Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀσκήσεως [13]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀσκήσεως


000-00-00 Serial Number=0214769423
Paedagogus Ante [Go Back]  
 [01935]  Μελέτη δὲ ἀσκήσεως ἀίδιον ἐγρήγορσιν ἐκ πόνων [2.9.80.3] γεννᾷ.
000-00-00 Serial Number=0439229965
Stromata Ante [Go Back]  
 [00270]  εἴη δ' ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως [1.5.31.6] καὶ ἀσκήσεως συνεστῶσαν.
 [02123]  καὶ δὴ τὸν ἑκόντα μετὰ ἀσκήσεως καὶ διδασκαλίας τὴν γνῶσιν τῆς ἀληθείας ἐπανῃρημένον εἰς υἱοθεσίαν καλεῖ, τὴν μεγίστην πασῶν [2.16.75.3] προκοπήν.
 [02185]  προσεταιρισάμεναι γὰρ <αὐ>τοὺς ἐκ τῆς σεμνῆς ἀσκήσεως εἰς ἡδονὰς ἑταιρικὰς τῷ κάλλει δελεάσασαι ἐπί τε τὰς τῶν εἰδώλων θυσίας ἐπί τε τὰς ἀλλοδαπὰς ἐξέμηναν γυναῖκας·
 [02385]  ὅθεν ὡς ἔλεγεν Ἀρίστων πρὸς ὅλον τὸ τετράχορδον, ἡδονήν, λύπην, φόβον, ἐπιθυμίαν, πολλῆς δεῖ τῆς ἀσκήσεως καὶ μάχης, οὗτοι γάρ, οὗτοι καὶ διὰ σπλάγχνων ἔσω χωροῦσι καὶ κυκῶσιν ἀνθρώπων κέαρ.
 [04504]  [4.21.132.1] Ταῦτα γνωστικῆς ἀσκήσεως προγυμνάσματα.
 [06765]  οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ' ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ' ἐν ἕξει ἀσκήσεως ἀεὶ [6.9.71.4] μένοντες ἀναλλοίωτοι μετά γε τὴν τοῦ κυρίου ἀνάστασιν.
 [06769]  οὔτ' οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι' ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι [6.9.72.2] βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν·
 [06891]  [6.11.91.2] προπαρασκευασθῆναι τοίνυν τὴν ψυχὴν καὶ ποικίλως ἐργασθῆναι χρή, εἰ μέλλοι ἀρίστη κατασκευάζεσθαι, ἐπεὶ τῆς ἀληθείας τὸ μέν ἐστι γνωστικόν, τὸ δὲ ποιητικόν, ἐρρύηκεν δὲ ἀπὸ τοῦ θεωρητικοῦ, [6.11.91.3] δεῖται δὲ ἀσκήσεως καὶ συγγυμνασίας πολλῆς καὶ ἐμπειρίας.
 [07569]  ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα ἀπερισπάστως προσομιλῶν τε [7.3.13.4] καὶ συνὼν τῷ κυρίῳ.
 [07764]  τάχ' ἄν τις τῶν γνωστικῶν καὶ ἀσκήσεως χάριν σαρκοφαγίας ἀπόσχοιτο καὶ τοῦ μὴ [7.6.33.7] σφριγᾶν περὶ τὰ ἀφροδίσια τὴν σάρκα.
 [08026]  ἀτεχνῶς οὖν ἐπίγειος εἰκὼν θείας δυνάμεως ἡ γνωστικὴ ψυχή, τελείᾳ ἀρετῇ κεκοσμημένη, ἐκ πάντων ἅμα τούτων, φύσεως, ἀσκήσεως, λόγου, συνηυξημένῃ.
 [08100]  ὅσοι δὲ ἐξομοιοῦσθαι σπεύδουσι τῷ ὑπ' αὐτοῦ δεδομένῳ χαρακτῆρι ἀνεπιθύμητοι ἐξ ἀσκήσεως [7.12.72.2] γενέσθαι βιάζονται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»