NOVI TESTAMENTI SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τε [215]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0863900423
NT. 01 Evangelium Secundum Matthaeum Ante [Go Back]  
 [02210]  καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὖρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
 [02748]  καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
 [02812]  καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
000-00-00 Serial Number=0216629446
NT. 03 Evangelium Secundum Lucam Ante [Go Back]  
 [00216]  καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε μαριὰμ καὶ τὸν ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ·
 [01245]  ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
 [01426]  εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
 [01502]  καὶ διεγόγγυζον οἵ τε φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὖτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
 [02111]  σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ᾽ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
 [02266]  καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,
 [02312]  ἐγένοντο δὲ φίλοι ὅ τε ἡρῴδης καὶ ὁ πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϊπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς.
 [02420]  ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
000-00-00 Serial Number=0117609859
NT. 04 Evangelium Secundum Ioannem Ante [Go Back]  
 [00215]  καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν,
 [00442]  τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὖτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
 [00618]  ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.
000-00-00 Serial Number=0724666178
NT. 05 Actus Apostolorum Ante [Go Back]  
 [00101]  τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
 [00108]  ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ἰουδαίᾳ καὶ σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
 [00113]  καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῶον ἀνέβησαν οὖ ἦσαν καταμένοντες, ὅ τε πέτρος καὶ ἰωάννης καὶ ἰάκωβος καὶ ἀνδρέας, φίλιππος καὶ θωμᾶς, βαρθολομαῖος καὶ μαθθαῖος, ἰάκωβος ἁλφαίου καὶ σίμων ὁ ζηλωτὴς καὶ ἰούδας ἰακώβου.
 [00115]  καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι,
 [00209]  πάρθοι καὶ μῆδοι καὶ ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν μεσοποταμίαν, ἰουδαίαν τε καὶ καππαδοκίαν, πόντον καὶ τὴν ἀσίαν,
 [00210]  φρυγίαν τε καὶ παμφυλίαν, αἴγυπτον καὶ τὰ μέρη τῆς λιβύης τῆς κατὰ κυρήνην, καὶ οἱ ἐπιδημοῦντες ῥωμαῖοι,
 [00211]  ἰουδαῖοί τε καὶ προσήλυτοι, κρῆτες καὶ ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
 [00233]  τῇ δεξιᾷ οὗν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε.
 [00237]  ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
 [00240]  ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
 [00243]  ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
 [00246]  καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῶ ἱερῶ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
 [00413]  θεωροῦντες δὲ τὴν τοῦ πέτρου παρρησίαν καὶ ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῶ ἰησοῦ ἦσαν·
 [00414]  τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
 [00427]  συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ἰησοῦν, ὃν ἔχρισας, ἡρῴδης τε καὶ πόντιος πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς ἰσραήλ,
 [00433]  καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
 [00514]  μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῶ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
 [00519]  ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἀνοίξας τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν,
 [00524]  ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
 [00535]  εἶπέν τε πρὸς αὐτούς, ἄνδρες ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
 [00542]  πᾶσάν τε ἡμέραν ἐν τῶ ἱερῶ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν χριστόν, ἰησοῦν.
 [00607]  καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
 [00612]  συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,
 [00613]  ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, ὁ ἄνθρωπος οὖτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου·
 [00726]  τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών, ἄνδρες, ἀδελφοί ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους;
 [00803]  σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
 [00812]  ὅτε δὲ ἐπίστευσαν τῶ φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος ἰησοῦ χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
 [00813]  ὁ δὲ σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῶ φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
 [00825]  οἱ μὲν οὗν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς ἱεροσόλυμα, πολλάς τε κώμας τῶν σαμαριτῶν εὐηγγελίζοντο.
 [00828]  ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην ἠσαΐαν.
 [00831]  ὁ δὲ εἶπεν, πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῶ.
 [00838]  καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
 [00902]  ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ἰερουσαλήμ.
 [00903]  ἐν δὲ τῶ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ δαμασκῶ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
 [00915]  εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὖτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε ἰσραήλ·
 [00918]  καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,
 [00924]  ἐγνώσθη δὲ τῶ σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
 [00929]  ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
 [01022]  οἱ δὲ εἶπαν, κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
 [01028]  ἔφη τε πρὸς αὐτούς, ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
 [01033]  ἐξαυτῆς οὗν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὗν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου.
 [01039]  καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν ἰουδαίων καὶ ἐν ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.
 [01121]  καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
 [01126]  καὶ εὑρὼν ἤγαγεν εἰς ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν ἀντιοχείᾳ τοὺς μαθητὰς χριστιανούς.
 [01206]  ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
 [01212]  συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς μαρίας τῆς μητρὸς ἰωάννου τοῦ ἐπικαλουμένου μάρκου, οὖ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
 [01217]  κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε, ἀπαγγείλατε ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
 [01301]  ἦσαν δὲ ἐν ἀντιοχείᾳ κατὰ τὴν οὗσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε βαρναβᾶς καὶ συμεὼν ὁ καλούμενος νίγερ, καὶ λούκιος ὁ κυρηναῖος, μαναήν τε ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ σαῦλος.
 [01304]  αὐτοὶ μὲν οὗν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς κύπρον,
 [01311]  καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά τε ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
 [01346]  παρρησιασάμενοί τε ὁ παῦλος καὶ ὁ βαρναβᾶς εἶπαν, ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
 [01352]  οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
 [01401]  ἐγένετο δὲ ἐν ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι ἰουδαίων τε καὶ ἑλλήνων πολὺ πλῆθος.
 [01405]  ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
 [01411]  οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν λυκαονιστὶ λέγοντες, οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς·
 [01412]  ἐκάλουν τε τὸν βαρναβᾶν δία, τὸν δὲ παῦλον ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
 [01413]  ὅ τε ἱερεὺς τοῦ διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
 [01421]  εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν λύστραν καὶ εἰς ἰκόνιον καὶ εἰς ἀντιόχειαν,
 [01503]  οἱ μὲν οὗν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε φοινίκην καὶ σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
 [01504]  παραγενόμενοι δὲ εἰς ἰερουσαλὴμ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν.
 [01505]  ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον μωϊσέως.
 [01506]  συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
 [01509]  καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
 [01532]  ἰούδας τε καὶ σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν·
 [01539]  ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε βαρναβᾶν παραλαβόντα τὸν μᾶρκον ἐκπλεῦσαι εἰς κύπρον.
 [01613]  τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὖ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
 [01623]  πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῶ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
 [01634]  ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῶ θεῶ.
 [01704]  καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῶ παύλῳ καὶ τῶ σιλᾷ, τῶν τε σεβομένων ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
 [01710]  οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε παῦλον καὶ τὸν σιλᾶν εἰς βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν ἰουδαίων ἀπῄεσαν.
 [01714]  εὐθέως δὲ τότε τὸν παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τετε σιλᾶς καὶ ὁ τιμόθεος ἐκεῖ.
 [01719]  ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν ἄρειον πάγον ἤγαγον, λέγοντες, δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
 [01726]  ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
 [01804]  διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε ἰουδαίους καὶ ἕλληνας.
 [01805]  ὡς δὲ κατῆλθον ἀπὸ τῆς μακεδονίας ὅ τε σιλᾶς καὶ ὁ τιμόθεος, συνείχετο τῶ λόγῳ ὁ παῦλος, διαμαρτυρόμενος τοῖς ἰουδαίοις εἶναι τὸν χριστόν, ἰησοῦν.
 [01826]  οὖτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ πρίσκιλλα καὶ ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῶ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ.
 [01902]  εἶπέν τε πρὸς αὐτούς, εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν, ἀλλ᾽ οὐδ᾽ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
 [01903]  εἶπέν τε, εἰς τί οὗν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν, εἰς τὸ ἰωάννου βάπτισμα.
 [01906]  καὶ ἐπιθέντος αὐτοῖς τοῦ παύλου τὰς χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
 [01910]  τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, ἰουδαίους τε καὶ ἕλληνας.
 [01911]  δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν παύλου,
 [01912]  ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
 [01917]  τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν ἰουδαίοις τε καὶ ἕλλησιν τοῖς κατοικοῦσιν τὴν ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου ἰησοῦ.
 [01918]  πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
 [01927]  οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
 [01929]  καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες γάϊον καὶ ἀρίσταρχον μακεδόνας, συνεκδήμους παύλου.
 [02003]  ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῶ ὑπὸ τῶν ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ μακεδονίας.
 [02007]  ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
 [02011]  ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν.
 [02021]  διαμαρτυρόμενος ἰουδαίοις τε καὶ ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν ἰησοῦν.
 [02035]  πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου ἰησοῦ ὅτι αὐτὸς εἶπεν, μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
 [02112]  ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ἰερουσαλήμ.
 [02118]  τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ παῦλος σὺν ἡμῖν πρὸς ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
 [02120]  οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῶ, θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
 [02125]  περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
 [02128]  κράζοντες, ἄνδρες ἰσραηλῖται, βοηθεῖτε· οὖτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
 [02130]  ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
 [02131]  ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῶ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται ἰερουσαλήμ,
 [02137]  μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ παῦλος λέγει τῶ χιλιάρχῳ, εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη, ἑλληνιστὶ γινώσκεις;
 [02204]  ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
 [02207]  ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, σαοὺλ σαούλ, τί με διώκεις;
 [02208]  ἐγὼ δὲ ἀπεκρίθην, τίς εἶ, κύριε; εἶπέν τε πρός με, ἐγώ εἰμι ἰησοῦς ὁ ναζωραῖος ὃν σὺ διώκεις.
 [02223]  κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
 [02305]  ἔφη τε ὁ παῦλος, οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
 [02310]  πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ παῦλος ὑπ᾽ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
 [02324]  κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν παῦλον διασώσωσι πρὸς φήλικα τὸν ἡγεμόνα,
 [02328]  βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῶ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν·
 [02403]  πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
 [02405]  εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν ναζωραίων αἱρέσεως,
 [02410]  ἀπεκρίθη τε ὁ παῦλος νεύσαντος αὐτῶ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῶ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
 [02415]  ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὖτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.
 [02423]  διαταξάμενος τῶ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῶ.
 [02427]  διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ φῆλιξ πόρκιον φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς ἰουδαίοις ὁ φῆλιξ κατέλιπε τὸν παῦλον δεδεμένον.
 [02502]  ἐνεφάνισάν τε αὐτῶ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν ἰουδαίων κατὰ τοῦ παύλου, καὶ παρεκάλουν αὐτὸν
 [02516]  πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
 [02523]  τῇ οὗν ἐπαύριον ἐλθόντος τοῦ ἀγρίππα καὶ τῆς βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾽ ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ φήστου ἤχθη ὁ παῦλος.
 [02524]  καί φησιν ὁ φῆστος, ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὖ ἅπαν τὸ πλῆθος τῶν ἰουδαίων ἐνέτυχόν μοι ἔν τε ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
 [02603]  μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
 [02604]  τὴν μὲν οὗν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῶ ἔθνει μου ἔν τε ἱεροσολύμοις ἴσασι πάντες οἱ ἰουδαῖοι,
 [02610]  ὃ καὶ ἐποίησα ἐν ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
 [02611]  καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
 [02614]  πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ ἑβραΐδι διαλέκτῳ, σαοὺλ σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
 [02616]  ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
 [02620]  ἀλλὰ τοῖς ἐν δαμασκῶ πρῶτόν τε καὶ ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
 [02622]  ἐπικουρίας οὗν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῶ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ μωϊσῆς,
 [02623]  εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῶ τε λαῶ καὶ τοῖς ἔθνεσιν.
 [02630]  ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
 [02701]  ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν ἰταλίαν, παρεδίδουν τόν τε παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι ἰουλίῳ σπείρης σεβαστῆς.
 [02703]  τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς σιδῶνα, φιλανθρώπως τε ὁ ἰούλιος τῶ παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν.
 [02705]  τό τε πέλαγος τὸ κατὰ τὴν κιλικίαν καὶ παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς μύρα τῆς λυκίας.
 [02708]  μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον καλοὺς λιμένας, ᾧ ἐγγὺς πόλις ἦν λασαία.
 [02717]  ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.
 [02720]  μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς.
 [02721]  πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
 [02729]  φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι.
 [02743]  ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
 [02802]  οἵ τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
 [02823]  ταξάμενοι δὲ αὐτῶ ἡμέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ ἰησοῦ ἀπό τε τοῦ νόμου μωϊσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
000-00-00 Serial Number=0411004543
NT. 06 Pauli Epistola ad Romanos Ante [Go Back]  
 [00112]  τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
 [00114]  ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
 [00116]  οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῶ πιστεύοντι, ἰουδαίῳ τε πρῶτον καὶ ἕλληνι·
 [00120]  τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους·
 [00126]  διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
 [00127]  ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
 [00209]  θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, ἰουδαίου τε πρῶτον καὶ ἕλληνος·
 [00210]  δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῶ ἐργαζομένῳ τὸ ἀγαθόν, ἰουδαίῳ τε πρῶτον καὶ ἕλληνι·
 [00219]  πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει,
 [00309]  τί οὗν; προεχόμεθα; οὐ πάντως, προῃτιασάμεθα γὰρ ἰουδαίους τε καὶ ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι,
 [00707]  τί οὗν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου, τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις.
 [01012]  οὐ γάρ ἐστιν διαστολὴ ἰουδαίου τε καὶ ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
 [01408]  ἐάν τε γὰρ ζῶμεν, τῶ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῶ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὗν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
 [01626]  φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος,
000-00-00 Serial Number=0516967475
NT. 07 Pauli Epistola ad Corinthios Prima Ante [Go Back]  
 [00124]  αὐτοῖς δὲ τοῖς κλητοῖς, ἰουδαίοις τε καὶ ἕλλησιν, χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν·
 [00130]  ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν χριστῶ ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
 [00421]  τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;
000-00-00 Serial Number=0641644597
NT. 08 Pauli Epistola ad Corinthios Secunda Ante [Go Back]  
 [01008]  ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι,
 [01212]  τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν.
000-00-00 Serial Number=0127415478
NT. 10 Pauli Epistola ad Ephesios Ante [Go Back]  
 [00319]  γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
000-00-00 Serial Number=0528196096
NT. 11 Pauli Epistola ad Philippenses Ante [Go Back]  
 [00107]  καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
000-00-00 Serial Number=0439074457
NT. 19 Pauli Epistola ad Hebraeos Ante [Go Back]  
 [00103]  ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῶ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
 [00204]  συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
 [00211]  ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,
 [00412]  ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
 [00501]  πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
 [00507]  ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
 [00514]  τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
 [00602]  βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου.
 [00604]  ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου
 [00605]  καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
 [00619]  ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
 [00803]  πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
 [00901]  εἶχε μὲν οὗν καὶ ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
 [00902]  σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια·
 [00909]  ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
 [00919]  λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ μωϊσέως παντὶ τῶ λαῶ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,
 [01033]  τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες·
 [01132]  καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ γεδεών, βαράκ, σαμψών, ἰεφθάε, δαυίδ τε καὶ σαμουὴλ καὶ τῶν προφητῶν,
 [01202]  ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῶ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.
000-00-00 Serial Number=0304278731
NT. 20 Iacobi Epistola Catholica Ante [Go Back]  
 [00307]  πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
000-00-00 Serial Number=0102647841
NT. 26 Iudae Epistola Catholica Ante [Go Back]  
 [00106]  ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
000-00-00 Serial Number=0963094711
NT. 27 Ioannis Apocalypsis Ante [Go Back]  
 [01918]  ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»