VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ιου [61]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0343669355
VT. 11 Regum I Ante [Go Back]  
 [011_016_001]  καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱοῦ Ανανι πρὸς Βαασα
 [011_016_007]  καὶ ἐν χειρὶ Ιου υἱοῦ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ τοῦ εἶναι κατὰ τὸν οἶκον Ιεροβοαμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν
 [011_016_012]  κατὰ τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Βαασα πρὸς Ιου τὸν προφήτην
 [011_019_016]  καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ
 [011_019_017]  καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε
000-00-00 Serial Number=0184732318
VT. 12 Regum II Ante [Go Back]  
 [012_009_002]  καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαφατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ
 [012_009_005]  καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο καὶ εἶπεν Λόγος μοι πρὸς σέ ὁ ἄρχων καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν καὶ εἶπεν Πρὸς σέ ὁ ἄρχων
 [012_009_011]  καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ καὶ εἶπεν αὐτοῖς Ὓμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ
 [012_009_012]  καὶ εἶπονή Αδικον ἀπάγγειλον δὴ ἡμῖν καὶ εἶπεν Ιου πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ
 [012_009_013]  καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον Ἁβασίλευσεν Ιου
 [012_009_014]  καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ αὐτὸς καὶ πᾶς Ισραηλ ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας
 [012_009_015]  καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἶπεν Ιου Εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ ἐμοῦ μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ιεζραελ
 [012_009_016]  καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαθ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδεῖν τὸν Ιωραμ
 [012_009_017]  καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω καὶ εἶπεν Ιωραμ Λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν καὶ εἰπάτω Εἰ εἰρήνη
 [012_009_018]  καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ηλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν
 [012_009_019]  καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ ἐπιστρέφου εἰς τὰ ὀπίσω μου
 [012_009_020]  καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ηλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν καὶ ὁ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου ὅτι ἐν παραλλαγῇ ἐγένετο
 [012_009_021]  καὶ εἶπεν Ιωραμ Ζεῦξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξῆλθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαι τοῦ Ιεζραηλίτου
 [012_009_022]  καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου καὶ εἶπεν Εἰ εἰρήνη Ιου καὶ εἶπεν Ιου Τί εἰρήνη ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά
 [012_009_024]  καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ
 [012_009_025]  καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ`Ρῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαι τοῦ Ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ κύριος ἔλαβεν ἐπ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων
 [012_009_027]  καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν Καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι ἥ ἐστιν Ιεβλααμ καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ
 [012_009_030]  Καὶ ἦλθεν Ιου εἰς Ιεζραελ καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς θυρίδος
 [012_009_031]  καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν Εἰ εἰρήνη Ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ
 [012_009_034]  καὶ εἰσῆλθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν Ἁπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστίν
 [012_010_001]  Καὶ τῷ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς υἱῶν Αχααβ λέγων
 [012_010_005]  καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ιου λέγοντες Παῖδές σου ἡμεῖς καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν οὐ βασιλεύσομεν ἄνδρα τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν
 [012_010_011]  καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα
 [012_010_013]  καὶ Ιου εὗρεν τοὺς ἀδελφοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἶπεν Τίνες ὑμεῖσ καὶ εἶπον Οἱ ἀδελφοὶ Οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης
 [012_010_015]  καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ καὶ εὐλόγησεν αὐτόν καὶ εἶπεν πρὸς αὐτὸν Ιου Εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου καὶ εἶπεν Ιωναδαβή Εστιν καὶ εἶπεν Ιου Καὶ εἰ ἔστιν δὸς τὴν χεῖρά σου καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
 [012_010_018]  Καὶ συνήθροισεν Ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τῷ Βααλ ὀλίγα καί γε Ιου δουλεύσει αὐτῷ πολλά
 [012_010_019]  καὶ νῦν πάντες οἱ προφῆται τοῦ Βααλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με ἀνὴρ μὴ ἐπισκεπήτω ὅτι θυσία μεγάλη μοι τῷ Βααλ πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται καὶ Ιου ἐποίησεν ἐν πτερνισμῷ ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βααλ
 [012_010_020]  καὶ εἶπεν Ιου`Αγιάσατε ἱερείαν τῷ Βααλ καὶ ἐκήρυξαν
 [012_010_021]  καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ μηδεὶς ἀπολειπέσθω ὅτι θυσίαν μεγάλην ποιῶ ὃς ἂν ἀπολειφθῇ οὐ ζήσεται καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ οὐ κατελείφθη ἀνήρ ὃς οὐ παρεγένετο καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βααλ καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βααλ στόμα εἰς στόμα
 [012_010_022]  καὶ εἶπεν Ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ Ἁξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ Βααλ καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής
 [012_010_023]  καὶ εἰσῆλθεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἶκον τοῦ Βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ Βααλ Ἁρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ ὑμῶν τῶν δούλων κυρίου ὅτι ἀλλ ἢ οἱ δοῦλοι τοῦ Βααλ μονώτατοι
 [012_010_024]  καὶ εἰσῆλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα καὶ Ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν Ἀνήρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ
 [012_010_025]  καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν καὶ εἶπεν Ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις Εἰσελθόντες πατάξατε αὐτούς ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βααλ
 [012_010_028]  Καὶ ἠφάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ
 [012_010_029]  πλὴν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισθεν αὐτῶν αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθηλ καὶ ἐν Δαν
 [012_010_030]  καὶ εἶπεν κύριος πρὸς Ιου Ἀνθ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ
 [012_010_031]  καὶ Ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ Ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
 [012_010_034]  καὶ τὰ λοιπὰ τῶν λόγων Ιου καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
 [012_010_035]  καὶ ἐκοιμήθη Ιου μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ
 [012_010_036]  καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ
 [012_012_002]  ἐν ἔτει ἑβδόμῳ τῷ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αβια ἐκ τῆς Βηρσαβεε
 [012_013_001]  Ἁν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη
 [012_014_008]  τότε ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱοῦ Ιου βασιλέως Ισραηλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις
 [012_015_012]  ὁ λόγος κυρίου ὃν ἐλάλησεν πρὸς Ιου λέγων Υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ καὶ ἐγένετο οὕτως
000-00-00 Serial Number=0178572237
VT. 14 Paralipomenon II Ante [Go Back]  
 [014_019_002]  καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ιου ὁ τοῦ Ανανι ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεῦ Ιωσαφατ εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεισ διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου
 [014_020_034]  καὶ οἱ λοιποὶ λόγοι Ιωσαφατ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου τοῦ Ανανι ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ
 [014_022_007]  καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Οχοζια ἐλθεῖν πρὸς Ιωραμ καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Αχααβ
 [014_022_008]  καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς
 [014_022_009]  καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου καὶ ἀπέκτεινεν αὐτόν καὶ ἔθαψαν αὐτόν ὅτι εἶπαν Υἱὸς Ιωσαφατ ἐστίν ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας
 [014_025_017]  καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις
000-00-00 Serial Number=0083466053
VT. 33 Osee Ante [Go Back]  
 [033_001_004]  καὶ εἶπεν κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπὶ τὸν οἶκον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»