Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκρασίαν [20]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκρασίαν


000-00-00 Serial Number=0043932736
Paedagogus Ante [Go Back]  
 [01221]  ἄμφω δὲ πράττουσι κακῶς, οἳ μὲν τοὺς μὴ ἔχοντας βεβαρηκότες, οἳ δὲ τὴν ἀκρασίαν τὴν σφῶν παρὰ τοῖς ἔχουσιν γεγυμνωκότες.
 [01399]  Πλαδώσης δὲ ὀρέξεως δι' ἀκρασίαν αἱ διαπόντιοι οἰνηγίαι, παραφρονούσης καὶ πρὸ τῆς μέθης περὶ τὰς ἐπιθυμίας [2.2.30.2] τῆς ψυχῆς.
 [01659]  Οὔκουν προεκπηδητέον ὑπὸ λαιμαργίας ἀναπειθομένους ποτὲ οὐδὲ μὴν ἐπιγλιχομένους παρεκτείνειν μέχρι πολλοῦ χρή, τῇ ἐφυστερήσει τὴν ἀκρασίαν ὁμολογοῦντας, ἀλλ' οὐδὲ ἐν τῷ μεταξὺ προσκειμένους φαίνεσθαι καθάπερ τὰ θηρία τῇ βορᾷ οὐδὲ μὴν πλείονος ὄψου προσφέρεσθαι·
 [02135]  [2.10βις.102.2] Πρὸς δὲ δὴ τὴν ἄλλην ἀκρασίαν ἄριστον μὲν ὁ λόγος φάρμακον, βοηθεῖ δὲ καὶ ἡ ἔνδεια τοῦ κόρου, δι' οὗ φλεγμαίνουσαι αἱ ἐπιθυμίαι σκιρτῶσι περὶ τὰς ἡδονάς.
 [02717]  Κοινὰ δὲ ἀνέῳκται ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ τὰ βαλανεῖα, κἀντεῦθεν ἐπὶ τὴν ἀκρασίαν ἀποδύονται·
000-00-00 Serial Number=0886066198
Protrepticus Ante [Go Back]  
 [00711]  καὶ πιστεύετε μὲν τοῖς εἰδώλοις ζηλοῦντες αὐτῶν τὴν ἀκρασίαν, ἀπιστεῖτε δὲ τῷ θεῷ σωφροσύνην μὴ φέροντες·
000-00-00 Serial Number=0043198526
Stromata Ante [Go Back]  
 [00731]  ἀλλ' ὅταν δι' ἑαυτόν τις καὶ δι' ἀκρασίαν πυρέττῃ, [1.17.84.4] αἰτιώμεθα τοῦτον) ὣς δὲ καὶ τῆς κακίας ἀκουσίου οὔσης·
 [02184]  οὐχὶ αἱ Μαδιηναίων γυναῖκες τῷ κάλλει τῷ σφῶν πολεμοῦντας τοὺς Ἑβραίους ἐκ σωφροσύνης δι' [2.18.83.4] ἀκρασίαν εἰς ἀθεότητα ὑπηγάγοντο;
 [02263]  ἐχρῆν γὰρ μηδὲ τὴν ἀρχὴν γῆμαι τῷ μηδὲ παιδοποιεῖσθαι γλιχομένῳ ἢ δι' ἡδονῆς ἀκρασίαν παιδοκτόνον γεγονέναι.
 [02897]  καὶ εἴτε αὐτοὶ τῆς βίβλου συγγραφεῖς (ὅρα τὴν ἀπόνοιαν, εἰ καὶ θεοῦ διαψεύδονται δι' ἀκρασίαν), εἴτε ἄλλοις περιτυχόντες τὸ καλὸν τοῦτο ἐνόησαν [3.4.29.2] δόγμα διεστραμμένως ἀκηκοότες·
 [02950]  ἄλλως τε εἰ τὰς ἐντολὰς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν οὐ μοιχεύσεις καὶ οὐ παιδοφθορήσεις καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε δι' ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμῶνα τὸν ὑπ' αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατὴν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν [3.4.37.1] βάρβαρον ἐθελῆσαι Ξέρξην <φασίν>;
 [02985]  εἰ δὲ τὸ ἀδεὲς ἑκάτερος ἔχει, ὅ τε ἀκρασίαν ὅ τε ἐγκράτειαν ἑλόμενος, ἀλλὰ τὸ σεμνὸν οὐχ ὅμοιον.
 [03339]  πάλιν γὰρ ἐπὶ ταὐτὸ συγχωρήσας γενέσθαι διὰ τὸν σατανᾶν καὶ τὴν ἀκρασίαν, τὸν πεισθησόμενον [7δυσὶ] κυρίοις μέλλειν [7] δουλεύεινἀπεφήνατο, διὰ μὲν συμφωνίας θεῷ, διὰ δὲ τῆς [3.12.81.3] ἀσυμφωνίας ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ.
 [03342]  ἀκρασίαν μὲν γὰρ καὶ πορνείαν διαβολικὰ εἶναι πάθη καὶ ἡμεῖς ὁμολογοῦμεν, γάμου δὲ τοῦ σώφρονος μεσιτεύει συμφωνία, ἐπί τε τὴν εὐχὴν ἐγκρατῶς ἄγουσα ἐπί τε τὴν παιδοποιίαν [3.12.81.5] μετὰ σεμνότητος νυμφεύουσα.
 [03349]  οὐ γὰρ ἀποκρούεται τέλεον τὰς τῆς φύσεως ὀρέξεις δυσωποῦσα ἡ πρόσκαιρος συμφωνία, δι' ἃς εἰσάγει πάλιν τὴν συζυγίαν τοῦ γάμου, οὐκ εἰς ἀκρασίαν καὶ πορνείαν καὶ τὸ τοῦ διαβόλου ἔργον, ἀλλ' ὅπως μὴ ὑποπέσῃ ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ.
 [03353]  καὶ εἴ τινι ὁ ἀπόστολος δι' ἀκρασίαν καὶ πύρωσιν κατὰ συγγνώμην δευτέρου μεταδίδωσι γάμου, ἐπεὶ καὶ οὗτος οὐχ ἁμαρτάνει μὲν κατὰ διαθήκην (οὐ γὰρ κεκώλυται πρὸς τοῦ νόμου), οὐ πληροῖ δὲ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας τὴν [3.12.82.5] κατ' ἐπίτασιν τελειότητα·
 [03450]  οὐ γὰρ τοῖς ἐγκρατῶς χρωμένοις τῷ γάμῳ ἐπὶ παιδοποιίᾳ μόνῃ διὰ τὴν ἀκρασίαν φησίν, ἀλλὰ τοῖς καὶ πέρα παιδοποιίας προβαίνειν ἐπιθυμοῦσιν, ὡς μὴ πολὺ ἐπιπνεύσας ὁ δι' ἐναντίας ἐκκυμήνῃ τὴν ὄρεξιν [3.15.96.3] εἰς ἀλλοτρίας ἡδονάς.
 [05292]  ᾗ καὶ τὸν Φαέθοντα δι' ἀκρασίαν τῶν πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται.
 [05599]  πᾶσα γὰρ μοχθηρία ψυχῆς μετὰ ἀκρασίας ἐστίν, καὶ ὁ διὰ πάθος πράττων δι' ἀκρασίαν πράττει καὶ [5.13.86.4] μοχθηρίαν.
 [05854]  [5.14.111.6] ἐφ' οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου ∆ιὸς ὧδέ πως ἐκδιηγεῖται·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»