VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Σιβα [16]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0907369256
VT. 10 Samuelis II Ante [Go Back]  
 [010_009_002]  καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἰ σὺ εἶ Σιβα καὶ εἶπεν Ἁγὼ δοῦλος σός
 [010_009_003]  καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέαή Ετι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας
 [010_009_004]  καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτοσ καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ
 [010_009_009]  καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου
 [010_009_010]  καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούσ καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου (καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι )
 [010_009_011]  καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως
 [010_009_012]  καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε
 [010_016_001]  καὶ Δαυιδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ροως καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμφιβοσθε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἐπ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νεβελ οἴνου
 [010_016_002]  καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβα Τί ταῦτά σοι καὶ εἶπεν Σιβα Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ
 [010_016_003]  καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ιερουσαλημ ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος Ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου
 [010_016_004]  καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα Ιδοὺ σοὶ πάντα ὅσα ἐστὶν τῷ Μεμφιβοσθε καὶ εἶπεν Σιβα προσκυνήσας Εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ
 [010_019_018]  καὶ χίλιοι ἄνδρες μετ αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ αὐτοῦ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως
 [010_019_030]  καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ινα τί λαλεῖς ἔτι τοὺς λόγους σου εἶπον Σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»