Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄλλους [34]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄλλους


000-00-00 Serial Number=0226066589
Fragmenta Ante [Go Back]  
 [00209]  φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια ἢ τούτων τὸ ἐνούσιον, κατὰ δὲ τοὺς ἄλλους ἡ τῶν εἰς τὸ εἶναι παραγομένων γένεσις, καθ' ἑτέρους δὲ ἡ τοῦ θεοῦ πρόνοια ἐμποιοῦσα τοῖς γινομένοις τὸ εἶναι καὶ τὸ πῶς εἶναι.
000-00-00 Serial Number=0953128994
Paedagogus Ante [Go Back]  
 [00154]  Ἡμεῖς δὲ οἱ νήπιοι τοὺς παραφυσῶντας εἰς φυσίωσιν φυλαξάμενοι τῶν αἱρέσεων ἀνέμους καὶ μὴ καταπιστεύοντες τοῖς ἄλλους ἡμῖν νομοθετοῦσι πατέρας.
 [01356]  Ὁρᾶν γοῦν ἔστιν αὐτῶν τινας ἡμιμεθεῖς, σφαλλομένους, περὶ τοῖς τραχήλοις ἔχοντας στεφάνους ὥσπερ τοὺς ἀμφορεῖς, διαπυτίζοντας ἀλλήλοις τὸν ἄκρατον φιλοτησίας ὀνόματι, ἄλλους δὲ πλήρεις κραιπάλης, αὐχμῶντας, ὠχριῶντας, τὰ πρόσωπα πελιδνοὺς καὶ ἔτι ἐπὶ τῇ χθιζῇ μέθῃ ἄλλην ἕωθεν αὖθις ἀναντλοῦντας [2.2.26.2] μέθην.
 [02179]  Ὁ δὲ τῶν ἀρχόντων τούτων ζῆλος καὶ εἰς τοὺς ἄλλους Ἴωνας διικνεῖτο, οὓς Ὅμηρος ἐκθηλύνων ἑλκεσιπέπλους καλεῖ.
 [02682]  Καὶ τοὺς μὲν ἔχουσι τῶν ἀνδρῶν, τοὺς δὲ εὔχονται, ἄλλους δὲ αὐταῖς οἱ μάντεις ὑπισχνοῦνται.
 [02826]  δι' ὧν εἰκόνων σαφέστατα τοὺς μὲν ἔπαυσεν κακῶς διατεθέντας, τοὺς δὲ τὰ ἴσα τολμῶντας ἐκώλυσεν, ἄλλους εἰς ὑπομονὴν ἐθεμελίωσεν, ἑτέρους ἔπαυσε κακίας, τοὺς δὲ καὶ ἰάσατο τῇ τοῦ ὁμοίου θεωρίᾳ [3.8.43.4] μεταθεμένους ἐπὶ τὸ βέλτιον.
 [02951]  Εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ' ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ κόσμος [3.11.58.3] κατὰ τὴν γραφὴν χρυσοῦς φρονίμῳ παιδεία.
000-00-00 Serial Number=0189117074
Protrepticus Ante [Go Back]  
 [00038]  Λύκους δὲ ἄλλους ἀλληγορεῖ προβάτων κῳδίοις ἠμφιεσμένους, τοὺς ἐν ἀνθρώπων μορφαῖς ἁρπακτικοὺς αἰνιττόμενος.
 [00079]  Οὗ δὴ χάριν (εἷς γὰρ ὁ ἀπατεὼν ἄνωθεν μὲν τὴν Εὔαν, νῦν δὲ ἤδη καὶ τοὺς ἄλλους ἀνθρώπους εἰς θάνατον ὑποφέρων) εἷς καὶ αὐτὸς ἐπίκουρος καὶ βοηθὸς ἡμῖν ὁ κύριος, προμηνύων ἀρχῆθεν προφητικῶς, νῦν δὲ ἤδη καὶ ἐναργῶς εἰς σωτηρίαν παρα καλῶν.
 [00234]  Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον καὶ Νικάνορα τὸν Κύπριον καὶ ∆ιαγόραν καὶ Ἵππωνα τὼ Μηλίω τόν τε Κυρηναῖον ἐπὶ τούτοις ἐκεῖνον (ὁ Θεόδωρος ὄνομα αὐτῷ) καί τινας ἄλλους συχνούς, σωφρόνως βεβιω κότας καὶ καθεωρακότας ὀξύτερόν που τῶν λοιπῶν ἀνθρώ πων τὴν ἀμφὶ τοὺς θεοὺς τούτους πλάνην, ἀθέους ἐπικεκλή κασιν, εἰ καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ νενοηκότας, ἀλλὰ τὴν πλάνην γε ὑπωπτευκότας, ὅπερ οὐ σμικρὸν εἰς ἀλήθειαν [2.24.3] φρονήσεως ζώπυρον ἀναφύεται σπέρμα·
 [00376]  Πανύασσις γὰρ πρὸς τούτοις καὶ ἄλλους παμπόλλους ἀνθρώποις λατρεῦσαι θεοὺς ἱστορεῖ ὧδέ πως γράφων·
 [00449]  Ἔστι καὶ ἄλλους παμπόλ λους συνιδεῖν δαίμονας τῷ γε καὶ σμικρὸν διαθρεῖν δυνα μένῳ·
 [00646]  Εἴδωλα γοῦν εἰκότως αὐτοὺς καὶ δαίμονας ὑμεῖς αὐτοὶ κεκλήκατε, ἐπεὶ καὶ τὴν Ἀθηνᾶν αὐτὴν καὶ τοὺς ἄλλους θεοὺς κακίᾳ τιμήσας Ὅμηρος δαίμονας προσηγόρευσεν·
 [00647]  ἡ δ' Οὐλυμπόνδε βεβήκει δώματ' ἐς αἰγιόχοιο ∆ιὸς μετὰ δαίμονας ἄλλους.
 [00789]  Πεπλανῆσθαι γοῦν ὁ Μένανδρός μοι δοκεῖ, ἔνθα φησίν ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν, δι' ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς·
 [00807]  [6.71.1] Καί μοι μὴ μόνον, ὦ φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ' ἐπίπνοιαν [6.71.2] αὐτοῦ, εἴ που τῆς ἀληθείας ἐπιδράξαιντο.
000-00-00 Serial Number=0417126954
Stromata Ante [Go Back]  
 [00277]  κατ' ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ προειρημέναι γραφαὶ ἄλλα μυστήρια μηνύουσαι παρίστανται.
 [00292]  τὸ δ' ἄλλους παρ' ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων [1.6.34.4] παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ' ἀρετὴν οὐδ' ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλο κἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί.
 [00771]  [1.18.88.4] ἐπειδὴ Ἰουδαῖοι, φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ἕλληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν [1.18.88.5] προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν·
 [00820]  ἔν τε τῷ πέμπτῳ τῆς Πολιτείας τούτους οὖν πάντας φησὶ καὶ ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ <τοὺς> τῶν τεχνυδρίων φιλοσόφους θήσομεν;
 [02030]  [2.15.64.1] τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
 [02737]  κοινῇ γὰρ ἅπασιν ἐποίησε τὰς ἀμπέλους, αἳ μή<τε> στρουθὸν μήτε κλέπτην ἀπαρνοῦνται, καὶ τὸν σῖτον οὕτως καὶ τοὺς ἄλλους καρπούς.
 [02761]  τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν.
 [02814]  κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λελη θέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ [3.3.18.1] ἀποθνῄσκειν τε καὶ τεθνάναι.
 [02910]  ἑκὼν δέ τις ἁμαρτάνειν βούλεται καὶ δόγμα τίθησι τὸ μοιχεύειν καὶ καθηδυπαθεῖν καὶ λυμαίνεσθαι τοὺς ἄλλων γάμους, ὅπου γε καὶ τοὺς ἄλλους ἄκοντας [3.4.31.3] ἁμαρτάνοντας ἐλεοῦμεν;
 [03054]  [3.6.49.1] Εἰσίν θ' οἳ πορνείαν ἄντικρυς τὸν γάμον λέγουσι καὶ ὑπὸ τοῦ διαβόλου ταύτην παραδεδόσθαι δογματίζουσι, μιμεῖσθαι δ' αὑτοὺς οἱ μεγάλαυχοί φασι τὸν κύριον μήτε γήμαντα μήτε τι ἐν τῷ κόσμῳ κτησάμενον, μᾶλλον παρὰ τοὺς ἄλλους νενοηκέναι τὸ εὐαγγέλιον [3.6.49.2] καυχώμενοι.
 [04110]  διώκουσι τοίνυν ἡμᾶς οὐκ ἀδίκους εἶναι καταλαβόντες, ἀλλ' αὐτῷ μόνῳ τῷ Χριστιανοὺς εἶναι τὸν βίον ἀδικεῖν ὑπολαμβάνοντες αὐτούς τε οὕτω πολιτευομένους καὶ τοὺς ἄλλους τὸν ὅμοιον αἱρεῖσθαι βίον προτρεπομένους.
 [05638]  ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ' ἀσπαλάθων κνάπτοντες.
 [07020]  ἀνιᾶται γοῦν ἔτι μᾶλλον ἤτοι μηδέπω [6.14.109.5] ἢ καὶ μηδ' ὅλως τυγχάνων ὧν ἄλλους ὁρᾷ μετειληφότας.
 [07342]  καὶ φιλοσοφίας οὖν ἐστιν ἀλήθειά τις παρὰ τοὺς ἄλλους φιλοσόφους [6.17.150.6] καὶ κάλλος ἀληθινὸν παρὰ τὸ δεδολωμένον.
 [07767]  [7.6.33.8] διὸ καὶ Αἰγύπτιοι ἐν ταῖς κατ' αὐτοὺς ἁγνείαις οὐκ ἐπιτρέπουσι τοῖς ἱερεῦσι σιτεῖσθαι σάρκας ὀρνιθείοις τε ὡς κουφοτάτοις χρῶνται καὶ ἰχθύων οὐχ ἅπτονται καὶ δι' ἄλλους μέν τινας μύθους, μάλιστα δὲ ὡς πλαδαρὰν τὴν σάρκα τῆς τοιᾶσδε κατασκευαζούσης βρώσεως.
 [07848]  [7.7.44.1] Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχὴ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη.
 [08118]  κἄν τις ἡμῖν λέγῃ ἐπιτυγχάνειν τινὰς καὶ τῶν ἁμαρτωλῶν κατὰ τὰς αἰτήσεις, σπανίως μὲν τοῦτο διὰ τὴν τοῦ θεοῦ δικαίαν ἀγαθότητα, δίδοται δὲ τοῖς καὶ ἄλλους [7.12.73.4] εὐεργετεῖν δυναμένοις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»