Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀδικίας [24]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀδικίας


000-00-00 Serial Number=0111432910
Paedagogus Ante [Go Back]  
 [01028]  Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν τὴν δικαιοσύνην, οὐκ ἐπὶ τῶν ὀρέων φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο ἐπὶ τὰ ἐνθυμήματα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐκ ἐγγιεῖ, καὶ ἄνθρωπον οὐ καταδυναστεύσει, καὶ ἐνεχυρασμὸν ὀφείλοντος [1.10.95.2] ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπάσει, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεόνασμα οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, καὶ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ, ἐν τοῖς προστάγμασί μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά·
 [02614]  [3.3.21.2] Καὶ νῦν μὲν εἰς τοσοῦτον ἀκολασίας ἐλήλακεν ὁ βίος ἐντρυφώσης ἀδικίας, καὶ τὸ λάγνον πᾶν ἐπικέχυται ταῖς πόλεσι νόμος γενόμενον·
 [03215]  Λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόλυε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν ἄδικον συγγραφὴν διάσπα.
000-00-00 Serial Number=0652376711
Protrepticus Ante [Go Back]  
 [00869]  πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς γράψαντας αὐτοὺς ἀδικίας ὀφλισκάνειν;
 [00870]  Εἰ δ', οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι, δίκας βιαίων δώσετ' ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεὺς δ', ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες ἀδικίας κενώσετε.
 [01063]  [10.93.1] Μετανοήσωμεν οὖν καὶ μεταστῶμεν ἐξ ἀμαθίας εἰς ἐπιστήμην, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρασίας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀθεότητος εἰς [10.93.2] θεόν.
000-00-00 Serial Number=0900333881
Quis dives salvetur Ante [Go Back]  
 [00124]  [13.3] ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας.
 [00139]  πάλιν ὑπηρέτης [14.4] ἀδικίας εὑρίσκεται·
 [00346]  ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς [31.6] ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
 [00347]  φύσει μὲν ἅπασαν κτῆσιν, ἣν αὐτός τις ἐφ' ἑαυτοῦ κέκτηται ὡς ἰδίαν οὖσαν καὶ οὐκ εἰς κοινὸν τοῖς δεομένοις κατατίθησιν, ἄδικον οὖσαν ἀποφαί νων, ἐκ δὲ ταύτης τῆς ἀδικίας ἐνὸν καὶ πρᾶγμα δίκαιον ἐργάσασθαι καὶ σωτήριον, ἀναπαῦσαί τινα τῶν ἐχόντων αἰώνιον·
000-00-00 Serial Number=0231596649
Stromata Ante [Go Back]  
 [01051]  ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ [1.21.125.3] σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.
 [01378]  οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν [1.27.171.2] οὐ μᾶλλον ἂν εἴη κηδεμών, ὅσῳπερ ψυχὴ σώματος ἐντιμότερον.
 [01380]  τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά, εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτὲ [1.27.171.4] δικαιοσύνην κτᾶσθαι;
 [01381]  ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν [1.27.172.1] οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.
 [01389]  ὥστε καὶ ὅταν ἀνηκέστῳ τινὶ κακῷ περιπέσῃ τις ὑπό τε ἀδικίας καὶ πλεονεξίας [1.27.173.3] καταληφθείς, εὐεργετοῖτ' ἂν ὁ ἀποκτειννύμενος·
 [02156]  λῦε πάντα σύνδεσμον ἀδικίας·
 [02594]  καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν [2.22.135.2] ἄρτον αὐτοῦ πεινῶντι δώσει, <καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει,> καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ [2.22.135.3] δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν·
 [03025]  τρυφῆς μὲν οὖν καὶ πάσης ἀκοσμίας ἡμᾶς ὁ νόμος ἐξάγειν προῄρηται, καὶ τοῦτό ἐστιν αὐτοῦ τέλος, ἐκ τῆς ἀδικίας ἡμᾶς εἰς δικαιοσύνην ὑπάγειν, γάμους [3.6.46.2] τε αἱρουμένους σώφρονας καὶ παιδοποιίας καὶ πολιτείας.
 [03188]  ἰδοὺ γέγονε καινά, ἁγνεία ἐκ πορνείας, καὶ ἐγκράτεια ἐξ ἀκρασίας, δικαιοσύνη ἐξ ἀδικίας.
 [03278]  ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας ἕως μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ.
 [03597]  ἐγκρατεύεσθαι μὲν γὰρ ἀγαθοεργίας κακίας ἔργον, [4.3.8.6] ἀπέχεσθαι δὲ ἀδικίας σωτηρίας ἀρχή.
 [03925]  ὁ μὲν οὖν πρῶτος βαθμὸς τῆς σωτηρίας ἡ μετὰ φόβου διδασκαλία, δι' ἣν ἀπεχόμεθα τῆς ἀδικίας, δεύτερος δὲ ἡ ἐλπίς, δι' ἣν ἐφιέμεθα τῶν βελτίστων, τελειοῖ δὲ ἡ ἀγάπη, ὡς προσῆκόν ἐστι, γνωστικῶς ἤδη παιδεύουσα.
 [04769]  τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον [4.26.170.3] ποιεῖ;
 [07579]  ὅσοι δ' οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις [7.3.15.3] πρὸς τῆς ἀπαιδεύτου ἀδικίας, οὐ νομίζουσιν εἶναι θεόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»