VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ολοφέρνου [21]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0541239619
VT. 18 Judith Ante [Go Back]  
 [018_005_022]  καὶ ἐγένετο ὡς ἐπαύσατο Αχιωρ λαλῶν τοὺς λόγους τούτους καὶ ἐγόγγυσεν πᾶς ὁ λαὸς ὁ κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς καὶ εἶπαν οἱ μεγιστᾶνες Ολοφέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωαβ συγκόψαι αὐτόν
 [018_006_017]  καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ασσουρ καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἶκον Ισραηλ
 [018_007_016]  καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν
 [018_007_026]  καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ
 [018_010_013]  κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς
 [018_010_017]  καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου
 [018_010_018]  καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆσ καὶ ἐλθόντες ἐκύκλουν αὐτήν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ολοφέρνου ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς
 [018_011_020]  καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν
 [018_012_005]  καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτόσ καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν
 [018_012_013]  καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ασσουρ αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ
 [018_012_015]  καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ αὐτῶν
 [018_012_016]  καὶ εἰσελθοῦσα ἀνέπεσεν Ιουδιθ καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ αὐτήν καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ αὐτῆσ καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ ἧς ἡμέρας εἶδεν αὐτήν
 [018_013_006]  καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἦν πρὸς κεφαλῆς Ολοφέρνου καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ αὐτοῦ
 [018_013_009]  καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνώπιον ἀπὸ τῶν στύλων καὶ μετ ὀλίγον ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ολοφέρνου
 [018_013_015]  καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ καὶ ἰδοὺ τὸ κωνώπιον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείασ
 [018_014_003]  καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ασσουρ καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν καὶ ἐπιπεσεῖται ἐπ αὐτοὺς φόβος καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν
 [018_014_006]  καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ τοῦ οἴκου Οζια ὡς δὲ ἦλθεν καὶ εἶδεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ
 [018_014_011]  `Ηνίκα δὲ ὁ ὄρθρος ἀνέβη καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ τοῦ τείχους καὶ ἀνέλαβεν πᾶς ἀνὴρ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους
 [018_014_013]  καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦή Εγειρον δὴ τὸν κύριον ἡμῶν ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ ἡμᾶς εἰς πόλεμον ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος
 [018_015_011]  καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ ἡμέρας τριάκοντα καὶ ἔδωκαν τῇ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ αὐτῶν
 [018_016_019]  καὶ ἀνέθηκεν Ιουδιθ πάντα τὰ σκεύη Ολοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ καὶ τὸ κωνώπιον ὃ ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ εἰς ἀνάθημα τῷ θεῷ ἔδωκεν


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»