VETUS TESTAMENTUM - SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Βαλτασαρ [13]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0215980768
VT. 30 Baruch Ante [Go Back]  
 [030_001_011]  καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασαρ υἱοῦ αὐτοῦ ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς
 [030_001_012]  καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν
000-00-00 Serial Number=0362536848
VT. 32 Daniel Ante [Go Back]  
 [032_001_007]  καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῷ μὲν Δανιηλ Βαλτασαρ τῷ δὲ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω
 [032_002_026]  ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ ἐπικαλουμένῳ δὲ Χαλδα ϊστὶ Βαλτασαρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὅραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν
 [032_004_037ξ]  βασιλεὺς πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς χώραις καὶ πᾶσι τοῖς οἰκοῦσιν ἐν αὐταῖσ εἰρήνη ὑμῖν πληθυνθείη ἐν παντὶ καιρῷ καὶ νῦν ὑποδείξω ὑμῖν τὰς πράξεις ἃς ἐποίησε μετ ἐμοῦ ὁ θεὸς ὁ μέγασ ἔδοξε δέ μοι ἀποδεῖξαι ὑμῖν καὶ τοῖς σοφισταῖς ὑμῶν ὅτι ἔστι θεός καὶ τὰ θαυμάσια αὐτοῦ μεγάλα τὸ βασίλειον αὐτοῦ βασίλειον εἰς τὸν αἰῶνα ἡ ἐξουσία αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς καὶ ἀπέστειλεν ἐπιστολὰς περὶ πάντων τῶν γενηθέντων αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ πᾶσι τοῖς ἔθνεσι τοῖς οὖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ Βαλτασαρ ὁ βασιλεὺς ἐποίησε δοχὴν μεγάλην ἐν ἡμέρᾳ ἐγκαινισμοῦ τῶν βασιλείων αὐτοῦ καὶ ἀπὸ τῶν μεγιστάνων αὐτοῦ ἐκάλεσεν ἄνδρας δισχιλίους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Βαλτασαρ ἀνυψούμενος ἀπὸ τοῦ οἴνου καὶ καυχώμενος ἐπῄνεσε πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τοὺς χωνευτοὺς καὶ γλυπτοὺς ἐν τῷ τόπῳ αὐτοῦ καὶ τῷ θεῷ τῷ ὑψίστῳ οὐκ ἔδωκεν αἴνεσιν ἐν αὐτῇ τῇ νυκτὶ ἐξῆλθον δάκτυλοι ὡσεὶ ἀνθρώπου καὶ ἐπέγραψαν ἐπὶ τοῦ τοίχου οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ λύχνους Μανη φαρες θεκελ ἔστι δὲ ἡ ἑρμηνεία αὐτῶν μανη ἠρίθμηται φαρες ἐξῆρται θεκελ ἕσταται
 [032_005_001]  Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ἑταίροις αὐτοῦ καὶ ἔπινεν οἶνον
 [032_005_005]  ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλθον δάκτυλοι ὡσεὶ χειρὸς ἀνθρώπου καὶ ἔγραψαν ἐπὶ τοῦ τοίχου τοῦ οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ φωτὸς ἔναντι τοῦ βασιλέως Βαλτασαρ καὶ εἶδε χεῖρα γράφουσαν
 [032_005_029]  τότε Βαλτασαρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιηλ πορφύραν καὶ μανιάκην χρυσοῦν περιέθηκεν αὐτῷ καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ
 [032_005_030]  καὶ τὸ σύγκριμα ἐπῆλθε Βαλτασαρ τῷ βασιλεῖ καὶ τὸ βασίλειον ἐξῆρται ἀπὸ τῶν Χαλδαίων καὶ ἐδόθη τοῖς Μήδοις καὶ τοῖς Πέρσαις
 [032_006_029]  Ετους] πρώτου βασιλεύοντος Βαλτασαρ χώρας Βαβυλωνίας Δανιηλ ὅραμα εἶδε παρὰ κεφαλὴν ἐπὶ τῆς κοίτης αὐτοῦ τότε Δανιηλ τὸ ὅραμα ὃ εἶδεν ἔγραψεν εἰς κεφάλαια λόγων
 [032_007_028]  Ετους] τρίτου βασιλεύοντος Βαλτασαρ ὅρασις ἣν εἶδον ἐγὼ Δανιηλ μετὰ τὸ ἰδεῖν με τὴν πρώτην
 [032_010_001Εν]  τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως Περσῶν πρόσταγμα ἐδείχθη τῷ Δανιηλ ὃς ἐπεκλήθη τὸ ὄνομα Βαλτασαρ καὶ ἀληθὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα καὶ τὸ πλῆθος τὸ ἰσχυρὸν διανοηθήσεται τὸ πρόσταγμα καὶ διενοήθην αὐτὸ ἐν ὁράματι


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»