Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁπλῶς [40]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁπλῶς


000-00-00 Serial Number=0069013715
Hymnus Christi servatoris Ante [Go Back]  
 [00010]  Πέμπωμεν ἁπλῶς παῖδα κρατερόν, χορὸς εἰρήνης οἱ χριστόγονοι, λαὸς σώφρων, ψάλλωμεν ὁμοῦ θεὸν εἰρήνης.
000-00-00 Serial Number=0299409688
Quis dives salvetur Ante [Go Back]  
 [00065]  ὅπου δὲ καὶ τὰ νομιζόμενα ὑπ' αὐτοῦ διοῖχθαι τοῖς ἔσω καὶ αὐτοῖς τοῖς τῆς βασιλείας τέκνοις ὑπ' αὐτοῦ καλουμένοις ἔτι χρῄζει φροντίδος πλείονος, ἦ πού γε τὰ δόξαντα μὲν ἁπλῶς ἐξενηνέχθαι καὶ διὰ τοῦτο μηδὲ διηρωτημένα πρὸς τῶν ἀκουσάντων, εἰς ὅλον δὲ τὸ τέλος αὐτὸ τῆς σωτηρίας διαφέροντα, ἐσκεπασμένα δὲ θαυμαστῷ καὶ ὑπερουρανίῳ διανοίας βάθει, οὐκ ἐπιπολαίως δέχεσθαι ταῖς ἀκοαῖς προσῆκεν, ἀλλὰ καθιέντας τὸν νοῦν ἐπ' αὐτὸ τὸ πνεῦμα τοῦ σωτῆ ρος καὶ τὸ τῆς γνώμης ἀπόρρητον.
 [00283]  οὐ γὰρ μόνον ῥέπει πρὸς τοὺς πολυκτήμονας, ἀλλ' ἁπλῶς πρὸς ἅπαντας ἀνθρώπους τοὺς πίστει καθάπαξ ἑαυτοὺς ἐπιδιδόντας.
000-00-00 Serial Number=0649908781
Stromata Ante [Go Back]  
 [00296]  τὰ μὲν γὰρ εὖ λεγόμενα προσίεσθαι, τὰ δὲ ἀλλότρια μὴ προσίεσθαι οὐχ ἁπλῶς ἡ πίστις, ἀλλ' ἡ περὶ τὴν [1.6.35.3] μάθησιν πίστις ἐμποιεῖ.
 [00735]  πάντες οὖν οἱ πρὸ κυρίου κλέπται καὶ λῃσταί, οὐχ ἁπλῶς πάντες ἄνθρωποι, πάντες δὲ οἱ ψευδοπροφῆται καὶ πάντες οἱ μὴ κυρίως ὑπ' αὐτοῦ ἀποσταλέντες.
 [00811]  οὐ μὴν ἁπλῶς πᾶσαν φιλοσοφίαν ἀποδεχόμεθα, ἀλλ' ἐκείνην περὶ ἧς καὶ ὁ παρὰ Πλάτωνι λέγει Σωκράτης·
 [01421]  πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον [1.28.179.3] εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα.
 [01852]  ὁ Ποιμὴν δὲ ἁπλῶς ἐπὶ τῶν κεκοιμημένων θεὶς τὴν λέξιν δικαίους οἶδέ τινας ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις οὐ μόνον πρὸ τῆς τοῦ κυρίου παρουσίας, ἀλλὰ καὶ πρὸ νόμου κατὰ τὴν πρὸς θεὸν εὐαρέστησιν, ὡς Ἄβελ, ὡς Νῶε, ὡς εἴ τις ἕτερος [2.9.44.1] δίκαιος.
 [02484]  πρὸς δ' οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δ' ἔστεργε τὴν ἁπλῶς δίκην.
 [02533]  τέλος οὗτος εἶναι τὴν ἀδιαφορίαν ἔφη, τὸ δὲ ἀδιάφορον [2.21.129.7] ἁπλῶς ἀδιάφορον ἀπολείπει·
 [02659]  εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται ἄνδρα τε καὶ οἶκον, ἀλλ' οὐχ ἁπλῶς, μετὰ ὁμοφροσύνης δὲ τῆς ἐσθλῆς·
 [02876]  ἀκόλουθον γὰρ εἶναί φασι τὴν πρᾶξιν ταύτην ἐκείνῃ τῇ φωνῇ τῇ ὅτι παραχρήσασθαι τῇ σαρκὶ δεῖ, καὶ δὴ κατακολουθήσαντες τῷ <τε> γενομένῳ τῷ τε εἰρημένῳ ἁπλῶς καὶ ἀβασανίστως ἀνέδην ἐκπορνεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες.
 [03347]  οὐ γὰρ θεὸν ἁπλῶς προσεῖπεν ὁ τῇ τοῦ ἄρθρου προτάξει τὸν παντοκράτορα [3.12.82.1] δηλώσας.
 [03478]  [3.16.100.1] Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ' ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ λαοῦ καὶ τῇ [3.16.100.2] ἀπειθείᾳ·
 [03711]  μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς [4.6.26.5] περιποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δι' ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεοῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν [4.6.27.1] κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.
 [03759]  μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτή μονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς [4.6.33.5] μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους·
 [04396]  τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν.
 [04632]  [4.23.150.2] Ὁ μὲν οὖν ἄνθρωπος ἁπλῶς οὕτως κατ' ἰδέαν πλάσσεται τοῦ συμφυοῦς πνεύματος·
 [05339]  [5.9.58.6] πλὴν οὔτε τὰ τῆς βαρβάρου φιλοσοφίας οὔθ' οἱ μῦθοι οἱ Πυθαγόρειοι, ἀλλ' οὐδ' οἱ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ Ἠρὸς τοῦ Ἀρμενίου καὶ ἐν Γοργίᾳ Αἰακοῦ καὶ Ῥαδαμάνθυος καὶ ἐν Φαίδωνι ὁ τοῦ Ταρτάρου καὶ ἐν Πρωταγόρᾳ ὁ Προμηθέως καὶ Ἐπιμηθέως πρός τε τούτοις ὁ τοῦ πολέμου τῶν Ἀτλαντικῶν καὶ τῶν Ἀθηναίων ἐν τῷ Ἀτλαντικῷ, οὐχ ἁπλῶς κατὰ πάντα τὰ ὀνόματα ἀλληγορητέοι, ἀλλ' ὅσα τῆς διανοίας τῆς καθόλου σημαντικά, καὶ δὴ ταῦτα ἐξεύροιμεν ἂν διὰ συμβόλων ὑπὸ παρακαλύμματι τῇ ἀλληγορίᾳ μηνυόμενα.
 [05355]  οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος, οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, [5.10.61.4] διαρρήδην ἐπιφέρει·
 [06682]  ὁ δὲ ἐν τῷ σώματι καθαρισμὸς τῆς ψυχῆς πρώτης πρῶτος οὗτός ἐστιν, ἡ ἀποχὴ τῶν κακῶν, ἥν τινες τελείωσιν ἡγοῦνται, καὶ ἔστιν ἁπλῶς τοῦ [6.7.60.3] κοινοῦ πιστοῦ, Ἰουδαίου τε καὶ Ἕλληνος, ἡ τελείωσις αὕτη·
 [06707]  ἐξῆν δὲ δήπου τῷ προφήτῃ εἰπεῖν ἁπλῶς τὸ οὐκ ἐποίησεν ἄνευ [6.8.63.5] τῆς προσθήκης τοῦ οὕτως.
 [06831]  πολυμερῶς γὰρ καὶ πολυτρόπως λαλήσας οὐχ ἁπλῶς γνωρίζεται.
 [06948]  οὐδὲ γὰρ τῆσδέ τινος καταγινώσκει, ἀλλ' ἁπλῶς πάσης τῆς ἁμαρτίας·
 [07015]  ὥστε ὅταν ἀκούσωμεν ἡ πίστις σου σέσωκέν σε, οὐχ ἁπλῶς τοὺς ὁπωσοῦν πιστεύσαντας σωθήσεσθαι [6.14.108.5] λέγειν αὐτὸν ἐκδεχόμεθα, ἐὰν μὴ καὶ τὰ ἔργα ἐπακολουθήσῃ.
 [07036]  ὥσπερ οὖν τὸ μὲν ἁπλῶς σῴζειν τῶν μέσων ἐστίν, τὸ δ' ὀρθῶς καὶ δεόντως κατόρθωμα, οὕτως καὶ πᾶσα πρᾶξις γνωστικοῦ μὲν κατόρθωμα, τοῦ δὲ ἁπλῶς πιστοῦ μέση πρᾶξις λέγοιτ' ἄν, μηδέπω κατὰ λόγον ἐπιτελουμένη μηδὲ μὴν κατ' ἐπίστασιν κατορθουμένη.
 [07038]  οὐ γὰρ τὸ ἁπλῶς εὖ πράττειν, ἀλλὰ τὸ πρός τινα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ <κατὰ> λόγον ἐνεργεῖν [6.14.112.1] καθῆκον αἱ γραφαὶ παριστᾶσιν.
 [07140]  οὔτε γὰρ ἡ προφητεία οὔτε ὁ σωτὴρ αὐτὸς ἁπλῶς οὕτως, ὡς τοῖς ἐπιτυχοῦσιν εὐάλωτα εἶναι, τὰ θεῖα μυστήρια ἀπεφθέγξατο, ἀλλ' ἐν [6.15.125.1] παραβολαῖς διελέξατο.
 [07189]  οὐ μόνον τοίνυν τοῖς ἐπιτυγχάνουσιν ἁπλῶς οὕτως δύσκολος ἡ τῆς ἀληθείας κτῆσις, ἀλλὰ καὶ ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία, μηδὲ τούτοις ἀθρόαν δίδοσθαι τὴν θεωρίαν ἡ κατὰ τὸν Μωυσέα ἱστορία διδάσκει, μέχρις ἂν ἐθισθέντες ἀντωπεῖν, καθάπερ οἱ Ἑβραῖοι τῇ δόξῃ τῇ Μωυσέως καὶ οἱ ἅγιοι τοῦ Ἰσραὴλ ταῖς τῶν ἀγγέλων ὀπτασίαις, οὕτως καὶ ἡμεῖς ταῖς τῆς ἀληθείας μαρμαρυγαῖς ἀντιβλέπειν δυνηθῶμεν.
 [07340]  ἁπλῶς γὰρ οὕτως ἀλήθεια κοινῶς λέγεται παντὸς νοητοῦ [6.17.150.5] τε καὶ αἰσθητοῦ.
 [07510]  τούτῳ πᾶσα ὑποτέτακται στρατιὰ ἀγγέλων τε καὶ θεῶν, τῷ λόγῳ τῷ πατρικῷ τὴν ἁγίαν οἰκονομίαν ἀναδεδεγμένῳ διὰ τὸν ὑποτάξαντα, δι' ὃν καὶ πάντες αὐτοῦ οἱ ἄνθρωποι, ἀλλ' οἳ μὲν κατ' ἐπίγνωσιν, οἳ δὲ οὐδέπω, καὶ οἳ μὲν ὡς φίλοι, οἳ δὲ ὡς οἰκέται πιστοί, οἳ δὲ ὡς ἁπλῶς οἰκέται.
 [07858]  [7.7.44.8] πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυνα μένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ' ὧν μάλιστα χρή, ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.
 [08260]  ἀλλὰ ἀπελούσασθε, οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθη τὰ ψυχικὰ ἀπερρύψασθε, εἰς τὸ ἐξομοιοῦσθαι ὅση δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διά τε τῆς ἀνεξικακίας διά τε τῆς ἀμνησικακίας, ἐπὶ δικαίους καὶ ἀδίκους τὸ εὐμενὲς τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος [7.14.86.6] ἐπιλάμποντες·
 [08350]  οὐ γὰρ ἁπλῶς ἀποφαινομένοις ἀνθρώποις [7.16.95.8] προσέχοιμεν, οἷς καὶ ἀνταποφαίνεσθαι ἐπ' ἴσης ἔξεστιν.
 [08351]  εἰ δ' οὐκ ἀρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθέν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν, ἀλλὰ τῇ τοῦ κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον, ἣ πασῶν ἀποδείξεων ἐχεγ [7.16.95.9] γυωτέρα, μᾶλλον δὲ ἣ μόνη ἀπόδειξις οὖσα τυγχάνει·
 [08502]  [8.2.4.1] Εἰ δ' οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ' ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν, εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δ' εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ <μὴ> ὁμολο γουμένου πίστις ἀναφέροιτο, ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας [8.2.4.2] ποιητέον.
 [08545]  εἶναι δὲ <δυνατὸν> τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀγνοουμένων δὲ τῶν ἔργων αὐτῆς, οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ [8.4.9.2] δυνάμεων ἢ ἁπλῶς εἰπεῖν ἓν τῶν ὑπαρχόντων τοῖς οὖσιν·
 [08593]  λέγω τοίνυν, εἰ τοῦτο λέγεις ζῷον τὸ δυνάμενον αἰσθέσθαι τε καὶ κινηθῆναι καθ' ὁρμήν, ζῷόν ἐστιν οὐχ ἁπλῶς τὸ κινούμενον καθ' ὁρμὴν [8.4.13.4] καὶ αἰσθανόμενον·
 [08737]  πᾶν γὰρ οὗ χωρὶς οὐκ ἐνδεχόμενον γενέσθαι τὸ ἀποτέλεσμα, κατὰ ἀνάγκην ἐστὶν αἴτιον, αἴτιον δὲ οὐχ ἁπλῶς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»