VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ιωσιας [15]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0255349934
VT. 11 Regum I Ante [Go Back]  
 [011_013_002]  καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπεν Θυσιαστήριον θυσιαστήριον τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυιδ Ιωσιας ὄνομα αὐτῷ καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ
000-00-00 Serial Number=0289900541
VT. 12 Regum II Ante [Go Back]  
 [012_021_026]  καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Οζα καὶ ἐβασίλευσεν Ιωσιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ
 [012_022_001]  Υἱὸς ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ žν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεδιδα θυγάτηρ Εδε ϊα ἐκ Βασουρωθ
 [012_023_016]  καὶ ἐξένευσεν Ιωσιας καὶ εἶδεν τοὺς τάφους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι Ιεροβοαμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους
 [012_023_019]  καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας οὓς ἐποίησαν βασιλεῖς Ισραηλ παροργίζειν κύριον ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθηλ
 [012_023_024]  καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξῆρεν ὁ βασιλεὺς Ιωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν Χελκιας ὁ ἱερεὺς ἐν οἴκῳ κυρίου
 [012_023_029]  ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη Ιωσιας εἰς ἀπαντὴν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν Νεχαω ἐν Μαγεδδω ἐν τῷ ἰδεῖν αὐτόν
000-00-00 Serial Number=0717437685
VT. 14 Paralipomenon II Ante [Go Back]  
 [014_034_001]  Ὢν ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα žν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ
 [014_034_033]  καὶ περιεῖλεν Ιωσιας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς ἣ ἦν υἱῶν Ισραηλ καὶ ἐποίησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ ἐν Ισραηλ τοῦ δουλεύειν κυρίῳ θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν κυρίου θεοῦ πατέρων αὐτοῦ
 [014_035_001]  Καὶ ἐποίησεν Ιωσιας τὸ φασεχ τῷ κυρίῳ θεῷ αὐτοῦ καὶ ἔθυσαν τὸ φασεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου
 [014_035_007]  καὶ ἀπήρξατο Ιωσιας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδασ ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως
 [014_035_018]  καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτῷ ἐν Ισραηλ ἀπὸ ἡμερῶν Σαμουηλ τοῦ προφήτου καὶ πάντες βασιλεῖς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τῷ κυρίῳ
 [014_035_019α]  τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θαραφιν καὶ τὰ εἴδωλα καὶ τὰ καρασιμ ἃ ἦν ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐνεπύρισεν ὁ βασιλεὺς Ιωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν Χελκιας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου
 [014_035_020]  Καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη ὁ βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτῷ
 [014_035_022]  καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτοῦ ἀπ αὐτοῦ ἀλλ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαω διὰ στόματος θεοῦ καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδων


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»