου εἰς τοὺς πολλούς ἐστιν ἔκπτωσις·
 [04476]  ἑνὸς δὴ σκοποῦ καὶ ἑνὸς δὴ τέλους ἀνδρὶ καὶ γυναικὶ δεδειγμένου, <τί> τὸ [4.20.129.3] τέλειον, ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ φησι·
 [04642]  μυστικῶς οὖν ἐφ' ἡμῶν καὶ τὸ Πυθαγόρειον ἐλέγετο ἕνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἷς, ἑνὸς ὄντος τοῦ θεοῦ [4.23.152.1] κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἕξιν.
 [04740]  ἑνὸς γὰρ τὰ [4.26.165.4] πάντα θεοῦ, καὶ οὐκ ἄν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν τῆς οὐσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλ' ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα.
 [04838]  προτείνομεν γὰρ αὐτοῖς τὸ ἀναντίρρητον ἐκεῖνο, ὃ ὁ θεός ἐστιν ὁ λέγων [5.1.6.1] καὶ περὶ ἑνὸς ἑκάστου ὧν ἐπιζητῶ παριστὰς ἐγγράφως.
 [04880]  ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς [5.1.8.7] καὶ φιλόθεος γενόμενος.
 [05143]  ἑρμηνεύεται μὲν ἓν ἀνθ' ἑνὸς πάντων τόπων.
 [05164]  προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ αὐτοῦ ἐνεργοῦντος διὰ [5.6.38.6] πάντων ἁγίου πνεύματος.
 [05515]  εἷς ἔστ', αὐτοτελής, ἑνὸς ἔκγονα πάντα τέτυκται (ἢ πέφυκεν, γράφεται γὰρ καὶ οὕτως), ἐπιφέρει·
 [05609]  θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ [5.13.87.3] πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν.
 [05615]  [5.13.88.3] ἀναφανδὸν γὰρ διὰ Ἰωὴλ ἑνὸς τῶν δώδεκα προφητῶν εἴρηται·
 [05719]  ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ <ὄντας> καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων [5.14.98.2] καλῶν ὧδέ πως·
 [06537]  ἐκ γοῦν τῆς Ἑλληνικῆς παιδείας, ἀλλὰ καὶ ἐκ τῆς νομικῆς εἰς τὸ ἓν γένος τοῦ σῳζομένου συνάγονται λαοῦ οἱ τὴν πίστιν προσιέμενοι, οὐ χρόνῳ διαιρουμένων τῶν τριῶν λαῶν, ἵνα τις φύσεις ὑπολάβοι τριττάς, διαφόροις δὲ παιδευομένων διαθήκαις [6.5.42.3] τοῦ ἑνὸς κυρίου, ** ὄντας ἑνὸς κυρίου ῥήματι·
 [06853]  κατ' ἄλλο πάλιν σημαινόμενον συνέστηκεν ὁ ἑκατὸν κʹ ἀριθμὸς ἐκ τεσσάρων, ἑνὸς μὲν τριγώνου τοῦ πεντεκαιδεκάτου, ἑτέρου δὲ τετραγώνου τοῦ κεʹ, τρίτου [6.11.85.3] δὲ πενταγώνου τοῦ λεʹ, τετάρτου δὲ ἑξαγώνου τοῦ μεʹ.
 [07006]  ἀκόλουθον γὰρ εἶναι μίαν ἀμετάθετον σωτηρίας δόσιν παρ' ἑνὸς θεοῦ δι' ἑνὸς κυρίου πολυτρόπως ὠφελοῦσαν, δι' ἣν αἰτίαν τὸ μεσότοιχον αἴρεται τὸ [6.13.107.1] διορίζον τοῦ Ἰουδαίου τὸν Ἕλληνα εἰς περιούσιον λαόν.
 [07405]  εἰκότως οὖν Ἰουδαίοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δι' ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ, Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.
 [07549]  εἶτα ἐπὶ τέλει τοῦ φαινομένου τῷ ἄκρῳ ἡ μακαρία ἀγγελοθεσία, καὶ δὴ μέχρις ἡμῶν αὐτῶν ἄλλοι ὑπ' ἄλλοις ἐξ ἑνὸς καὶ [7.2.9.4] δι' ἑνὸς σῳζόμενοί τε καὶ σῴζοντες διατετάχαται.
 [07807]  [7.7.39.3] ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ' αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ [7.7.39.4] ἄγγελοι, ἀλλ' οὐχ ὁμοίως.
 [08059]  ὁ ἄρα γνωστικός, τοῦ ἑνὸς ὄντως θεοῦ ἀγαπητικὸς ὑπάρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν [7.11.68.4] υἱοῦ καταλεγεὶς τάξει.
 [08202]  ἑνὸς γὰρ θελήματος ἔργον οἱ πάντες [7.13.81.3] ἄνθρωποι.
 [08224]  ὅθεν οὐδέποτε τὸ ἡδὺ καὶ τὸ συμφέρον προκρίνει τῆς οἰκονομίας, γυμνάζων ἑαυτὸν διὰ τῶν ἐντολῶν, ἵνα καὶ πρὸς τὸν κύριον εὐάρεστος ἐν πᾶσι γένηται καὶ πρὸς τὸν κόσμον ἐπαινετός, ἐπεὶ τὰ πάντα <ἐφ'> ἑνὸς τοῦ παντοκράτορος θεοῦ ἵσταται.
 [08256]  ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ διὰ τῶν κτισμάτων τὴν ἐνέργειαν, δι' ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.
 [08363]  ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν, οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ' ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν), ὑπερβῆναι δὲ [7.16.97.4] σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν.
 [08453]  [7.17.107.4] ἑνὸς γὰρ ὄντος τοῦ θεοῦ καὶ ἑνὸς τοῦ κυρίου, διὰ τοῦτο καὶ τὸ ἄκρως τίμιον κατὰ τὴν μόνωσιν ἐπαινεῖται, μίμημα ὂν ἀρχῆς τῆς μιᾶς.
 [08454]  τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία, ἣν εἰς [7.17.107.5] πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις.
 [08455]  κατά τε οὖν ὑπόστασιν κατά τε ἐπίνοιαν κατά τε ἀρχὴν κατά τε ἐξοχὴν μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν, εἰς ἑνότητα πίστεως μιᾶς, τῆς κατὰ τὰς οἰκείας διαθήκας, μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις, ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι' ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους·
 [08523]  οὐδεὶς δὲ ἁπλοῦς καὶ πρῶτος λόγος ὀνομάζεται συλλογισμός, κἂν ἀληθὴς ᾖ, ἀλλ' ἔστι τοὐλάχιστον ἐκ τριῶν τοιούτων σύνθετον, δυεῖν μὲν ὡς λημμάτων, ἑνὸς δὲ ὡς συμπεράσματος.
 [08575]  εἶτ' ἐπειδὰν τελεώσωμεν, ἐξέσται αὐτῷ τότε περὶ ἑνὸς ἑκάστου ἐν μέρει διαλαμβάνειν.
 [08606]  φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου.
 [08607]  ὁμογενεῖς μὲν οὖν ἀρχὰς οὐκ ἐγχωρεῖ πλείους ὑπάρχειν ἑνὸς ζῴου, διαφερούσας δὲ τοῖς γένεσιν οὐδὲν ἄτοπον.
 [08772]  [8.9.31.1] Ἔτι ζητεῖται εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται <αἴτια> πολλά.
 [08775]  ἄλλοι δέ φασιν, εἰ πολλὰ [8.9.31.2] αἴτια, κατ' ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται.
 [08776]  τοῦ γοῦν εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι, καὶ τοῦ [8.9.31.3] θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια.
 [08778]  καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον [8.9.31.4] γίνεται τοῦ εὐδαιμονεῖν.
 [08779]  τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ' εἶδος, καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψῦξις, ἔγκαυσις, κόπος, ἀπεψία, μέθη, κατ' εἶδος [8.9.31.5] δὲ τοῦ πυρετοῦ.
 [08781]  τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἴτια κατ' εἶδος, οἷον λιβανωτός, ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»